# In epistulam i ad Corinthios (homiliae 1-44) 6.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/6.1-8

Σὺ δὲ, τούτων γινομένων, ἕστηκας γελῶν καὶ θαυμάζων, καὶ ἐμπομπεύων τοῖς ἑτέρων κακοῖς, τῆς κοινῆς φύσεως ἀσχημονούσης. Καὶ τί πλέον ἂν ἐργάσαιτο τούτων δαίμων ἄγριος; Εἶτα ἵνα προθυμότερον ποιήσῃ ταῦτα, δαψιλέστερον δίδως ἀργύριον. Καὶ τῷ μὲν εὐχομένῳ καὶ τὸν Θεὸν καλοῦντι, καὶ μετ' ἐπιεικείας προσιόντι οὐδὲ, ἀποκρίνεσθαι ἀξιοῖς οὐδὲ ἐμβλέψαι, ἀλλὰ καὶ τὰ φορτικὰ ἐκεῖνα πρὸς αὐτὸν φθέγγῃ ῥήματα, ὅταν συνεχῶς ἐνοχλήσῃ· Τοῦτον δὲ δεῖ ζῇν; ἀναπνεῖν δὲ ὅλως, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν; πρὸς δὲ ἐκείνους καὶ φαιδρὸς καὶ φιλότιμος, ἅτε ἀγωνοθέτης τις ὢν τῆς καταγελάστου καὶ σατανικῆς ἀσχημοσύνης ἐκείνης. Διὸ καὶ εὐλογώτερον πρὸς τοὺς τιθέντας τοὺς ἀγῶνας τούτους, καὶ μὴ προϊεμένους μηδὲν ἕως ἂν ἴδωσι κολαζομένους ἑτέρους, ταῦτα ἂν λεχθείη τὰ ῥήματα· Ζῇν δὲ τούτους, ἀναπνεῖν δὲ ὅλως; τὸν δὲ ἥλιον τοῦτον ὁρᾷν τοὺς εἰς τὴν κοινὴν παρανομοῦντας φύσιν, τοὺς εἰς τὸν Θεὸν ὑβρίζοντας; Καὶ τοῦ μὲν Θεοῦ λέγοντος, Δὸς ἐλεημοσύνην, καὶ δίδωμί σοι βασιλείαν οὐρανῶν, οὐκ ἤκουσας· τοῦ διαβόλου δὲ κεφαλὴν καθηλωμένην δεικνύντος, ἐξαίφνης φιλότιμος γέγονας· καὶ μᾶλλον ἐπέκαμψεν ἡ τοῦ πονηροῦ δαίμονος μηχανὴ τοσαύτην ἔχουσα βλάβην, ἢ ἡ τοῦ Θεοῦ ὑπόσχεσις μυρία κομίζουσα τὰ ἀγαθά· δέον, εἰ καὶ χρυσίον καταβαλεῖν ἐχρῆν ὑπὲρ τοῦ ταῦτα μὴ γίνεσθαι, μηδὲ γινόμενα ὁρᾷν, πάντα ποιεῖν καὶ ὑπομένειν, ὥστε ἀνελεῖν τὴν πολλὴν ταύτην μανίαν· ὑμεῖς δὲ ὑπὲρ τοῦ καὶ γίνεσθαι καὶ γινόμενα ὁρᾷν, πάντα ποιεῖτε καὶ πραγματεύεσθε. Ἔτι οὖν ἐρωτᾷς, εἰπέ μοι, διὰ τί γέεννα; Ἀλλὰ μηκέτι τοῦτο ἐρώτα, ἀλλὰ πῶς μία γέεννα μόνη. Πόσων γὰρ οὐκ ἄξιοι κολάσεων οὗτοι οἱ τὸ ὠμὸν τοῦτο καὶ ἀπηνὲς συγκροτοῦντες θέατρον, καὶ γελῶντες ἐφ' οἷς δακρύειν ἔδει κἀκείνους καὶ ὑμᾶς αὐτούς; μᾶλλον δὲ ὑμᾶς τοὺς τὰ τοιαῦτα ἀναγκάζοντας