# In epistulam i ad Corinthios (homiliae 1-44) 7.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/7.1-4

Μὴ γάρ μοι ταύτην εἴπῃς τὴν δημώδη καὶ ἀγοραῖον, καὶ νόσον μᾶλλον ἢ ἀγάπην οὖσαν, ἀλλὰ ταύτην ἣν ὁ Παῦλος ἐπιζητεῖ, τὴν τὸ συμφέρον τῶν ἀγαπωμένων σκοποῦσαν, καὶ ὄψει ὅτι πατέρων οὗτοι φιλοστοργότεροι. Καὶ ὥσπερ οἱ χρήματα φιλοῦντες οὐκ ἂν ἕλοιντο δαπανῆσαι χρήματα, ἀλλ' ἥδιον ἂν ἐν στενοχωρίᾳ γενέσθαι, ἢ ἐκεῖνα ἰδεῖν ἐλαττούμενα· οὕτω καὶ ὁ πρός τινα ἡδέως ἔχων, μυρία ἂν ἕλοιτο παθεῖν, ἢ τὸν ἀγαπώμενον καταβλαπτόμενον ἰδεῖν. Πῶς οὖν, φησὶ, τὸν Ἰωσὴφ ἡ Αἰγυπτία φιλοῦσα, καθυβρίσαι ἠθέλησεν; Ὅτι ταύτην ἐφίλει τὴν ἀγάπην τὴν διαβολικήν. Ὁ μέντοι Ἰωσὴφ οὐ ταύτην, ἀλλ' ἣν ὁ Παῦλος ζητεῖ. Ἐννόησον οὖν ὅσης ἀγάπης αὐτοῦ τὰ ῥήματα ἦν, καὶ τὰ πράγματα ἃ ἐκείνη ἔλεγε· Καθύβρισόν με καὶ ποίησον μοιχαλίδα, καὶ τὸν ἄνδρα ἀδίκησον, καὶ τὴν οἰκίαν ἀνάτρεψον ἅπασαν, καὶ σαυτὸν τῆς πρὸς τὸν Θεὸν ἔκβαλε παῤῥησίας· ἅπερ οὐ μόνον ἐκεῖνον, ἀλλ' οὐδὲ ἑαυτὴν φιλούσης ἦν. Οὗτος δὲ ἐπειδὴ γνησίως ἐφίλει, τούτων πάντων ἀπῆγε. Καὶ ἵνα μάθῃς ὅτι αὐτῆς ἐκήδετο, ἐκ τῆς παραινέσεως αὐτὸ κατάμαθε. Οὐ γὰρ ἀπώσατο μόνον αὐτὴν, ἀλλὰ καὶ παραίνεσιν εἰσήγαγε πᾶσαν δυναμένην σβέσαι πυράν. Εἰ γὰρ ὁ κύριός μου, φησὶν, οὐ γινώσκει δι' ἐμὲ οὐδὲν τῶν ἐν τῷ οἴκῳ αὐτοῦ. Εὐθέως αὐτὴν ἀνέμνησε τοῦ ἀνδρὸς, ἵνα ἐντρέψῃ. Καὶ οὐκ εἶπεν, Ὁ ἀνήρ σου, ἀλλ' Ὁ κύριός μου, ὃ μᾶλλον ἱκανὸν ἦν αὐτὴν κατασχεῖν, καὶ πεῖσαι ἐννοῆσαι τίς οὖσα τίνος ἐρᾷ, ὅτι δέσποινα οὖσα, δούλου. Εἰ γὰρ ἐκεῖνος κύριος, καὶ σὺ κυρία. Αἰσχύνθητι τοίνυν τὴν πρὸς τὸν δοῦλον ὁμιλίαν, καὶ ἐννόησον τίνος οὖσα γυνὴ, τίνι βούλει συμπλακῆναι, καὶ περὶ τίνα ἀχάριστος γίνῃ καὶ ἀγνώμων, καὶ ὅτι ἐγὼ πλείονα αὐτῷ ἀπονέμω εὔνοιαν. Καὶ ὅρα πῶς ἐπαίρει αὐτοῦ τὰς εὐεργεσίας. Ἐπειδὴ γὰρ οὐδὲν τῶν ὑψηλῶν ἐννοῆσαι ἠδύνατο ἡ βάρβαρος ἐκείνη καὶ ἀκόλαστος, ἀπὸ τῶν ἀνθρωπίνων αὐτὴν ἐντρέπει λέγων· Οὐ γινώσκει δι' ἐμὲ οὐδέν· τουτέστιν, Εὐεργετεῖ με μεγάλα, καὶ οὐ δύναμαι τὸν προστάτην ἐν τοῖς κυρίοις πλῆξαι. Ἐμὲ δεύτερον ἐποίησε δεσπότην τῆς οἰκίας, καὶ, Οὐδεὶς ὑπεξῄρηταί μου, πλὴν σοῦ. Ἐνταῦθα ἐπαίρει αὐτῆς τὸ φρόνημα, ἵνα κἂν οὕτως αἰσχυνθῆναι παρασκευάσῃ, καὶ δείξῃ μεγάλην οὖσαν τὴν τιμήν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν ὄνομα ἱκανὸν αὐτὴν κατασχεῖν, λέγων· Διὰ τό σε γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο; Ἀλλὰ τί λέγεις; ὅτι οὐ πάρεστιν ὁ ἀνὴρ, οὐδὲ οἶδεν ὅτι ἀδικεῖται; Ἀλλ' ὁ Θεὸς