# In epistulam i ad Corinthios (homiliae 1-44) 7.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/7.1-6

Τοῦτον καὶ ὁ Χριστὸς τῆς νίκης τὸν τρόπον ἐν τοῖς Εὐαγγελίοις νενικηκέναι φησὶν, οὕτω λέγων· Ὅταν δήσῃ τὸν ἰσχυρὸν, τότε καὶ τὰ σκεύη αὐτοῦ διαρπάσει. Ἐπεὶ εἰ μὴ τοῦτο γένοιτο, οὐδὲ νίκη σαφὴς ἂν εἴη. Ὥσπερ γὰρ ἐπὶ τοῦ θανάτου τῆς ψυχῆς ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, καὶ οὐκ ἂν εἴποιμεν τοῦτο νίκην εἶναι· ἐκεῖνος γάρ ἐστιν ὁ νενικηκὼς, οὐχ ὁ μὴ προσθεὶς τοῖς κακοῖς, ἀλλ' ὁ τὴν ἤδη γεγενημένην τῶν παθῶν αἰχμαλωσίαν διαλύσας· οὕτω δὴ καὶ ἐνταῦθα, οὐ τὸ στῆναι τὸν θάνατον ἐπινεμόμενον τὰ σώματα φαίην ἂν εἶναι νίκην λαμπρὰν, ἀλλὰ τὸ τὰ κατασχεθέντα ἤδη παρ' αὐτοῦ ἀποσπασθῆναι. Εἰ δὲ ἔτι φιλονεικοῖεν καὶ λέγοιεν περὶ τοῦ ψυχικοῦ θανάτου ταῦτα εἰρῆσθαι, πῶς ἔσχατος καταργεῖται οὗτος; καὶ γὰρ ἐφ' ἑκάστῳ βαπτιζομένῳ κατηργήθη τέλειον. Ἂν μέν τοι περὶ σώματος λέγῃς, ἔχει χώραν τὸ εἰρημένον, οἷον ὅτι ἔσχατος καταργεῖται. Εἰ δέ τις ἀποροίη τίνος ἕνεκεν περὶ ἀναστάσεως διαλεγόμενος, οὐ παρήγαγεν εἰς μέσον τὰ ἀναστάντα σώματα ἐπὶ τοῦ Κυρίου, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἦν τοῦτο ὑπὲρ τῆς ἀναστάσεως εἰπεῖν. Τὸ γὰρ τοὺς ἀναστάντας δεῖξαι πάλιν ἀποθνήσκοντας, οὐκ ἦν ἀποδεικνύντος ὅτι εἰς τέλος καταργεῖται ὁ θάνατος. Διὰ γὰρ τοῦτο καὶ ἔσχατον αὐτὸν εἶπε καταργεῖσθαι, ἵνα μηκέτι ὑποπτεύσῃς αὐτὸν ἀνίστασθαι. Τῆς γὰρ κακίας ἀναιρεθείσης, πολλῷ μᾶλλον ὁ θάνατος παύσεται. Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τῆς πηγῆς ξηραινομένης, τὸν ἐξ αὐτῆς συνεστάναι ποταμὸν, καὶ τῆς ῥίζης ἀφανιζομένης, τὸν καρπὸν μένειν. Ἐπεὶ οὖν ἐν τῇ τελευταίᾳ ἡμέρᾳ οἱ ἐχθροὶ καταργοῦνται τοῦ Θεοῦ μετὰ τοῦ θανάτου καὶ τοῦ διαβόλου καὶ τῶν δαιμόνων, μὴ ἀσχάλλωμεν ἐπὶ τοῖς εὐημεροῦσιν ἐχθροῖς τοῦ Θεοῦ. Οἱ γὰρ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες, ὡσεὶ καπνὸς ἐξέλιπον. Ὅταν ἴδῃς τινὰ ἐχθρὸν τοῦ Θεοῦ πλουτοῦντα, δορυφορούμενον, κόλακας ἔχοντα πολλοὺς, μὴ καταπέσῃς, ἀλλὰ στέναξον, δάκρυσον, παρακάλεσον τὸν Θεὸν, ὥστε αὐτὸν εἰς τοὺς φίλους κατατάξαι· καὶ ὅσῳ ἂν εὖ πράττῃ ἐχθρὸς ὢν, τοσούτῳ αὐτὸν μᾶλλον πένθησον. Τοὺς γὰρ ἁμαρτωλοὺς ἀεὶ μὲν θρηνεῖν δεῖ, μάλιστα δὲ ὅταν καὶ πλούτου καὶ πολλῆς ἀπολαύωσιν εὐημερίας, καθάπερ τοὺς νοσοῦντας, ὅταν γαστρίζωνται καὶ μεθύωσιν. Ἀλλ' εἰσί τινες, οἳ καὶ τούτων ἀκούοντες τῶν ῥημάτων, οὕτως