Ancient Greek
Περὶ δὲ ὧν ἐγράψατέ μοι· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-6
Not analysed yet
Εἶτα ἵνα μὴ δόξῃ νομοθεσία εἶναι τοῦτο, ἐπήγαγεν· Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες. Εἶτα τὰ παρόντα αἰτιᾶται, τὴν ἐνεστῶσαν ἀνάγκην καὶ τὸν συνεσταλμένον καιρὸν καὶ τὴν θλῖψιν. Πολλὰ γὰρ ὁ γάμος ἐπισύρεται, ἅπερ ᾐνίξατο καὶ ἐνταῦθα, καὶ ἐν τῷ περὶ ἐγκρατείας λόγῳ, ἐκεῖ μὲν εἰπὼν, ὅτι Οὐκ ἔχει ἐξουσίαν ἑαυτῆς ἡ γυνὴ, ἐνταῦθα δὲ εἰπών· Δέδεσαι. Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· οὐ περὶ τῆς παρθενίαν ἑλομένης· ἤδη γὰρ αὕτη ἥμαρτεν. Εἰ γὰρ αἱ χῆραι κρῖμα ἔχουσι δευτέροις ὁμιλοῦσαι γάμοις, ἐὰν ἅπαξ ἕλωνται χηρείαν, πολλῷ μᾶλλον αἱ παρθένοι. Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Ἀλλὰ καὶ ἡδονὴν, φησίν. Ἀλλὰ καὶ ταύτην ὅρα πῶς ἀνέστειλε τῇ βραχύτητι τοῦ καιροῦ, εἰπών· Ὁ καιρὸς συνεσταλμένος ἐστί· τουτέστιν, Ἀποδημεῖν κελευόμεθα καὶ ἐξιέναι λοιπὸν, σὺ δὲ ἐνδοτέρω τρέχεις. Καίτοι εἰ καὶ μηδὲν εἶχεν ἐπαχθὲς ὁ γάμος, καὶ οὕτως ἐπείγεσθαι πρὸς τὰ μέλλοντα ἔδει· ὅταν δὲ καὶ θλῖψιν ἔχῃ, τί δεῖ φορτίον ἐπισύρεσθαι; τί χρὴ λαβεῖν τοσοῦτον ὄγκον, ὅταν καὶ μετὰ τὸ λαβεῖν οὕτω δέοι χρῆσθαι, ὡς μὴ ἔχοντα; καὶ γὰρ, Οἱ ἔχοντες γυναῖκας, φησὶν, ἵνα ὡς μὴ ἔχοντες ὦσιν. Εἶτα ἐνθείς τι καὶ τῶν μελλόντων, πάλιν πρὸς τὸ παρὸν ἤγαγε τὸν λόγον. Τὰ μὲν γὰρ πνευματικά ἐστιν· ὅτι ἡ μὲν τὰ τοῦ ἀνδρὸς, ἡ δὲ τὰ τοῦ Θεοῦ μεριμνᾷ· τὰ δὲ τοῦ παρόντος βίου, τὸ, Θέλω ὑμᾶς ἀμερίμνους εἶναι. Ἀλλ' ὅμως καὶ οὕτως ἀφίησι κυρίους. Ὁ γὰρ μετὰ τὸ ἀποδεῖξαι τὸ αἱρετὸν πάλιν ἀναγκάζων, δοκεῖ μὴ θαῤῥεῖν τοῖς ἑαυτοῦ λόγοις. Ὥστε τῇ συγχωρήσει μᾶλλον ἐπηγάγετο καὶ κατέσχεν εἰπών· Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον. Ἀκουέτωσαν αἱ παρθένοι, ὅτι οὐκ ἐν τούτῳ ὥρισται ἡ παρθενία· ἡ γὰρ μεριμνῶσα τὰ τοῦ κόσμου, οὐδ' ἂν εἴη παρθένος οὐδὲ εὐσχήμων. Εἰπὼν γὰρ, Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτο τέθεικε τὸ διάφορον, καὶ ᾧ διεστήκασιν ἀλλήλων. Καὶ ὅρον διδοὺς τῆς παρθένου καὶ τῆς οὐ παρθένου, οὐ γάμον εἶπεν οὐδὲ ἐγκράτειαν, ἀλλὰ ἀπραγμοσύνην καὶ πολυπραγμοσύνην. Οὐ γὰρ ἡ μίξις πονηρὸν, ἀλλὰ τὸ ἐμποδίζεσθαι πρὸς φιλοσοφίαν. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει. Ἐνταῦθα δοκεῖ μὲν ὑπὲρ γάμου διαλέγεσθαι· τὸ δὲ πᾶν περὶ παρθενίας φησίν· ἐπεὶ καὶ δεύτερον συγχωρεῖ γάμον, μόνον Ἐν Κυρίῳ λέγων. Τί δέ ἐστιν, Ἐν Κυρίῳ; Μετὰ σωφροσύνης, μετὰ κοσμιότητος. Ταύτης γὰρ πανταχοῦ χρεία, καὶ δεῖ ταύτην διώκειν· ἄλλως γὰρ οὐκ ἔστιν ἰδεῖν τὸν Θεόν. Εἰ δὲ παρεδράμομεν τὰ περὶ τῆς παρθενίας, μηδεὶς ἡμῶν ὄκνον καταγινωσκέτω. Καὶ γὰρ ὁλόκληρον ἡμῖν βιβλίον εἰς τοῦτο σύγκειται τὸ χωρίον, καὶ μετὰ ἀκριβείας τῆς ἡμῖν ἐγχωρούσης ἐκεῖ πᾶσιν ἐπεξελθόντες, περιττολογίαν εἶναι ἐνομίσαμεν καὶ ἐνταῦθα πάλιν αὐτὰ ἐνθεῖναι. Διόπερ ἐκεῖ παραπέμψαντες ὑπὲρ τούτων τὸν ἀκροατὴν, ἐνταῦθα ἐκεῖνο ἐροῦμεν, ὅτι τὴν ἐγκράτειαν δεῖ διώκειν. Εἰρήνην γὰρ, φησὶ, διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἵν' οὖν ἰδεῖν αὐτὸν καταξιωθῶμεν, κἂν ἐν παρθενίᾳ ὦμεν, κἂν ἐν πρώτῳ γάμῳ, κἂν ἐν δευτέρῳ, ταύτην μεταδιώκωμεν, ἵνα τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.