ἀσχημονεῖν; Ἀλλ' οὐκ ἀναγκάζω, φησί. Πῶς οὐκ ἀναγκάζεις, εἰπέ μοι, τοῖς μὲν ἐπιεικεστέροις καὶ δακρύουσι καὶ τὸν Θεὸν παρακαλοῦσιν οὐδὲ προσέχειν ἀνεχόμενος· τούτοις δὲ καὶ ἀργύριον παρέχων δαψιλὲς, καὶ πολλοὺς περιιστῶν τοὺς θαυμάζοντας; Καὶ ἀποστῶμεν, φησὶν, ἐλεοῦντες αὐτούς. Καὶ σὺ τοῦτο κελεύεις; Οὐκ ἔστι τοῦτο ἐλεεῖν, ἄνθρωπε, τὸ τοσαύτην ἀπαιτεῖν δίκην ὑπὲρ ὀλίγων ὀβολῶν, τὸ κελεύειν ὑπὲρ ἀναγκαίας κατακόπτεσθαι τροφῆς, καὶ εἰς πολλὰ διατέμνειν τῆς κεφαλῆς τὴν δορὰν οὕτω πικρῶς καὶ ἐλεεινῶς. Εὐφήμει, φησίν· οὐ γὰρ ἡμεῖς ἐσμεν οἱ τὰς κεφαλὰς καθηλοῦντες ἐκείνας. Εἴθε σύ· καὶ οὐκ ἦν οὕτω δεινὸν τὸ δεινόν. Ὁ γὰρ σφάττων τινὰ τοῦ κελεύοντος ἑαυτὸν σφάττειν πολλῷ χαλεπώτερον ποιεῖ· ὃ δὴ καὶ ἐπὶ τούτων συμβαίνει. Καὶ γὰρ δριμυτέρας ὑπομένουσι τὰς ὀδύνας, ὅταν καὶ αὐτουργοὶ κελεύωνται γίνεσθαι τῶν πονηρῶν τούτων ἐπιταγμάτων, καὶ ταῦτα ἐν Ἀντιοχείᾳ, ἐν ᾗ πρῶτον ἐχρημάτισαν Χριστιανοὶ, ἐν ᾗ ἁπάντων ἀνθρώπων ἡμερώτεροι γεγόνασιν, ἐν ᾗ πολὺς τῆς ἐλεημοσύνης τὸ παλαιὸν ἐκόμα καρπός. Οὐδὲ γὰρ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πόῤῥωθεν ἔπεμπον ἐκ πολλοῦ τοῦ διαστήματος, καὶ ταῦτα λιμοῦ προσδοκωμένου. Τί οὖν δεῖ ποιεῖν; φησί· Τῆς μὲν θηριωδίας ταύτης καθυφεῖναι, πεῖσαι δὲ τοὺς δεομένους ἅπαντας, ὅτι ταῦτα μὲν ποιοῦντες οὐδὲν λήψονται, ἐπιεικῶς δὲ προσιόντες, πολλῆς ἀπολαύσονται τῆς φιλοτιμίας. Ἂν δὲ ταῦτα μάθωσι, κἂν πάντων ὦσιν ἀθλιώτεροι, οὐχ αἱρήσονται οὐδέποτε τοιαῦτα κολάζεσθαι, ἐγὼ ἐγγυῶμαι· ἀλλὰ καὶ χάριν ὑμῖν εἴσονται, ὅτι καὶ τοῦ γέλωτος καὶ τῆς ὀδύνης αὐτοὺς ἀπηλλάξατε ἐκείνης. Νῦν δὲ ὑπὲρ μὲν ἡνιόχων καὶ παῖδας ἂν ἐκδοίητε τοὺς ὑμετέρους, καὶ ὑπὲρ ὀρχηστῶν καὶ αὐτὰς ἂν πρόοισθε τὰς ψυχάς· ὑπὲρ δὲ τοῦ Χριστοῦ πεινῶντος, οὐδὲ τὸ πολλοστὸν τῆς οὐσίας προΐεσθε μέρος· ἀλλὰ ἂν ὀλίγον δῶτε ἀργύριον, ὡς τὸ πᾶν ἐκτετικότες, οὕτω διάκεισθε, οὐκ εἰδότες ὅτι οὐ τὸ δοῦναι, ἀλλὰ τὸ μετὰ δαψιλείας δοῦναι, τοῦτο μάλιστά ἐστιν ἐλεημοσύνη. Διὰ τοῦτο καὶ ὁ προφήτης οὐ τοὺς διδόντας ἁπλῶς ἀνακηρύττει καὶ μακαρίζει, ἀλλὰ τοὺς ἀφθόνως παρέχοντας. