Ancient Greek
Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 8.1-5
Not analysed yet
Εἶδες πῶς οὐκ ἀφίησιν ἀνθρώπους εἶναι τοὺς ἀνθρώπους τὸ χρυσίον, ἀλλὰ θηρία καὶ δαίμονας; Τί γὰρ ἂν τούτου γένοιτ' ἂν ἐλεεινότερον τοῦ πλουσίου, τοῦ καθ' ἑκάστην ἡμέραν εὐχομένου γενέσθαι λιμὸν ἵνα αὐτῷ γένηται χρυσίον; Καὶ γὰρ εἰς τοὐναντίον αὐτῷ τὸ πάθος περιίσταται λοιπόν· οὐδὲ γὰρ χαίρει τῇ ἀφθονίᾳ τῆς τῶν καρπῶν κτήσεως, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ἀλγεῖ λοιπὸν, ὅτι ἄπειρα κέκτηται. Καίτοι τὸν πολλὰ κεκτημένον χαίρειν ἔδει· οὗτος δὲ δι' αὐτὸ τοῦτο ἀθυμεῖ. Ὁρᾷς ὅτι, ὅπερ ἔλεγον, οὐ τοσαύτην ἀπὸ τῶν παρόντων καρποῦνται τὴν ἡδονὴν οἱ πλουτοῦντες, ὅσην ἀπὸ τῶν μηδέπω προσγεγενημένων ὑπομένουσι τὴν ἀθυμίαν; Ὁ γὰρ σίτου μυριάδας ἀπείρους κεκτημένος τοῦ πεινῶντος μᾶλλον ἤλγει καὶ ἔστενε· καὶ ὁ μὲν τὴν ἀναγκαίαν ἔχων τροφὴν ἐστεφανοῦτο καὶ ἐσκίρτα καὶ ηὐχαρίστει τῷ Θεῷ· ὁ δὲ τοσοῦτον κεκτημένος ἐδυσχέραινε καὶ ἀπολωλέναι ἐνόμιζεν. Οὐκ ἄρα περιουσία ἐστὶν ἡ τὴν ἡδονὴν ποιοῦσα, ἀλλὰ γνώμη φιλόσοφος· ὡς ταύτης ἄνευ, κἂν τὰ πάντα τις λαβὼν ἔχῃ, ὡς πάντων ἐστερημένος οὕτω διακείσεται καὶ θρηνήσει. Ἐπεὶ καὶ οὗτος, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, εἰ καὶ τοσαύτης ἀπέδοτο τιμῆς ἅπερ εἶχεν, ὅσης ἐβούλετο, πάλιν ἂν ἤλγησεν ὅτι μὴ πλείονος, καὶ εἰ πλείονος ἴσχυσε, πάλιν ἂν ἑτέραν ἐζήτησεν ὑπερβολὴν, καὶ εἰ τὸ μέδιμνον ἑνὸς χρυσίου διέθετο, κἀνταῦθα διεκόπτετο πάλιν ὑπὸ τῆς ἀθυμίας, ὅτι μὴ τὸ ἡμιμέδιμνον τοσούτου ἦν. Εἰ δὲ μὴ παρὰ τὴν ἀρχὴν τοσούτου ἡ τιμὴ, μὴ θαυμάσῃς· ἐπεὶ καὶ οἱ μεθύοντες οὐκ ἐξ ἀρχῆς ἐμπίπρανται, ἀλλ' ὅταν πολλοῦ τοῦ ἀκράτου ἐμφορηθῶσι, τότε χαλεπωτέραν ἀνάπτουσι τὴν φλόγα. Καὶ οὗτοι τοίνυν ὅσῳ ἂν πλείονα περιβάλωνται, τοσούτῳ ἐν μείζονι ἐνδείᾳ καθίστανται, καὶ οἱ πλείονα κερδαίνοντες, αὐτοὶ μάλιστά εἰσιν οἱ πενόμενοι. Ταῦτα δέ μοι οὐ πρὸς τοῦτον εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ἕκαστον τῶν τὰ τοιαῦτα νοσούντων, καὶ τὴν τῶν ὠνίων τιμὴν ἐπιτεινόντων, καὶ τῶν πλησίον τὴν πενίαν πραγματευομένων. Φιλανθρωπίας μὲν γὰρ οὐδεὶς οὐδαμοῦ λόγος· πανταχοῦ δὲ ὁ τῆς πλεονεξίας ἔρως ἐπὶ τοῦ καιροῦ τῆς πράσεως πολλοὺς ἐξάγει, καὶ σῖτον καὶ οἶνον ὁ μὲν θᾶττον, ὁ δὲ βραδύτερον ἀπέδοτο, οὐδέτερος μέντοι ἀπὸ κηδεμονίας, ἀλλ' ὁ μὲν, ἵνα πλείονα λάβῃ, ὁ δὲ ἵνα μὴ ἐλάττω, τραπέντος αὐτοῦ τοῦ καρποῦ. Ἐπειδὴ γὰρ οἱ πλείους οὐ πολὺν τῶν τοῦ Θεοῦ νόμων