ἀθλίως διάκεινται, ὡς στενάζειν ἐφ' ἑαυτοῖς πικρὸν καὶ λέγειν, ὅτι Δακρύων ἄξιος ἐγὼ ὁ μηδὲν ἔχων. Καλῶς εἶπες, Ὁ μηδὲν ἔχων, οὐκ ἐπειδὴ οὐκ ἔχεις ἅπερ ἐκεῖνος, ἀλλ' ἐπειδὴ μακαριστὸν τὸ πρᾶγμα νομίζεις· διὸ καὶ μυρίων ἄξιος ἂν εἴης θρήνων. Καὶ γὰρ εἴ τις ἐν ὑγείᾳ ζῶν μακαρίζοι τὸν ἀῤῥωστοῦντα καὶ ἐν μαλακῇ στρωμνῇ κατακείμενον, ἐκείνου πολλῷ ταλαιπωρότερος καὶ ἀθλιώτερος οὗτος, ὅτι τῶν οἰκείων ἀγαθῶν οὐδεμίαν αἴσθησιν ἔχει. Ὃ δὴ καὶ ἐπὶ τούτων ἔστιν ἰδεῖν συμβαῖνον· ὅθεν καὶ ὁ βίος ἡμῶν ἅπας συγκέχυται καὶ τετάρακται. Ταῦτα γὰρ τὰ ῥήματα μυρίους ἀπώλεσε, καὶ τῷ διαβόλῳ προέδωκε, καὶ τῶν λιμῷ τηκομένων ἐλεεινοτέρους ἐποίησεν. Ὅτι γὰρ οἱ τοῦ πλείονος ἐφιέμενοι, οὗτοι καὶ τῶν προσαιτούντων εἰσὶν ἀθλιώτεροι, ἅτε καὶ μείζονι καὶ δριμυτέρᾳ ἀθυμίᾳ τούτων κατεχόμενοι, δῆλον ἐντεῦθεν. Αὐχμὸς κατέλαβέ ποτε τὴν πόλιν τὴν ἡμετέραν, καὶ πάντες ἔτρεμον ὑπὲρ τῶν ἐσχάτων, καὶ τὸν Θεὸν παρεκάλουν λῦσαι τουτὶ τὸ δέος· καὶ ἦν ἰδεῖν τότε τὸ ὑπὸ Μωϋσέως εἰρημένον, χαλκοῦν τὸν οὐρανὸν γεγενημένον, καὶ θάνατον τῶν ἁπάντων θανάτων χαλεπώτερον καθ' ἑκάστην προσδοκώμενον τὴν ἡμέραν. Ἀλλ' ὕστερον, δόξαν τῷ φιλανθρώπῳ Θεῷ, παρ' ἐλπίδα ἅπασαν πολὺς κατεφέρετο καὶ ἄπειρος ἄνωθεν ὑετὸς, καὶ πάντες ἐν πανηγύρει καὶ ἑορτῇ λοιπὸν, ἅτε ἐξ αὐτῶν ἀναβάντες τῶν τοῦ θανάτου πυλῶν. Ἀλλ' ἐν τοσούτοις ἀγαθοῖς καὶ τῇ κοινῇ πάντων εὐφροσύνῃ, τῶν ζαπλουτούντων τις τούτων στυγνὸς καὶ κατηφὴς, ἀποτεθνηκὼς ὑπὸ τῆς ἀθυμίας περιῄει, καὶ πολλῶν τὴν αἰτίαν πυνθανομένων, δι' ἣν ἐν τῇ κοινῇ πάντων ἀνθρώπων ἡδονῇ μόνος ἀλγεῖ, οὐδὲ κατασχεῖν ἔνδον ἴσχυσε τὸ χαλεπὸν τοῦτο πάθος, ἀλλ' ὑπὸ τῆς τυραννίδος τοῦ νοσήματος κεντούμενος, εἰς μέσον ἐξήνεγκε τὴν αἰτίαν· Μυρία γὰρ μέτρα σίτου κεκτημένος, φησὶν, οὐκ ἔχω πῶς διάθωμαι ταῦτα λοιπόν. Ἆρ' οὖν τοῦτον μακαριοῦμεν, εἰπέ μοι, ὑπὲρ τούτων τῶν ῥημάτων, ὑπὲρ ὧν καταλεύεσθαι αὐτὸν ἔδει, τὸν θηρίου παντὸς ὠμότερον, τὸν κοινὸν ἐχθρόν; Τί λέγεις, ἄνθρωπε; ἀλγεῖς ὅτι μὴ πάντες ἀπώλοντο, ἵνα σὺ συναγάγῃς χρυσίον; οὐκ ἤκουσας τί φησιν ὁ Σολομῶν, Ὁ τιμιουλκῶν σῖτον, δημοκατάρατος; ἀλλὰ περιέρχῃ κοινὸς ἐχθρὸς τῶν τῆς οἰκουμένης ἀγαθῶν, καὶ τῇ φιλοτιμίᾳ τοῦ Δεσπότου τῆς οἰκουμένης πολέμιος, καὶ τοῦ μαμωνᾶ φίλος, μᾶλλον δὲ δοῦλος; Οὐ γὰρ ἐκκοπῆναι τὴν γλῶτταν ἐκείνην ἔδει; οὐ γὰρ σβεσθῆναι τὴν καρδίαν τὴν ταῦτα τεκοῦσαν τὰ ῥήματα;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