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἔδωκεν, ἀλλὰ πῶς; Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι. Τί γὰρ ὄφελος, ὅταν πλουτῶν τοσοῦτον δῷς, ὅσον ἄν τις ἀπὸ πελάγους κύαθον δοίη, καὶ μηδὲ χήρας γυναικὸς μεγαλοψυχίαν ζηλώσῃς; πῶς δὲ ἐρεῖς, Κύριε, ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· οὐ κατὰ τὸ μέγα ἔλεος αὐτὸς ἐλεῶν, τάχα δὲ οὐδὲ κατὰ τὸ μικρόν; Καὶ γὰρ σφόδρα αἰσχύνομαι, ὅταν ἴδω πολλοὺς τῶν πλουτούντων ἐφ' ἵππων χρυσοχαλίνων φερομένους, καὶ οἰκέτας χρυσοφοροῦντας ἐπισυρομένους, καὶ κλίνας ἀργυρᾶς ἔχοντας, καὶ ἑτέραν πλείονα φαντασίαν, καὶ ἡνίκα ἂν πένητι δέῃ παρασχεῖν, τῶν σφόδρα πενήτων πτωχοτέρους γινομένους. Ἀλλὰ τίς ὁ πολὺς αὐτῶν λόγος; Ἔχει τὸ κοινὸν τῆς Ἐκκλησίας, φησί. Καὶ τί τοῦτο πρὸς σέ; οὐδὲ γὰρ, ἐὰν ἐγὼ δῶ, σὺ διεσώθης· οὐδ' ἂν ἡ Ἐκκλησία παράσχῃ, σὺ τὰ ἁμαρτήματα ἐξήλειψας τὰ σά. Εἰ γὰρ διὰ τοῦτο οὐ δίδως, ἐπειδὴ ἡ Ἐκκλησία ὀφείλει δοῦναι τοῖς δεομένοις· ἐπειδὴ εὔχονται οἱ ἱερεῖς, σὺ οὐκ εὔξῃ ποτέ; καὶ ἐπειδὴ νηστεύουσιν ἕτεροι, σὺ μεθυσθήσῃ διηνεκῶς; οὐκ οἶσθα, ὅτι οὐχ οὕτω διὰ τοὺς πένητας τὰ περὶ ἐλεημοσύνης ἐνομοθέτησεν ὁ Θεὸς, ὡς δι' αὐτοὺς τοὺς παρέχοντας; Ἀλλ' ὑποπτεύεις τὸν ἱερέα; Μάλιστα μὲν χαλεπὴ καὶ τοῦτο ἁμαρτία· πλὴν οὐδὲν ἀκριβολογοῦμαι· διὰ σαυτοῦ πάντα ποίει, καὶ διπλοῦν οὕτω καρπώσῃ τὸν μισθόν. Καὶ γὰρ ἅπερ ἡμεῖς ὑπὲρ ἐλεημοσύνης λέγομεν, οὐχ ἵνα ἡμῖν προσαγάγῃς λέγομεν, ἀλλ' ἵνα αὐτὸς διὰ σαυτοῦ διακονῇς. Ἐμοὶ μὲν γὰρ προσφέρων, ἴσως καὶ κενοδοξίᾳ ἀλώσῃ, πολλάκις δὲ καὶ σκανδαλισθεὶς ἀπελεύσῃ τῷ πονηρὰ ὑποπτεῦσαι· ἂν δὲ δι' ἑαυτῶν πάντα ποιῆτε, καὶ σκανδάλων ἀπαλλαγήσεσθε καὶ ὑποψίας ἀτόπου. καὶ πλείων ὑμῖν ὁ μισθός.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
