Ancient Greek
Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυσος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-5
Not analysed yet
Ἀλλὰ δεινὸν τὸ ἀδικεῖσθαι καὶ ἐπηρεάζεσθαι. Οὐκ ἔστι δεινὸν, οὐκ ἔστιν, ἄνθρωπε. Μέχρι τίνος πρὸς τὰ παρόντα ἐπτόησαι; Οὐδὲ γὰρ ἂν ἐπέταξεν αὐτὸ ὁ Θεὸς, εἰ δεινὸν ἦν. Σκόπει δέ· Ὁ ἠδικηκὼς ἀπῆλθε χρήματα ἔχων, ἀλλὰ καὶ συνειδὸς πονηρόν· ὁ δὲ ἠδικημένος, χρημάτων μὲν ἀπεστερημένος, παῤῥησίαν δὲ κεκτημένος πρὸς τὸν Θεὸν, κτῆμα μυρίων θησαυρῶν τιμιώτερον. Ταῦτ' οὖν εἰδότες, φιλοσοφῶμεν ἐκ προαιρέσεως, καὶ μὴ πάσχωμεν τὰ τῶν ἀνοήτων, οἳ τότε νομίζουσι μὴ ἀδικεῖσθαι, ὅταν ἀπὸ δικαστηρίου τοῦτο πάθωσι. Τοὐναντίον δὲ ἅπαν ἐστὶν ἡ μεγίστη ζημία, καὶ ὅλως ὅταν μὴ ἑκόντες ταῦτα φιλοσοφῶμεν, ἀλλ' ἡττηθέντες ἐκεῖθεν. Οὐδὲν γὰρ κέρδος ἀπὸ δικαστηρίου ἡττηθέντα ἐνεγκεῖν· καὶ γὰρ τῆς ἀνάγκης τὸ πρᾶγμα γίνεται λοιπόν. Τίς οὖν ἡ λαμπρὰ νίκη; Ὅταν σὺ καταφρονήσῃς, ὅταν μὴ δικάσῃ. Τί φής; Ἀφῃρέθην ἅπαντα τὰ ὄντα, φησὶ, καὶ σιγᾷν κελεύεις; ἐπηρεάσθην, καὶ φέρειν πράως παραινεῖς; καὶ πῶς δυνήσομαι; Ῥᾷστα μὲν οὖν, ἂν εἰς τὸν οὐρανὸν ἀναβλέψῃς, ἂν ἴδῃς τὸ κάλλος τοῦτο, καὶ ποῦ σε ἐπηγγείλατο δέξασθαι ὁ Θεὸς φέροντα ἀδικίαν γενναίως. Τοῦτο τοίνυν ποίει, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν, ἐννόησον ὅτι τῷ ἐκεῖ καθημένῳ ἐπὶ τῶν Χερουβὶμ γέγονας ὅμοιος. Καὶ γὰρ καὶ ἐκεῖνος ὑβρίσθη καὶ ἤνεγκε, καὶ ὠνειδίσθη καὶ οὐκ ἠμύνατο, καὶ ἐπτύσθη καὶ οὐκ ἐπεξῆλθεν· ἀλλὰ καὶ τοῖς ἐναντίοις ἠμείψατο εὐεργεσίαις μυρίαις τοὺς τὰ τοιαῦτα πεποιηκότας, καὶ ἡμᾶς μιμητὰς αὐτοῦ γενέσθαι ἐκέλευσεν. Ἐννόησον ὅτι γυμνὸς ἐξῆλθες ἐκ κοιλίας μητρός σου· γυμνὸς καὶ ἀπελεύσῃ καὶ σὺ κἀκεῖνος ὁ ἠδικηκώς· μᾶλλον δὲ ἐκεῖνος μὲν μετὰ μυρίων τραυμάτων σκώληκα τικτόντων. Ἐννόησον ὅτι πρόσκαιρα τὰ παρόντα, λόγισαι τοὺς τάφους τῶν προγόνων, κατάμαθε τὰ γεγενημένα σαφῶς, καὶ ὄψει ὅτι ἰσχυρότερόν σε ἐποίησεν