# In epistulam i ad Corinthios (homiliae 1-44) 7.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/7.1-2

Οὐ τοίνυν ἐκβιαζόμενος ὑμᾶς ἐνταῦθα κομίζειν τὰ χρήματα, ταῦτα λέγω, οὐδὲ ἀγανακτῶν ὑπὲρ τῶν κακῶς ἀκουόντων ἱερέων. Εἰ γὰρ ἀγανακτεῖν χρὴ καὶ ἀλγεῖν, ὑπὲρ ὑμῶν ἀλγεῖν δεῖ τῶν λεγόντων κακῶς. Τοῖς μὲν γὰρ ἀκούουσιν εἰκῆ καὶ μάτην κακῶς ὁ μισθὸς μείζων, τοῖς δὲ λέγουσι τὸ κρῖμα καὶ ἡ τιμωρία βαρυτέρα. Οὐ τοίνυν ὑπὲρ αὐτῶν ταῦτα λέγω, ἀλλ' ὑμῶν κηδόμενος καὶ φροντίζων. Τί γὰρ θαυμαστὸν, εἰ ἐπὶ τῆς γενεᾶς τινες ὑποπτεύονται τῆς ἡμετέρας, ὅπου γε ἐπὶ τῶν ἁγίων ἐκείνων τῶν τοὺς ἀγγέλους μιμησαμένων, τῶν οὐδὲν ἴδιον κεκτημένων, τῶν ἀποστόλων λέγω, γογγυσμὸς ἦν ἐν τῇ διακονίᾳ τῶν χηρῶν, ὅτι παρεθεωροῦντο οἱ πένητες, ὅτε οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά; Μὴ δὴ ταύτας προβαλλώμεθα τὰς προφάσεις, μηδὲ ἀπολογίαν εἶναι νομίζωμεν τὸ τὴν Ἐκκλησίαν πολλὰ κεκτῆσθαι. Ὅταν γὰρ τῆς οὐσίας αὐτῆς τὸ μέγεθος ἴδῃς, ἐννόησον καὶ τῶν ἐγγεγραμμένων πενήτων τὰς ἀγέλας, τῶν ἀῤῥωστούντων τὰ πλήθη, τῶν μυρίων χορηγιῶν τὰς ὑποθέσεις· περιέργασαι, πολυπραγμόνησον, οὐδεὶς ὁ κωλύσων, ἀλλὰ καὶ ἕτοιμοι λόγον ὑμῖν παρασχεῖν. Πλὴν ὑπερβολὴν ποιήσασθαι βούλομαι. Ὅταν γὰρ παράσχωμεν τὰς εὐθύνας, καὶ δείξωμεν οὐκ ἐλάττονα τῆς προσόδου τὴν δαπάνην οὖσαν, ἀλλ' ἔστιν ὅπου καὶ πλείω, ἡδέως ἂν ὑμᾶς ἐκεῖνο ἐροίμην· ἡνίκα ἂν ἀπέλθωμεν ἐκεῖ, καὶ ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος, Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε, γυμνὸν, καὶ οὐ περιεβάλετε, τί ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα; Τὸν δεῖνα καὶ τὸν δεῖνα εἰς μέσον οἴσομεν τὸν παρακούσαντα τούτων, καί τινας τῶν ἱερέων τῶν ὑπόπτων; Καὶ τί τοῦτο πρὸς σέ· ἐγὼ γάρ σοι ἐγκαλῶ, φησὶν, ἅπερ αὐτὸς ἥμαρτες. Ἀπολογία δὲ τούτων τὸ τὰ οἰκεῖα ἀπολούσασθαι ἁμαρτήματα, οὐ τὸ δεῖξαι ἑτέρους τὰ αὐτά σοι πεπλημμεληκότας. Καὶ γὰρ ἡ Ἐκκλησία διὰ τὴν ὑμετέραν μικρολογίαν ἔχειν ἀναγκάζεται ἅπερ ἔχει νῦν· ὡς εἴ γε κατὰ τοὺς ἀποστολικοὺς πάντα ἔπραττον νόμους, πρόσοδον αὐτῆς εἶναι ἐχρῆν τὴν ὑμετέραν γνώμην, ὃ καὶ ταμιεῖον ἀσφαλὲς ἂν ἦν καὶ ἀνάλωτος θησαυρός. Νῦν δὲ ὅταν ὑμεῖς μὲν θησαυρίζητε ἐπὶ τῆς γῆς, καὶ πάντα ἐν τοῖς ταμιείοις ἀποκλείητε τοῖς ὑμετέροις, αὕτη δὲ ἀναγκάζηται δαπανᾷν χηρῶν συλλόγοις, παρθένων χοροῖς, ξένων ἐπιδημίαις, ἀποδημούντων ταλαιπωρίαις, δεσμωτῶν συμφοραῖς, ἀῤῥωστούντων καὶ λελωβημένων ἀνάγκαις, ἑτέραις τοιαύταις προφάσεσι, τί δεῖ ποιεῖν; ἀποστρέφεσθαι τούτους ἅπαντας, καὶ τοσούτους προσχῶσαι λιμένας; καὶ τίς ἂν τοῖς γινομένοις ναυαγίοις ἀρκέσειε; τοῖς ὀδυρμοῖς, τοῖς θρήνοις, ταῖς οἰμωγαῖς ταῖς πανταχόθεν φερομέναις; Μὴ τοίνυν ἁπλῶς τὸ ἐπιὸν φθεγγώμεθα. Νῦν μὲν γὰρ, ὅπερ ἔφθην εἰπὼν, καὶ τὰς εὐθύνας παρασχεῖν ὑμῖν ἕτοιμοι· εἰ δὲ καὶ τοὐναντίον ἦν, καὶ διεφθαρμένους εἴχετε διδασκάλους καὶ πάντα ἁρπάζοντας καὶ πλεονεκτοῦντας, οὐδὲ οὕτως ὑμῖν ἀπολογία ἡ ἐκείνων πονηρία ἦν. Ὁ γὰρ φιλάνθρωπος καὶ πάνσοφος, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ πάντα ὁρῶν, καὶ εἰδὼς ὅτι συμβαίνει πολλοὺς ἐν τῷ μακρῷ χρόνῳ καὶ τῇ τοσαύτῃ οἰκουμένῃ ἱερέας γενέσθαι διεφθαρμένους· ἵνα μὴ ἡ τῶν ἀρχομένων ῥᾳθυμία ἐπιτείνηται διὰ τῆς ἐκείνων ὀλιγωρίας, πᾶσαν ἀναιρῶν ἀπολογίαν ῥᾳθυμίας, Ἐπὶ τῆς καθέδρας Μωϋσέως, φησὶν, ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· δεικνὺς ὅτι κἂν διδάσκαλον ἔχῃς φαῦλον, οὐδέν σε τοῦτο ὀνῆσαι δυνήσεται, ἂν μὴ προσέχῃς τοῖς λεγομένοις. Οὐ γὰρ ἀφ' ὧν ὁ διδάσκαλος ἔπραξεν, ἀλλὰ ἀφ' ὧν ἀκούσας παρήκουσας, ἀπὸ τούτων σοι φέρει τὰς ψήφους ὁ Θεός. Ὥστε ἐὰν μὲν ποιῇς τὰ ἐπιτεταγμένα, μετὰ πολλῆς τότε στήσῃ τῆς παῤῥησίας· ἂν δὲ παρακούσῃς τῶν λεγομένων, κἂν μυρίους ἱερέας διεφθαρμένους δείξῃς, οὐδέν σου τοῦτο προστήσεται. Ἐπεὶ καὶ Ἰούδας ἀπόστολος ἦν, ἀλλ' ὅμως οὐδὲν τοῦτο ὑπὲρ τῶν ἱεροσύλων καὶ φιλαργύρων ἀπολογήσεταί ποτε. Οὐδὲ δυνήσεταί τις ἐγκαλούμενος λέγειν ὅτι, Καὶ γὰρ ὁ ἀπόστολος κλέπτης ἦν καὶ ἱερόσυλος καὶ προδότης· ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἡμᾶς τιμωρήσεται καὶ κατακρινεῖ, ὅτι μηδὲ τοῖς ἑτέρων κακοῖς ἐσωφρονίσθημεν. Διὰ γὰρ τοῦτο καὶ ἀναγέγραπται ἐκεῖνα, ἵνα φύγωμεν ἐκείνων τὸν ζῆλον. Διὸ τὸν δεῖνα καὶ τὸν δεῖνα ἀφέντες, ἡμεῖς ἑαυτοῖς προσέχωμεν· ἕκαστος γὰρ ἡμῶν ὑπὲρ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Ἵν' οὖν τὸν λόγον τοῦτον μετὰ καλῆς παράσχωμεν ἀπολογίας, τὸν ἑαυτῶν ῥυθμίσωμεν βίον, καὶ δαψιλῆ τὴν χεῖρα ἐκτείνωμεν τοῖς δεομένοις, εἰδότες ὅτι αὕτη μόνη ἡμῖν ἐστιν ἀπολογία, τὸ δεῖξαι ἡμᾶς αὐτοὺς κατωρθωκότας τὰ ἐπιτεταγμένα, ἑτέρα δὲ οὐδεμία. Κἂν ταύτην δυνηθῶμεν παρασχεῖν, τὰς ἀφορήτους ἐκείνας ὀδύνας τῆς γεέννης διαφευξόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
