Ancient Greek
Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-7
Not analysed yet
Ταῦτα λογίζου, καὶ μηδὲν εἶναι νόμιζε τὸν τῦφον τὸν ἀνθρώπινον· ἀλλὰ καὶ τὸν σκηνοποιὸν, καὶ τὸν ἐπ' ὀχήματος φερόμενον καὶ μυρίους παῖδας ἔχοντα καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς, ἀδελφὸν εἶναι νόμιζε· μᾶλλον δὲ τοῦτον πλέον, ἢ ἐκεῖνον. Καὶ γὰρ ἀδελφὸς ἐκεῖνος εἰκότως ἂν λέγοιτο μᾶλλον ὁ μᾶλλον ἐοικώς. Τίς οὖν ἔοικε τοῖς ἁλιεῦσιν; ὁ ἐκ τῆς καθ' ἡμέραν ἐργασίας τρεφόμενος, καὶ μηδὲ οἰκέτην ἔχων μηδὲ καταγώγιον, ἀλλὰ πάντοθεν ἐσταυρωμένος, ἢ ἐκεῖνος ὁ τοσοῦτον περιβεβλημένος τῦφον, καὶ τὰ ἐναντία ποιῶν τοῖς τοῦ Θεοῦ νόμοις; Μὴ δὴ καταφρόνει τοῦ μᾶλλον ἀδελφοῦ· τῆς γὰρ εἰκόνος οὗτος μᾶλλον ἕστηκεν ἐγγὺς τῆς ἀποστολικῆς. Ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ἀναγκαζόμενος, φησίν· οὐ γὰρ κατὰ γνώμην τοῦτο ποιεῖ. Πόθεν τοῦτο; οὐκ ἤκουσας, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε; Ἵνα δὲ μάθῃς ὅτι οὐκ ἄκων, πρόσελθε, καὶ δὸς μύρια χρυσίου τάλαντα, καὶ ὄψει διακρουόμενον. Ὥστε εἰ καὶ μὴ ἐκ προγόνων διεδέξατο πλοῦτον, ἀλλ' ὅταν, ἐξὸν λαβεῖν, μὴ προσίηται μηδὲ προστιθῇ τοῖς οὖσι, μέγιστον δεῖγμα ἐκφέρει τοῦ χρημάτων ὑπερορᾷν. Ἐπεὶ καὶ ὁ Ἰωάννης ὁ Ζεβεδαίου τοῦ σφόδρα πένητος υἱὸς ἦν· ἀλλ' οὐ δήπου διὰ τοῦτο κατηναγκασμένην αὐτοῦ τὴν πενίαν εἶναι φήσομεν. Ὅταν οὖν ἴδῃς ὑλοκοποῦντα, σφυροκοποῦντα. ἠσβολωμένον, μὴ διὰ τοῦτο καταφρόνει, ἀλλὰ διὰ τοῦτο θαύμαζε· ἐπεὶ καὶ Πέτρος καὶ διεζώσατο καὶ σαγήνην μετεχείριζε καὶ ἡλίευε μετὰ τὴν ἀνάστασιν τοῦ Δεσπότου. Καὶ τί λέγω Πέτρον; Παῦλος γὰρ αὐτὸς οὗτος μετὰ τοὺς μυρίους διαύλους, καὶ τὰ τοσαῦτα θαύματα, ἐπὶ σκηνοῤῥαφείου ἑστὼς, δέρματα ἔῤῥαπτε, καὶ ᾐδοῦντο αὐτὸν ἄγγελοι, καὶ δαίμονες ἔτρεμον· καὶ οὐκ ᾐσχύνετο λέγων· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Καὶ τί λέγω, οὐκ ᾐσχύνετο; Καὶ ἐνεκαλλωπίζετο μὲν οὖν τούτῳ. Καὶ τίς ἐστι κατὰ τὴν ἀρετὴν τοῦ Παύλου, φησὶ, νῦν; Οἶδα κἀγὼ ὅτι οὐδεὶς, ἀλλ' οὐ διὰ τοῦτο τοῦ καταφρονεῖσθαι ἄξιοι οἱ νῦν ὄντες. Εἰ γὰρ διὰ τὸν Χριστὸν τιμᾷς, κἂν ἔσχατος ᾖ, πιστὸς δὲ, δίκαιος ἂν εἴη