ὁ ἀδικήσας. Τὸ μὲν γὰρ αὐτοῦ πάθος χαλεπώτερον ἐποίησε, τὴν φιλαργυρίαν λέγω· τὸ δὲ σὸν ἀσθενέστερον, λαβὼν τὴν τροφὴν τοῦ θηρίου. Καὶ ἔτι πρὸς τούτοις ἀπήλλαξέ σε φροντίδων, ἀγωνίας, βασκανίας συκοφαντῶν, θορύβου, ταραχῆς, φόβου διηνεκοῦς· καὶ τὸν φορυτὸν τῶν κακῶν ἐπεσώρευσεν ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. Τί οὖν, ἐὰν λιμῷ παλαίσω, φησί; Μετὰ Παύλου τοῦτο πάσχεις τοῦ λέγοντος· Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν. Ἀλλ' ἐκεῖνος διὰ τὸν Θεὸν, φησί. Καὶ σὺ διὰ τὸν Θεόν· ὅταν γὰρ μὴ ἐπεξέλθῃς, διὰ τὸν Θεὸν τοῦτο ποιεῖς. Ἀλλ' ὁ ἠδικηκὼς μετὰ τῶν πλουτούντων τρυφᾷ. Μᾶλλον δὲ μετὰ τοῦ διαβόλου· ἀλλὰ σὺ μετὰ Παύλου στεφανοῦσαι. Μὴ τοίνυν δέδιθι λιμόν· Οὐ γὰρ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων. Καὶ ἕτερός φησι πάλιν· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Εἰ γὰρ τὰ στρουθία τοῦ ἀγροῦ διατρέφει, πῶς σὲ οὐ διαθρέψει; Μὴ γινώμεθα τοίνυν ὀλιγόπιστοι μηδὲ ὀλιγόψυχοι, ἀγαπητοί. Ὁ γὰρ βασιλείαν οὐρανῶν ἐπαγγειλάμενος καὶ τοσαῦτα ἀγαθὰ, τὰ παρόντα πῶς οὐ δώσει; Μὴ περιττῶν ἐπιθυμῶμεν, ἀλλ' αὐταρκείας ἐχώμεθα, καὶ ἀεὶ πλουτήσομεν· σκεπάσματα ζητῶμεν καὶ τροφὰς, καὶ πάντων ἐπιληψόμεθα καὶ τούτων καὶ τῶν πολλῷ μειζόνων. Εἰ δὲ ἀλγεῖς ἔτι καὶ κάτω κύπτεις, ἠβουλόμην σοι τοῦ ἠδικηκότος μετὰ τὴν νίκην δεῖξαι τὴν ψυχὴν, πῶς τέφρα γίνεται. Καὶ γὰρ ἡ ἁμαρτία τοιοῦτον· ἕως μὲν ἂν ἐργασθῇ, παρέχει τινὰ ἡδονήν· ὅταν δὲ τελεσθῇ, τότε ἡ μικρὰ ἡδονὴ ὑπεξίσταται, ἐπεισέρχεται δὲ ἀθυμία. Ταῦτα καὶ ὅταν ὑβρίζωμέν τινας πάσχομεν· ὕστερον γοῦν ἑαυτῶν κατηγοροῦμεν. Οὕτω καὶ ὅταν πλεονεκτήσωμεν, χαίρομεν· μετὰ δὲ ταῦτα κεντούμεθα ὑπὸ τοῦ συνειδότος. Ὁρᾷς παρὰ τῷ δεῖνι τὴν οἰκίαν τοῦ πένητος; Δάκρυσον, μὴ τὸν ἀπεστερημένον, ἀλλὰ τὸν εἰληφότα· οὐ γὰρ ἔδωκεν, ἀλλ' ἔλαβε κακόν. Ἐκεῖνον μὲν γὰρ τῶν παρόντων ἀπεστέρησεν, ἑαυτὸν δὲ τῶν ἀφάτων ἀγαθῶν ἐξέβαλεν. Εἰ γὰρ ὁ μὴ δοὺς