ἐπόψεται. Ἀλλ' οὐκ ἐκέρδανεν οὐδὲν ἀπὸ τῆς συμβουλῆς ἐκείνη, ἀλλ' ἐπεσπάσατο αὐτόν. Τὴν γὰρ οἰκείαν μανίαν πληρῶσαι βουλομένη, οὐ φιλοῦσα τὸν Ἰωσὴφ, ταῦτα ἔπραττε· καὶ δῆλον ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Καὶ γὰρ δικαστήριον καθίζει, καὶ κατηγορίαν εἰσάγει, καὶ τὰ ψευδῆ καταμαρτυρεῖ, καὶ ἐκδίδωσι θηρίῳ τὸν οὐδὲν ἠδικηκότα, καὶ εἰς δεσμωτήριον ἐμβάλλει· μᾶλλον δὲ, τό γε αὐτῆς μέρος, καὶ ἀνεῖλεν· οὕτω τὸν δικαστὴν καθώπλισε. Τί οὖν; ἆρα καὶ Ἰωσὴφ τοιοῦτος; Τοὐναντίον μὲν οὖν ἅπαν· οὔτε γὰρ ἀντεῖπεν, οὔτε κατηγόρησε τῆς γυναικός. Ἠπιστήθη γὰρ ἂν, φησί. Καὶ μὴν σφόδρα ἐφιλεῖτο, καὶ δῆλον οὐκ ἀπὸ τῆς ἀρχῆς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τέλους. Εἰ γὰρ μὴ σφόδρα αὐτὸν βάρβαρος ἐκεῖνος ἐφίλει, κἂν ἀπέκτεινε σιγῶντα καὶ οὐδὲν ἀντιλέγοντα. Καὶ γὰρ Αἰγύπτιος ἦν, καὶ ἄρχων, καὶ περὶ εὐνὴν ἠδικημένος, ὡς ἐνόμιζε, καὶ παρὰ οἰκέτου, καὶ οἰκέτου τοιαῦτα εὐεργετηθέντος. Ἀλλ' ἐνίκησε ταῦτα πάντα ὁ πόθος καὶ ἡ χάρις, ἣν ὁ Θεὸς αὐτοῦ κατέχεε. Μετὰ δὲ τῆς χάριτος καὶ τῆς ἀγάπης ταύτης καὶ τεκμήρια εἶχεν οὐ μικρὰ, εἰ δικαιολογεῖσθαι ἐβούλετο, αὐτὰ τὰ ἱμάτια. Εἰ γὰρ αὐτὴ ἦν ἡ βιασθεῖσα, τὸν χιτῶνα αὐτῆς περιεῤῥῆχθαι ἔδει, τὴν ὄψιν κατεσπαράχθαι, οὐ τὰ ἐκείνου κατέχειν ἱμάτια. Ἀλλ' ἤκουσε, φησὶν, ὅτι ὕψωσα τὴν φωνὴν, καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ, ἀπῆλθε. Τίνος οὖν ἕνεκεν καὶ ἀπέδυσας; τί γὰρ παθούσῃ βίαν ἀγαπητὸν ἦν; Τὸ ἀπαλλαγῆναι τοῦ ἐνοχλοῦντος. Ἐγὼ δὲ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἐκ τῶν μετὰ ταῦτα δεῖξαι δυνήσομαι αὐτοῦ τὴν εὔνοιαν καὶ τὴν ἀγάπην. Καὶ γὰρ ὅτε εἰς ἀνάγκην ἐνέπεσε τοῦ τὴν αἰτίαν εἰπεῖν τοῦ δεσμωτηρίου καὶ τῆς ἐκεῖ διατριβῆς, οὐδὲ τότε ἐξεῖπε τὸ δρᾶμα, ἀλλὰ τί φησι; Καὶ ἐγὼ οὐκ ἐποίησα οὐδὲν, ἀλλὰ κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ οὐδαμοῦ μέμνηται τῆς μοιχαλίδος, οὐδὲ καλλωπίζεται ἐπὶ τῷ πράγματι, ὃ πᾶς τις οὖν ἂν ἔπαθεν, εἰ καὶ μὴ φιλοτιμίας ἕνεκεν, ἀλλ' ὥστε μὴ δόξαι πονηρᾶς ἕνεκεν αἰτίας εἰς τὸ οἴκημα ἐμβεβλῆσθαι ἐκεῖνο. Εἰ γὰρ καὶ ἁμαρτάνοντες ἄνθρωποι, οὐδὲ οὕτως ἀπέχονται τοῦ ταῦτα ἐγκαλεῖν, καίτοι γε αἰσχύνην τοῦ πράγματος φέροντος, πῶς οὐκ ἄξιον θαυμάσοι ἐκεῖνον, ὅτι καὶ καθαρὸς ὢν οὐκ εἶπε τὸν ἔρωτα τῆς γυναικὸς, οὐδὲ ἐξεπόμπευσε τὴν ἁμαρτίαν, οὐδὲ ἡνίκα ἐπὶ τὸν θρόνον ἀνέβη καὶ τῆς Αἰγύπτου πάσης ἐγένετο βασιλεὺς, ἐμνησικάκησε τῇ γυναικὶ, οὐδὲ ἀπῄτησε δίκην;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