τιμᾶσθαι. Καὶ γὰρ εἰ στρατηγοῦ καὶ στρατιώτου ψιλοῦ παραγενομένων ἀμφοτέρων, βασιλεῖ φίλων ὄντων, σὺ τὴν οἰκίαν ἑκατέροις ἀνέῳξας, διὰ τίνος μᾶλλον ἔδοξας ἂν τὸν βασιλέα τιμᾷν; Εὔδηλον ὅτι διὰ τοῦ στρατιώτου. Ὁ μὲν γὰρ στρατηγὸς εἶχε, καὶ τῆς τοῦ βασιλέως φιλίας χωρὶς, πολλὰ ἱκανὰ πεῖσαι ταύτην παρασχεῖν αὐτῷ τὴν τιμήν· ὁ δὲ στρατιώτης οὐδὲν ἕτερον, ἢ τὴν τοῦ βασιλέως φιλίαν. Διὰ τοῦτο καὶ χωλοὺς καὶ ἀναπήρους καὶ τοὺς οὐκ ἔχοντας ἀντιδοῦναι, καλεῖσθαι ἐπὶ τὰ δεῖπνα καὶ τὰ συμπόσια ἡμῶν ἐκέλευσεν ὁ Θεὸς, ὅτι αὗται μάλιστα κυρίως εἰσὶν αἱ διὰ τὸν Θεὸν γινόμεναι εὐποιίαι. Ἂν δὲ μέγαν τινὰ καὶ περίβλεπτον ξενίσῃς, οὐχ οὕτω καθαρὰ ἐλεημοσύνη τὸ γινόμενον· ἀλλὰ μερίζεταί τι πρὸς σὲ καὶ κενοδοξία πολλάκις, καὶ τὸ παθεῖν εὖ καὶ ἐπισημότερον πολλοῖς δι' ἐκεῖνον γίνεσθαι. Πολλοὺς γοῦν ἔχοιμι ἂν ἐπιδεῖξαι καὶ διὰ τοῦτο τοὺς ἐπισημοτέρους τῶν ἁγίων θεραπεύοντας, ἵνα καὶ παρὰ ἄρχουσι πλείονος δι' ἐκείνων ἀπολαύσωσι παῤῥησίας, καὶ τοῖς αὐτῶν πράγμασι καὶ ταῖς οἰκίαις ἐντεῦθεν χρησιμώτεροι γίνωνται· καὶ πολλὰς τοιαύτας τοὺς ἁγίους ἐκείνους ἀπαιτοῦσι χάριτας· ὅπερ αὐτοῖς λυμαίνεται τῆς φιλοξενίας τὴν ἀντίδοσιν, ὅταν αὐτὴν γνώμῃ τοιαύτῃ μετίωσι. Καὶ τί χρὴ λέγειν περὶ τῶν ἁγίων τοῦτο; Ὁ γὰρ παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβὰς τῶν πόνων ἐνταῦθα ζητῶν, καὶ διὰ τὰ παρόντα μετιὼν ἀρετὴν, ἠλάττωσεν αὐτοῦ τὸν μισθόν· ὁ δὲ ὁλοκλήρους ἀπαιτῶν ἐκεῖ τοὺς στεφάνους, πολὺ θαυμαστότερος φαίνεται, κατὰ τὸν Λάζαρον ἐκεῖνον τὸν πάντα ἐκεῖ ἀπολαμβάνοντα τὰ ἀγαθὰ, κατὰ τοὺς παῖδας τοὺς τρεῖς, οἳ μέλλοντες εἰς τὴν κάμινον ἐμπίπτειν, ἔλεγον, ὅτι Ἔστι Θεὸς ἐν οὐρανοῖς ἱκανὸς ἐξελέσθαι ἡμᾶς· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησας, οὐ προσκυνοῦμεν· κατὰ τὸν Ἀβραὰμ, ὃς καὶ ἀνήγαγε τὸν υἱὸν καὶ ἔσφαξε, καὶ ταῦτα οὐκ ἐπὶ μισθῷ τινι ἔπραττεν, ἀλλὰ μίαν ἡγούμενος μεγίστην ἀμοιβὴν, τὸ ὑπακούειν τῷ Δεσπότῃ. Τούτους καὶ ἡμεῖς μιμώμεθα. Οὕτω γὰρ καὶ δαψιλὴς ἡ ἀντίδοσις ἡμῖν ἥξει τῶν ἀγαθῶν, ὅτι μετὰ τοιαύτης ἅπαντα πράττομεν γνώμης, καὶ λαμπροτέρων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.