Ancient Greek
Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω (οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι)· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-3
Not analysed yet
Ποῖον οὖν θηρίον τούτοις οὐκ ἂν κατακλασθείη τοῖς πράγμασι; τίς οὕτως ὠμὸς καὶ ἀπάνθρωπος, ὡς μὴ γενέσθαι τούτοις ἥμερος; Ἀλλὰ γὰρ εἰσί τινες, οἳ πρὸς τοσοῦτον ἀπηνείας ἥκουσιν, ὡς καὶ λέγειν ἄξια πάσχειν αὐτούς. Δέον γὰρ ἐλεεῖν καὶ δακρύειν καὶ συνδιαλύειν τὰς συμφορὰς, οἱ δὲ καὶ κατηγοροῦσιν ὠμῶς καὶ ἀπανθρώπως αὐτῶν· οὓς ἡδέως ἂν ἐροίμην· Τίνος ἕνεκεν ἄξια πάσχουσιν, εἰπέ μοι; ὅτι τρέφεσθαι βούλονται καὶ μὴ λιμώττειν; Οὐχὶ, φησὶν, ἀλλ' ὅτι ἀργοῦντες. Σὺ δὲ οὐκ ἀργῶν σπαταλᾷς; τί δὲ, οὐκ ἐργασίαν πολλάκις πάσης ἀργίας χαλεπωτέραν ἐργάζῃ, ἁρπάζων καὶ βιαζόμενος καὶ πλεονεκτῶν; Βέλτιον ἦν, εἰ καὶ σὺ ἤργεις τοιαύτην ἀργίαν· τοῦ γὰρ πλεονεκτεῖν τὸ οὕτως ἀργεῖν βέλτιον. Νῦν δὲ καὶ ἀλλοτρίαις ἐπεμβαίνεις συμφοραῖς, οὐ μόνον ἀργῶν, οὐδὲ μόνον ἀργίας χαλεπωτέραν ἐργασίαν μετιὼν, ἀλλὰ καὶ κατηγορῶν τῶν δυσημερούντων. Διηγώμεθα δὲ αὐτοῖς καὶ τὰς ἀλλοτρίας συμφορὰς, τὰς ὀρφανίας τὰς ἀώρους, τοὺς τὸ δεσμωτήριον οἰκοῦντας, τοὺς ἐν δικαστηρίοις σπαραττομένους, τοὺς περὶ τὸ ζῇν δεδοικότας, τὰς χηρείας τὰς ἀδοκήτους τῶν γυναικῶν, τὰς ἀθρόους μεταβολὰς τῶν πλουτούντων, καὶ τῷ φόβῳ τούτῳ καταμαλάττωμεν αὐτῶν τὴν διάνοιαν. Ἐν γὰρ τοῖς περὶ ἑτέρων διηγήμασι πείσομεν αὐτοὺς ταῦτα δεδοικέναι πάντως καὶ περὶ ἑαυτῶν. Ὅταν γὰρ ἀκούσωσιν, ὅτι ὁ τοῦ δεῖνος υἱὸς πλεονέκτου καὶ ἅρπαγος ἦν, τοῦ δεῖνος ἡ γυνὴ, τοῦ πολλὰ τυραννικὰ πεποιηκότος, μετὰ τὴν τελευτὴν τοῦ συνοικοῦντος μυρία ὑπέμεινε δεινὰ, τῶν ἀδικηθέντων καὶ τῇ γυναικὶ καὶ τοῖς παιδίοις ἐπιόντων, καὶ κοινοῦ πολέμου πάντοθεν ἠρμένου κατὰ τῆς οἰκίας τῆς ἐκείνου, κἂν πάντων ἀναισθητότερος ᾖ, καὶ αὐτὸς προσδοκῶν τὰ αὐτὰ πείσεσθαι, καὶ ὑπὲρ τῶν ἑαυτοῦ δεδοικὼς μήποτε τὰ αὐτὰ ὑπομείνωσι, σωφρονέστερος ἔσται. Πολλῶν δὲ ἡμῖν τοιούτων διηγημάτων ὁ βίος ἐμπέπλησται, καὶ οὐκ ἀπορήσομεν τῆς τοιαύτης διορθώσεως. Ὅταν δὲ ταῦτα λέγωμεν, μὴ ὡς παραινοῦντες μηδὲ ὡς συμβουλεύοντες αὐτὰ λέγωμεν, ἵνα μὴ φορτικώτερος γένηται ὁ λόγος, ἀλλ' ὡς ἐν τάξει διηγήματος· καὶ ἐξ ἑτέρας ἀκολουθίας ἐπὶ τὴν τοιαύτην ἀεὶ βαδίζωμεν τὴν διάλεξιν, καὶ συνεχῶς αὐτοὺς εἰς ταῦτα ἐμβάλλωμεν τὰ διηγήματα, μηδὲν ἕτερον συγχωροῦντες λαλεῖν, ἢ ταῦτα· πῶς ἡ τοῦ δεῖνος οἰκία λαμπρὰ καὶ περιφανὴς οὖσα κατέπεσε· πῶς οὕτως ἔρημός ἐστιν, ὡς εἰς ἑτέρων ἐλθεῖν χεῖρας τὰ ἐν αὐτῇ πάντα· πόσα δικαστήρια καθ' ἑκάστην ἡμέραν ὑπὲρ ταύτης συνίστατο τῆς οὐσίας, πόσα πράγματα· πόσοι τῶν οἰκετῶν ἐκείνου, οἱ μὲν ἐπαιτοῦντες, οἱ δὲ τὸ δεσμωτήριον οἰκοῦντες ἀπέθανον· καὶ ταῦτα πάντα ὡς ἐλεοῦντες τὸν ἀπελθόντα λέγωμεν, καὶ ὡς τὰ παρόντα ἐξευτελίζοντες, ἵνα καὶ τῷ φόβῳ καὶ τῷ ἐλέῳ καταμαλάξωμεν τὴν ἀπηνῆ διάνοιαν· καὶ ὅταν συσταλέντας ἴδωμεν τοῖς διηγήμασι τούτοις, τότε λοιπὸν αὐτοῖς καὶ τὸν περὶ τῆς γεέννης ἐπεισάγωμεν λόγον, μὴ ὡς τούτους φοβοῦντες, ἀλλ' ὡς ἑτέρους ἐλεοῦντες· καὶ λέγωμεν· Καὶ τί χρὴ λέγειν τὰ παρόντα; οὐδὲ γὰρ μέχρι τούτων ἕστηκε τὰ ἡμέτερα, ἀλλὰ χαλεπωτέρα δέξεται κόλασις τοὺς τοιούτους, καὶ ποταμὸς πυρὸς καὶ σκώληξ ἰοβόλος καὶ σκότος ἀτελεύτητον καὶ ἀθάνατοι κολάσεις. Ἂν τούτοις αὐτοὺς κατεπᾴδωμεν τοῖς διηγήμασι, καὶ ἡμᾶς αὐτοὺς κἀκείνους διορθώσομεν, καὶ τῆς ἀῤῥωστίας ταχέως ἀπαλλάξομεν, καὶ κατὰ τὴν ἡμέραν ἐκείνην ἐπαινέτην τὸν Θεὸν ἕξομεν, καθάπερ καὶ ὁ Παῦλός φησι· Καὶ τότε ὁ ἔπαινος ἑκάστου γενήσεται ἀπὸ τοῦ Θεοῦ. Ὁ μὲν γὰρ παρὰ ἀνθρώποις καὶ διαῤῥεῖ καὶ ἔστιν ὅτε οὐκ ἀπὸ ἀγαθῆς πολλάκις γίνεται διανοίας· ὁ δὲ παρὰ τοῦ Θεοῦ καὶ μένει διηνεκῶς καὶ διαλάμπει σαφῶς. Ὅταν γὰρ ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως, καὶ πάθους ἐκτὸς ὢν ἐπαινῇ, τότε καὶ ἀναμφισβήτητός ἐστι τῆς ἀρετῆς ἡ ἀπόδειξις. Ταῦτα οὖν εἰδότες, τοιαῦτα πράττωμεν ὡς παρὰ τοῦ Θεοῦ ἐπαινεῖσθαι, καὶ τῶν μεγίστων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.