τοῖς δεομένοις, εἰς γέενναν ἄπεισιν, ὁ λαμβάνων τὰ τῶν δεομένων, τί πείσεται; Καὶ τί τὸ κέρδος, φησὶν, ὅταν ἐγὼ πάθω κακῶς; Μέγα μὲν οὖν τὸ κέρδος. Οὐ γὰρ τῇ τιμωρίᾳ τοῦ κακῶς πεποιηκότος ἵστησί σοι τὴν ἀντίδοσιν ὁ Θεός· ἐπεὶ οὐδὲν ἂν ἦν μέγα. Τί γὰρ ὄφελος, ὅταν ἐγὼ πάθω κακῶς, κἀκεῖνος πάσχῃ κακῶς; καίτοι γε πολλοὺς οἶδα μεγίστην παραμυθίαν ταύτην ἡγουμένους, καὶ τὸ πᾶν ἀπειληφέναι νομίζοντας, ὅταν τοὺς ἐπηρεάσαντας ἴδωσι κολαζομένους. Ἀλλ' ὅμως ὁ Θεὸς οὐκ ἐν τούτοις ἵστησι τὴν ἀμοιβήν. Ἀλλὰ βούλει μαθεῖν ὅσα τὰ ἀγαθά σε διαδέξεται; Τὸν οὐρανόν σοι πάντα ἀνοίγει, τῶν ἁγίων ποιεῖ συμπολίτην, εἰς τὸν αὐτῶν χορὸν τελεῖν σε παρασκευάζει, ἁμαρτημάτων ἀπολύει, δικαιοσύνῃ στεφανοῖ. Εἰ γὰρ οἱ τοῖς ἡμαρτηκόσιν ἀφιέντες τυγχάνουσιν ἀφέσεως, οἱ μὴ μόνον ἀφιέντες, ἀλλὰ καὶ ἐπιδαψιλευόμενοι, τίνος οὐ τεύξονται εὐλογίας; Μὴ τοίνυν ἀγεννῶς ἐνέγκῃς, ἀλλὰ καὶ εὖξαι ὑπὲρ τοῦ ἠδικηκότος· ὑπὲρ γὰρ σαυτοῦ τοῦτο ποιεῖς. Ἔλαβέ σου χρήματα; ἀλλὰ καὶ ἁμαρτίας· ὅπερ καὶ ἐπὶ τοῦ Νεεμὰν καὶ τοῦ Γιεζῆ γέγονε. Πόσον οὐκ ἂν ἠθέλησας δοῦναι πλοῦτον ὥστε ἀφεθῆναί σοι τὰ ἁμαρτήματα; Τοῦτο τοίνυν γίνεται νῦν· ἂν γὰρ ἐνέγκῃς γενναίως καὶ μὴ καταράσῃ, λαμπρὸν ἀνεδήσω τὸν στέφανον. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ Χριστοῦ λέγοντος ἤκουσας· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Καὶ τὸ ἔπαθλον ἐννόησον ἡλίκον· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὥστε οὐδὲν ἀπεστέρησαι, ἀλλὰ καὶ προσέλαβες· οὐκ ἠδίκησαι, ἀλλὰ καὶ ἐστεφανώθης, φιλοσοφώτερος γενόμενος τὴν ψυχὴν, ὅμοιος τῷ Θεῷ καταστὰς, τῆς φροντίδος τῶν χρημάτων ἀπαλλαγεὶς, τὴν βασιλείαν τῶν οὐρανῶν κτησάμενος. Ταῦτα οὖν ἅπαντα ἀναλογισάμενοι, φιλοσοφῶμεν ἐν ταῖς ἀδικίαις, ἀγαπητοὶ, ἵνα καὶ τῆς τοῦ παρόντος βίου ταραχῆς ἀπαλλαγῶμεν καὶ τὴν ἀνόνητον ἐκβάλωμεν ἀθυμίαν, καὶ τῆς μελλούσης χαρᾶς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.