# In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/6.1-2

Τὸν γὰρ νοῦν, ὃν ἔχομεν περὶ τούτων, τοῦ Χριστοῦ ἔχομεν· τουτέστι, τὴν γνῶσιν, ἣν ἔχομεν περὶ τῶν κατὰ τὴν πίστιν πραγμάτων, πνευματικὴν ἔχομεν, ὥστε εἰκότως ὑπ' οὐδενὸς ἀνακρινόμεθα. Οὐδὲ γὰρ οἷόν τε τὰ θεῖα εἰδέναι ἄνθρωπον ψυχικόν· διὸ καὶ ἔλεγε· Τίς γὰρ ἔγνω νοῦν Κυρίου; τὸν ἡμέτερον νοῦν τὸν περὶ τούτων, ἐκείνου λέγων εἶναι νοῦν. Καὶ τὸ, Ὃς συμβιβάσει αὐτὸν, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλὰ πρὸς ὃ εἶπεν ἤδη, ὅτι Τὸν πνευματικὸν οὐδεὶς ἀνακρίνει. Εἰ γὰρ εἰδέναι οὐδεὶς δύναται τοῦ Θεοῦ τὸν νοῦν, πολλῷ μᾶλλον διδάσκειν καὶ διορθοῦσθαι· τοῦτο γάρ ἐστιν, Ὃς συμβιβάσει αὐτόν. Ὁρᾷς ὡς πανταχόθεν ἐξωθεῖ τὴν σοφίαν τὴν ἔξωθεν, καὶ πλείονα εἰδότα καὶ μείζονα δείκνυσι τὸν πνευματικόν; Ἐπειδὴ γὰρ ἐκεῖναι αἱ αἰτίαι (οἷον τὸ, Ἵνα μὴ καυχήσηται πᾶσα σάρξ· καὶ ὅτι διὰ τοῦτο, Ἐξελέξατο τὰ μωρὰ, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ, Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ) οὐ σφόδρα τοῖς ἀπίστοις ἀξιόπιστοι εἶναι ἐδόκουν, οὐδὲ ἐπαγωγοὶ καὶ ἀναγκαῖαι καὶ χρήσιμοι, ἑξῆς λοιπὸν τίθησι τὴν κυριωτάτην αἰτίαν, ὅτι τούτῳ μάλιστα τῷ τρόπῳ δυνάμεθα ἰδεῖν, ἐξ οὗ καὶ τὰ ὑψηλὰ καὶ τὰ ἀπόῤῥητα, καὶ τὰ ὑπὲρ ἡμᾶς μαθεῖν ἕξομεν. Καὶ γὰρ ἐκενοῦτο ὁ λόγος τῷ μὴ δύνασθαι ἡμᾶς καταλαβεῖν διὰ τῆς ἔξωθεν σοφίας τὰ ὑπὲρ ἡμᾶς. Ὁρᾷς ὅτι καὶ συνέφερεν οὕτω μᾶλλον μαθεῖν παρὰ τοῦ Πνεύματος; καὶ γὰρ καὶ εὐκολωτάτη καὶ σαφεστάτη ἡ διδασκαλία. Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Τουτέστι, πνευματικὸν, θεῖον, οὐδὲν ἀνθρώπινον ἔχοντα. Οὐ γὰρ Πλάτωνος οὐδὲ Πυθαγόρου, ἀλλ' ὁ Χριστὸς τὰ ἑαυτοῦ τῇ ἡμετέρᾳ ἐνέθηκε διανοίᾳ. Τοῦτο γοῦν αἰσχυνθῶμεν, ἀγαπητοὶ, καὶ βίον ἐπιδειξώμεθα ἄριστον· ἐπεὶ καὶ αὐτὸς τοῦτο ποιεῖται πολλῆς φιλίας τεκμήριον, τὸ τὰ ἀπόῤῥητα ἡμῖν ἀποκαλύπτειν, λέγων· Οὐκέτι ὑμᾶς λέγω δούλους· πάντες γὰρ ὑμεῖς φίλοι μού ἐστε, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ἀπήγγειλα ὑμῖν· τουτέστιν, Ἐθάῤῥησα ὑμῖν. Εἰ δὲ τοῦτο μόνον φιλίας τεκμήριον, τὸ θαῤῥῆσαι· ὅταν φαίνηται μὴ θαῤῥήσας μόνον τὰ διὰ ῥημάτων μυστήρια, ἀλλὰ καὶ αὐτὰ ταῦτα διὰ τῶν ἔργων ἡμῖν χαρισάμενος, ἐννόησον πόσης ἀγάπης ἐστὶ τὸ γινόμενον. Τοῦτο γοῦν αἰσχυνθῶμεν· καὶ εἰ μηδεὶς γεέννης τοσοῦτος λόγος ἔσται ἡμῖν, ἀλλ' ἔστω γεέννης φοβερώτερον τὸ περὶ τὸν οὕτω φίλον καὶ εὐεργέτην ἀγνώμονας γενέσθαι καὶ ἀχαρίστους· μηδὲ ὡς μισθωτοὶ οἰκέται, ἀλλ' ὡς υἱοὶ καὶ ἐλεύθεροι πάντα πράττωμεν διὰ τὴν τοῦ Πατρὸς φιλίαν, καὶ παυσώμεθά ποτε τῷ κόσμῳ προσηλωμένοι, ἵνα καὶ Ἕλληνας καταισχύνωμεν. Ἐπεὶ καὶ νῦν βουλόμενος πρὸς αὐτοὺς ἀνατείνασθαι, ἀναδύομαι, μήποτε τοῖς λόγοις αὐτοὺς νικῶντες καὶ τῇ τῶν δογμάτων ἀληθείᾳ, πολὺν τὸν καταγέλωτα ἀπὸ τῆς τοῦ βίου συγκρίσεως ἡμῖν ἐνέγκωμεν· ὅταν οἱ μὲν τῇ πλάνῃ προσέχοντες καὶ μηδὲν τοιοῦτο πεπεισμένοι, φιλοσοφίας ἔχωνται, ἡμεῖς δὲ τοὐναντίον ἅπαν. Πλὴν ὅμως ἐρῶ· ἴσως γὰρ, ἴσως μελετῶντες πρὸς αὐτοὺς μάχεσθαι, φιλονεικήσομεν βελτίους αὐτῶν γενέσθαι καὶ κατὰ τὸν βίον αὐτόν. Πρώην μὲν ἔλεγον, ὅτι οὐκ ἂν ἐπῆλθε κηρῦξαι τοῖς ἀποστόλοις ἅπερ ἐκήρυξαν, εἰ μὴ θείας ἀπέλαυσαν χάριτος· καὶ ὅτι οὐ μόνον οὐ κατώρθωσαν, ἀλλ' οὐδ' ἂν ἐβουλεύσαντό τι τοιοῦτον· φέρε δὴ καὶ σήμερον αὐτὸ τοῦτο ἐπεξέλθωμεν τῷ λόγῳ, καὶ δείξωμεν, ὡς ἀδύνατον ἦν τοῦτο κἂν ἑλέσθαι καὶ ἐννοῆσαι, εἰ μὴ τὸν Χριστὸν εἶχον μεθ' ἑαυτῶν· οὐκ ἐπειδὴ ἀσθενεῖς πρὸς ἰσχυροὺς, οὐκ ἐπειδὴ ὀλίγοι πρὸς πολλοὺς, οὐκ ἐπειδὴ πένητες πρὸς πλουσίους, οὐδὲ ἐπειδὴ ἀμαθεῖς πρὸς σοφοὺς παρετάττοντο, ἀλλ' ἐπειδὴ καὶ τῆς προλήψεως πολλὴ ἦν ἡ ἰσχύς. Ἴστε γὰρ ὡς οὐδὲν οὕτως ἰσχυρὸν παρὰ ἀνθρώποις, ὡς συνηθείας παλαιᾶς τυραννίς. Ὥστε εἰ καὶ μὴ δώδεκα ἦσαν μόνον, μηδὲ οὕτως εὐτελεῖς καὶ τοιοῦτοι, ἀλλ' ἑτέρα οἰκουμένη τοσαύτη, καὶ πλῆθος ἀντίῤῥοπον εἶχον μεθ' ἑαυτῶν τεταγμένον, ἢ καὶ πολλῷ πλείους, καὶ οὕτω δύσκολον ἦν τὸ γινόμενον. Ἐκείνοις μὲν γὰρ ἡ συνήθεια συνέπραττε, τούτοις δὲ ἡ καινοτομία ἠναντιοῦτο. Οὐδὲν γὰρ οὕτω θορυβεῖ ψυχὴν, κἂν ἐπὶ χρησίμῳ τινὶ γίνηται, ὡς καινοτομεῖν τι καὶ ξενίζειν, καὶ μάλιστα ὅταν περὶ λατρείας καὶ περὶ τῆς τοῦ Θεοῦ δόξης τοῦτο γίνηται. Καὶ ὅση τούτου τοῦ πράγματος ἡ ἰσχὺς, ἤδη ποιήσω φανερὸν, πρότερον ἐκεῖνο εἰπὼν, ὅτι καὶ ἑτέρα δυσκολία προσῆν πρὸς Ἰουδαίους. Ἐπὶ μὲν γὰρ τῶν Ἑλλήνων καὶ τοὺς θεοὺς καὶ τὰ δόγματα αὐτῶν κατέλυον ἅπαντα, Ἰουδαίοις δὲ οὐχ οὕτω διελέγοντο· ἀλλὰ τῶν μὲν δογμάτων πολλὰ ἔπαυον, τὸν δὲ Θεὸν τὸν νομοθετήσαντα προσκυνεῖν ἐκέλευον· καὶ λέγοντες, ὅτι δεῖ θεραπεύειν τὸν νομοθέτην, ἔλεγον· Μὴ πάντα πείθου τῷ νόμῳ τῷ παρ' ἐκείνου τεθέντι, οἷον ἐν τῷ φυλάττειν τὸ σάββατον ἢ περιτομὴν τηρεῖν ἢ θυσίας προσάγειν ἢ ἄλλο τι τῶν τοιούτων ποιεῖν. Ὥστε οὐ μόνον ἡ θυσία ἐμπόδιον ἦν, ἀλλὰ καὶ τὸ τὸν Θεὸν προσκυνεῖν κελεύοντας, πολλοὺς τῶν ἐκείνου λύειν κελεύειν νόμους. Ἐπὶ δὲ τῶν Ἑλλήνων μεγάλη τῆς συνηθείας ἦν ἡ τυραννίς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
