# In epistulam i ad Corinthios (homiliae 1-44) 7.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/7.1

Καὶ γὰρ εἰ καὶ δέκα ἐτῶν μόνον, οὐ λέγω χρόνου τοσούτου, καὶ εἰ ἀνθρώπων ὀλίγων, οὐ λέγω τῆς οἰκουμένης ἁπάσης, ὑπὸ συνηθείας προκατειλημμένων ἐπῆλθον οὗτοι, καὶ οὕτω δύσκολος ἦν ἡ μετάστασις· νυνὶ δὲ καὶ σοφισταὶ καὶ ῥήτορες καὶ πατέρες καὶ πάπποι καὶ ἐπίπαπποι, καὶ πολλοὶ τῶν τούτων ἀνωτέρω, τῇ πλάνῃ ἦσαν προκατειλημμένοι, καὶ γῆ καὶ θάλαττα καὶ ὄρη καὶ νάπαι, καὶ βαρβάρων πάντα τὰ γένη καὶ Ἑλλήνων δῆμοι πάντες, καὶ σοφοὶ καὶ ἰδιῶται, καὶ ἄρχοντες καὶ ἀρχόμενοι, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ νέοι καὶ γέροντες, καὶ δεσπόται καὶ οἰκέται, καὶ γηπόνοι καὶ δημιουργοὶ, καὶ οἱ τὰς πόλεις καὶ οἱ τὰς χώρας οἰκοῦντες ἅπαντες. Καὶ εἰκὸς ἦν τοὺς κατηχουμένους λέγειν· Τί ποτε τοῦτό ἐστι; πάντες οἱ τὴν οἰκουμένην οἰκοῦντες ἠπάτηνται, καὶ σοφισταὶ καὶ ῥήτορες, καὶ φιλόσοφοι καὶ συγγραφεῖς, οἵ τε παρόντες οἵ τε πρὸ τούτου γενόμενοι, οἱ περὶ Πυθαγόραν καὶ Πλάτωνα, καὶ στρατηγοὶ καὶ ὕπατοι καὶ βασιλεῖς, καὶ οἱ τῶν πόλεων ἐξ ἀρχῆς πολῖται καὶ οἰκισταὶ, καὶ βάρβαροι καὶ Ἕλληνες; καὶ οἱ δώδεκα ἁλιεῖς καὶ σκηνοποιοὶ καὶ τελῶναι πάντων ἐκείνων εἰσὶ σοφώτεροι; καὶ τίς ἂν ταῦτα ἀνάσχοιτο; Ἀλλ' ὅμως οὐκ εἶπον ταῦτα, οὐκ ἐνενόησαν, ἀλλ' ἠνέσχοντο, καὶ ἔγνωσαν ὅτι πάντων ἦσαν σοφώτεροι· διὸ καὶ πάντων ἐκράτησαν. Καὶ ἵνα μάθῃς πόση τῆς συνηθείας ἐστὶν ἡ ἰσχὺς, τῶν τοῦ Θεοῦ προσταγμάτων πολλάκις ἐκράτησε. Καὶ τί λέγω, προσταγμάτων; αὐτῶν μὲν οὖν τῶν εὐεργεσιῶν. Καὶ γὰρ οἱ Ἰουδαῖοι μάννα ἔχοντες, σκόροδα ἐζήτουν, καὶ ἐλευθερίας ἀπολαύοντες, τῆς δουλείας ἐμέμνηντο, καὶ Αἴγυπτον συνεχῶς ἐπεζήτουν διὰ τὴν συνήθειαν. Οὕτως ἡ συνήθεια τυραννικόν. Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἔξωθεν αὐτὴν μαθεῖν, λέγεται Πλάτων, καίτοι γε ἀκριβῶς εἰδὼς ὅτι πλάνη τις ἦν τὰ περὶ θεῶν, καὶ ταῖς ἑορταῖς καὶ τοῖς ἄλλοις ἅπασι συγκαταβῆναι, ἅτε οὐ κατισχύων συνηθείᾳ πολεμῆσαι, καὶ ἔργῳ παρὰ τοῦ διδασκάλου τοῦτο μαθών. Καὶ γὰρ οὗτος ὑποπτευθεὶς ἐπὶ καινοτομίᾳ τινὶ τοιαύτῃ, τοσοῦτον ἀπέσχε τοῦ κατορθῶσαι ὅπερ ἐβούλετο, ὅτι καὶ τοῦ ζῇν ἐξέπεσε, καὶ ταῦτα ἀπολογησάμενος. Πόσους δὲ καὶ νῦν ὁρῶμεν ἀνθρώπους ἀπὸ προλήψεως κατεχομένους ἐν ἀσεβείᾳ, καὶ εὔλογον μὲν οὐδὲν ἔχοντας εἰπεῖν, ἐπειδὰν ἐγκαλοῖντο Ἕλληνες ὄντες, πατέρας δὲ καὶ πάππους καὶ ἐπιπάππους προβαλλομένους; Διὰ δὴ τοῦτο καί τινες τῶν ἔξωθεν, δευτέραν φύσιν τὴν συνήθειαν ἐκάλεσαν. Ὅταν δὲ καὶ ἐν δόγμασιν ἡ συνήθεια ᾖ, βεβαιοτέρα γίνεται· πάντα γάρ τις εὐκολώτερον ἀμείψειεν, ἢ τὰ περὶ θρησκείας. Καὶ τὸ αἰσχύνεσθαι δὲ μετὰ τῆς συνηθείας ἱκανὸν ἦν ἐμποδίσαι, καὶ τὸ δοκεῖν ἐν ἐσχάτῳ γήρᾳ μεταμαθεῖν, καὶ παρὰ τῶν ἀσυνετωτέρων. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ ψυχῆς ταῦτα συμβαίνει, ὅπου γε καὶ ἐπὶ σώματος μεγάλην ἔχει τὴν ἰσχὺν ἡ συνήθεια; Ἐπὶ δὲ τῶν ἀποστόλων καὶ ἕτερον ἦν δυνατώτερον τούτων ἐμπόδισμα, τὸ μὴ μόνον συνήθειαν ἀμείβειν οὕτω παλαιὰν καὶ ἀρχαίαν, ἀλλὰ καὶ μετὰ κινδύνων τὴν μετάστασιν ποιεῖσθαι. Οὐ γὰρ ἁπλῶς ἀπὸ συνηθείας εἰς συνήθειαν εἷλκον, ἀλλ' ἀπὸ συνηθείας ἄδειαν ἐχούσης εἰς πράγματα κινδύνους ἀποτελοῦντα. Τὸν γὰρ πιστεύοντα ἔδει εὐθέως δημεύεσθαι, ἐλαύνεσθαι, πατρίδος ἐκπίπτειν, τὰ ἔσχατα πάσχειν δεινὰ, παρὰ πάντων μισεῖσθαι, κοινὸν εἶναι πολέμιον καὶ ἰδίοις καὶ ἀλλοτρίοις. Ὥστε εἰ καὶ ἐπὶ συνήθειαν ἐκάλουν ἀπὸ καινοτομίας, καὶ οὕτω δύσκολον τὸ πρᾶγμα ἦν· ὅπου δὲ ἀπὸ συνηθείας ἐπὶ καινοτομίαν, καὶ ταῦτα προσῆν τὰ δεινὰ, ἐννόησον πόσον ἦν τὸ ἐμπόδισμα. Καὶ τῶν εἰρημένων δὲ πάλιν ἕτερον οὐκ ἔλαττον προσέκειτο τούτοις τὸ ποιοῦν δύσκολον τὴν μετάστασιν. Μετὰ γὰρ τῆς συνηθείας καὶ τῶν κινδύνων, καὶ ταῦτα τὰ ἐπιτάγματα φορτικώτερα ἦν, καὶ ὧν ἀπῆγον, ῥᾴδιά τε καὶ εὔκολα. Ἀπὸ γὰρ πορνείας ἐπὶ σωφροσύνην ἐκάλουν, ἀπὸ μέθης ἐπὶ νηστείαν, ἀπὸ γέλωτος ἐπὶ δάκρυα καὶ κατάνυξιν, ἀπὸ πλεονεξίας ἐπὶ ἀκτημοσύνην, ἀπὸ φιλοζωΐας ἐπὶ θανάτους, ἀπὸ ἀδείας ἐπὶ κινδύνους· καὶ τὴν ἐσχάτην διὰ πάντων ἀπῄτουν ἀκρίβειαν· Αἰσχρότης γὰρ, φησὶ, καὶ μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Καὶ ταῦτα ἔλεγον τοῖς οὐδὲν ἄλλο εἰδόσιν, ἢ μεθύειν καὶ γαστρίζεσθαι, τοῖς ἑορτὰς ἐπιτελοῦσιν οὐδαμόθεν ἄλλοθεν συνεστώσας ἢ ἀπὸ αἰσχρότητος καὶ γέλωτος καὶ κωμῳδίας ἁπάσης. Ὥστε οὐ τῷ φιλοσοφία εἶναι τὰ πράγματα, φορτικὰ ἦν τὰ λεγόμενα μόνον, ἀλλὰ καὶ τῷ ἀνθρώποις λέγεσθαι ἐν ἀδείᾳ τραφεῖσι καὶ αἰσχρότητι καὶ μωρολογίᾳ καὶ γέλωτι καὶ κώμοις. Τίς γὰρ τῶν ἐν ἐκείνοις βεβιωκότων ἀκούων, ὅτι Ἐὰν μή τις ἄρῃ ἑαυτοῦ τὸν σταυρὸν, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· καὶ, ὅτι Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν, καὶ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, οὐκ ἂν ἐνάρκησε; Τίς δὲ ἀκούων, ὅτι Ἐὰν μή τις ἀποτάξηται καὶ οἰκίᾳ καὶ πατρίδι καὶ χρήμασιν, οὐκ ἔστι μου ἄξιος, οὐκ ἂν ὤκνησεν, οὐκ ἂν ἀπηγόρευσεν; Ἀλλ' ὅμως οὐ μόνον οὐκ ἐνάρκων, οὐδὲ ἀνεδύοντο ταῦτα ἀκούοντες, ἀλλὰ προσέτρεχον καὶ ἐπεπήδων τοῖς δεινοῖς, καὶ ἥρπαζον τὰ ἐπιττατόμενα. Τὸ δὲ ἀκούειν, ὅτι Παντὸς ῥήματος ἀργοῦ δώσομεν εὐθύνας· καὶ, Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυ μῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ὀφθεῖσαν· καὶ, Ὁ ὀργισθεὶς εἰκῆ, εἰς γέενναν πεσεῖται, τίνα οὐκ ἂν τῶν τότε ἀπεσόβησεν; Ἀλλ' ὅμως πάντες ἐπέδραμον, καὶ πολλοὶ καὶ ὑπὲρ τὰ σκάμματα ἥλλοντο. Τί οὖν αὐτοὺς ἐπήγετο; οὐκ εὔδηλον ὅτι ἡ δύναμις τοῦ κηρυττομένου; Εἰ γὰρ μὴ τοῦτο ἦν, τοὐναντίον δὲ ἦν, ἐκεῖνοι μὲν οὗτοι, οὗτοι δὲ ἦσαν ἐκεῖνοι, ἆρ' ἂν εὔκολον ἦν ἔχειν καὶ ἑλκῦσαι τοὺς ἐναντιουμένους; Οὐκ ἔστιν εἰπεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
