# In epistulam i ad Corinthios (homiliae 1-44) 7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/7

Τοιοῦτος καὶ ὁ μακάριος ἦν Ἰώβ. Καὶ γὰρ Ἡ θύρα μου, φησὶ, παντὶ ἐλθόντι ἠνέῳκτο. Ἐγὼ ἤμην ὀφθαλμὸς τυφλῶν, ποῦς δὲ χωλῶν· ἐγὼ ἤμην πατὴρ ἀδυνάτων· ἔξω δὲ οὐκ ηὐλίζετο ξένος· ἀδύνατοι δὲ, ἤν ποτε χρείαν εἶχον, οὐκ ἀπέτυχον, οὐδὲ εἴασα ἐξελθεῖν ἀδύνατον τὴν θύραν μου κόλπῳ κενῷ. Καὶ πολλῷ πλείονα δὲ τούτων, ἵνα μὴ πάντα καταλέγωμεν νῦν, διετέλει πράττων, εἰς τοὺς δεομένους ἅπαντα τὸν πλοῦτον καταναλίσκων. Βούλει καὶ τοὺς οὐ παρὰ Θεοῦ γινομένους πλουσίους ἰδεῖν, ἵνα μάθῃς πῶς κέχρηνται τῷ πλούτῳ; Ὅρα τὸν ἐπὶ τοῦ Λαζάρου, τὸν οὐδὲ τῶν ψιχίων μεταδιδόντα· ὅρα τὸν Ἀχαὰβ τὸν καὶ τὸν ἀμπελῶνα ἁρπάζοντα· ὅρα τὸν Γιεζῆ, ὅρα τοὺς τοιούτους ἅπαντας. Οἱ μὲν γὰρ δικαίως κεκτημένοι, ἅτε παρὰ τοῦ Θεοῦ λαβόντες, εἰς τὰ τοῦ Θεοῦ προστάγματα ἀναλίσκουσιν· οἱ δὲ ἐν τῷ κτᾶσθαι προσκρούσαντες τῷ Θεῷ, καὶ ἐν τῷ δαπανᾷν τὸ αὐτὸ ποιοῦσιν, εἰς πόρνας καὶ παρασίτους ἀναλίσκοντες, ἢ κατορύττοντες καὶ ἀποκλείοντες, εἰς πτωχὸν δὲ οὐδὲν δαπανῶντες. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ Θεὸς ἀφίησι πλουτεῖν τοὺς τοιούτους; Ὅτι μακρόθυμός ἐστιν, ὅτι βούλεται ἡμᾶς εἰς μετάνοιαν ἀγαγεῖν, ὅτι γέενναν ἡτοίμασεν, ὅτι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην. Εἰ δὲ εὐθέως τοὺς πλουτοῦντας κακῶς ἐκόλαζεν, οὐκ ἂν ὁ Ζακχαῖος ἔσχε προθεσμίαν μετανοίας, ὥστε καὶ τετραπλασίονα ἀποδοῦναι, ἅπερ ἥρπασε, καὶ τὰ ἡμίση προσθεῖναι τῶν ἑαυτοῦ· οὐκ ἂν ὁ Ματθαῖος μεταβαλέσθαι καὶ γενέσθαι ἀπόστολος, προαναρπαγεὶς τοῦ προσήκοντος καιροῦ· οὐκ ἂν ἕτεροι πολλοὶ τοιοῦτοι. Διὰ ταῦτα ἀνέχεται εἰς μετάνοιαν καλῶν ἅπαντας. Εἰ δὲ μὴ βούλοιντο, ἀλλὰ τοῖς αὐτοῖς ἐπιμένοιεν, ἀκούσονται τοῦ Παύλου λέγοντος, ὅτι Κατὰ τὴν σκληρότητα αὐτῶν καὶ ἀμετανόητον καρδίαν θησαυρίζουσιν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ· ἥντινα ὀργὴν ἵνα φύγωμεν, πλουτῶμεν τὸν τοῦ οὐρανοῦ πλοῦτον, καὶ τὴν ἐπαινετὴν διώκωμεν πενίαν. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