ποιούμενοι λόγον, πάντα ἔνδον κατακλείσαντες ἔχουσιν, ἑτέρως αὐτοὺς εἰς φιλανθρωπίαν ἐξάγων ὁ Θεὸς, ἵνα κἂν ἀνάγκῃ τι ποιήσωσι χρηστὸν, μείζονος ζημίας ἐνέβαλε δέος, οὐκ ἀφιεὶς εἰς πολὺν διαρκεῖν χρόνον τῆς γῆς τοὺς καρποὺς, ἵνα κἂν τὴν ἀπὸ τῆς φθορᾶς δεδοικότες βλάβην, προθῶσι τοῖς δεομένοις καὶ ἄκοντες, ἅπερ οἴκοι κατορύξαντες τηροῦσι κακῶς. Ἀλλὰ γὰρ καὶ μετὰ ταῦτα οὕτω τινές εἰσιν ἄπληστοι, ὡς μηδὲ ἐντεῦθεν παιδεύεσθαι. Πολλοὶ γοῦν καὶ πίθους ὁλοκλήρους ἐκένωσαν, πένητι μὲν οὐδὲ κύαθον δόντες, οὐδὲ ἀργυρίου τοῖς δεομένοις, ὀξίνην δὲ γινόμενον εἰς τὴν γῆν ῥίψαντες ἅπαντα, καὶ τοὺς πίθους αὑτῶν προσδιαφθείραντες τῷ καρπῷ. Ἕτεροι δὲ πάλιν οὐδὲ μάζης μιᾶς τῷ πεινῶντι μεταδόντες, ὁλόκληρα σιτοδοχεῖα εἰς ποταμὸν ἔῤῥιψαν· καὶ ἐπειδὴ τοῦ Θεοῦ κελεύοντος διδόναι τοῖς δεομένοις οὐκ ἤκουσαν, τοῦ σητὸς ἐπιτάττοντος καὶ ἄκοντες τὸ ἔνδον ἅπαν ἐξήντλησαν εἰς ἀπώλειαν καὶ φθορὰν ἐσχάτην, πολὺν μὲν τὸν γέλωτα, πολλὰς δὲ τὰς ἀρὰς κατὰ τῆς ἑαυτῶν κεφαλῆς μετὰ τῆς ζημίας ἐπισπασάμενοι ταύτης. Καὶ τὰ μὲν ἐνταῦθα, τοιαῦτα· τὰ δὲ ἐκεῖ τίς παραστήσει λόγος; Ὥσπερ γὰρ οὗτοι τὸν σητόβρωτον ἐνταῦθα σῖτον ἄχρηστον γενόμενον εἰς ποταμοὺς ῥίπτουσιν, οὕτω τοὺς ταῦτα ἐργασαμένους δι' αὐτὸ τοῦτο ἀχρήστους γενομένους εἰς τὸν τοῦ πυρὸς ῥίπτει ποταμὸν ὁ Θεός. Καθάπερ γὰρ τὸν σῖτον ὁ σὴς καὶ ὁ σκώληξ, οὕτω τὰς τούτων ψυχὰς ἡ ὠμότης καὶ ἡ ἀπανθρωπία διέφαγε. Τούτων δὲ αἴτιον τὸ τοῖς παροῦσι προσηλῶσθαι, καὶ πρὸς τὴν ζωὴν ταύτην κεχηνέναι μόνον· ὅθεν καὶ μυρίας ἀθυμίας μεστοὶ γίνονται οἱ τοιοῦτοι. Κἂν γὰρ ὁτιοῦν εἴπῃς ἡδὺ, πάντα ἱκανός ἐστιν ἀφανίσαι τῆς τελευτῆς ὁ φόβος, καὶ τέθνηκεν ὁ τοιοῦτος ἔτι ζῶν. Καὶ τὸ μὲν τοὺς ἀπίστους ταῦτα πάσχειν, θαυμαστὸν οὐδέν· ὅταν δὲ οἱ τοσούτων μυστηρίων ἀπολελαυκότες, καὶ τοσαῦτα περὶ τῶν μελλόντων φιλοσοφήσαντες, τοῖς παροῦσιν ἐμφιλοχωρῶσι, τίνος ἂν εἶεν ἄξιοι συγγνώμης; Πόθεν οὖν γίνεται τὸ τοῖς παροῦσιν ἐμφιλοχωρεῖν; Ἀπὸ τοῦ τρυφῇ προσέχειν, καὶ λιπαίνειν τὴν σάρκα, καὶ θρύπτειν τὴν ψυχὴν, καὶ βαρὺ τὸ φορτίον ἐργάζεσθαι καὶ πολὺ τὸ σκότος καὶ παχὺ τὸ παραπέτασμα. Ἐν γὰρ τῇ τρυφῇ τὸ μὲν κρεῖττον δουλοῦται, τὸ δὲ χεῖρον κρατεῖ· καὶ τὸ μὲν τυφλοῦται πάντοθεν καὶ σύρεται πεπηρωμένον, τὸ δὲ ἄγει καὶ περιάγει πανταχοῦ, ἐν τῇ τῶν ἀγομένων ὀφεῖλον κεῖσθαι τάξει. Καὶ γὰρ πολὺς ὁ σύνδεσμος τῆς ψυχῆς πρὸς τὸ σῶμα, τοῦτο τοῦ Δημιουργοῦ μηχανησαμένου, ἵνα μὴ ὡς ἀλλότριον αὐτὸ πείθωσί τινες μισεῖν.