# In epistulam i ad Corinthios (homiliae 1-44) 9.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44), Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-corinthios-homiliae-1-44/9.1-2

Ὁ μὲν γὰρ Θεὸς τοὺς ἐχθροὺς ἐκέλευσε φιλεῖν· ὁ δὲ διάβολος τοσοῦτον ἴσχυσεν, ὡς καὶ τὸ οἰκεῖον σῶμα πεῖσαί τινας μισεῖν. Ὅταν γὰρ εἴπῃ, ὅτι τοῦ διαβόλου ἐστὶν, οὐδὲν ἄλλο κατασκευάζει, ἢ τοῦτο· ὅπερ ἐσχάτης ληρωδίας ἐστίν. Εἰ γὰρ τοῦ διαβόλου ἐστὶ, τίς ἡ τοσαύτη συμφωνία, ὡς ἐπιτήδειον αὐτὸ πάντοθεν εἰς τὰς τῆς φιλοσόφου ψυχῆς ἐνεργείας κατασκευάσαι; Καὶ εἰ ἐπιτήδειον, φησὶ, πῶς αὐτὴν τυφλοῖ; Οὐχὶ τὸ σῶμά ἐστι τὸ τυφλοῦν τὴν ψυχὴν, ἄπαγε, ἄνθρωπε, ἀλλ' ἡ τρυφή. Τῆς δὲ τρυφῆς πόθεν ἐφιέμεθα; Οὐ παρὰ τὸ σῶμα ἔχειν, οὐδαμῶς, ἀλλὰ παρὰ προαίρεσιν πονηράν. Τὸ γὰρ σῶμα τροφῆς δεῖται, οὐ τρυφῆς, τὸ σῶμα τοῦ τρέφεσθαι χρῄζει, οὐχὶ τοῦ διακόπτεσθαι καὶ διαῤῥεῖν. Οὐδὲ γὰρ ψυχῇ μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ σώματι τῷ τρεφομένῳ πολέμιον ἡ τρυφή. Καὶ γὰρ ἀσθενέστερον ἀντὶ ἰσχυροῦ γίνεται, καὶ μαλακώτερον ἀντὶ στεῤῥοῦ, καὶ ἐπίνοσον ἀντὶ ὑγιεινοῦ, καὶ βαρύτερον ἀντὶ κούφου, καὶ ἀραιότερον ἀντὶ πυκνοῦ, καὶ αἰσχρὸν ἀντὶ ὡραίου, καὶ δυσωδέστερον ἀντὶ εὐώδους, καὶ ἀκάθαρτον ἀντὶ καθαροῦ, καὶ περιώδυνον ἀντὶ ἀνειμένου, καὶ ἄχρηστον ἀντὶ χρησίμου, καὶ παλαιὸν ἀντὶ νέου, καὶ σαθρὸν ἀντὶ ἰσχυροῦ, καὶ βραδὺ καὶ νωθρὸν ἀντὶ ταχέος, καὶ χωλὸν ἀντὶ ἀρτίου. Καίτοι εἰ τοῦ διαβόλου ἦν, οὐκ ἐχρῆν ὑπὸ τῶν αὐτοῦ παραβλάπτεσθαι, τῆς κακίας λέγω. Ἀλλ' οὔτε τὸ σῶμα, οὔτε τὰ σιτία, τοῦ διαβόλου, ἀλλ' ἡ τρυφὴ μόνη. Διὰ γὰρ ταύτης τὰ μυρία ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀνύει κακά· οὕτω δῆμον ὁλόκληρον ἐξετραχήλισεν· Ἐλιπάνθη γὰρ, φησὶ, καὶ ἐπαχύνθη, καὶ ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ Σοδόμοις δὲ ἐντεῦθεν ἡ ἀρχὴ τῶν κεραυνῶν ἐκείνων ἐγένετο. Καὶ τοῦτο δηλῶν ὁ Ἰεζεκιὴλ ἔλεγε· Πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων, ἐν ὑπερηφανίᾳ καὶ ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίαις ἐσπατάλων. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε. Τί δήποτε; Ὅτι ὥσπερ τάφον τὸ σῶμα περιφέρει μυρίοις συνδεδεμένον κακοῖς. Εἰ δὲ τὸ σῶμα οὕτως ἀπόλλυται, πῶς ἡ ψυχὴ διακείσεται, πόσου θορύβου, πόσων κυμάτων, πόσης ζάλης ἀνάπλεως ἔσται; Διά τοι τοῦτο πρὸς πάντα ἄχρηστος γίνεται καὶ οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαι, οὔτε βουλεύσασθαι, οὔτε τι πρᾶξαι τῶν δεόντων ῥᾳδίως δυνήσεται· ἀλλ' ὥσπερ κυβερνήτης, χειμῶνος κρατήσαντος τῆς τέχνης, αὐτῷ τῷ πλοίῳ καὶ τοῖς ἐπιβάταις ὑποβρύχιος γίνεται· οὕτω καὶ ἡ ψυχὴ μετὰ τοῦ σώματος εἰς τὴν χαλεπὴν τῆς ἀναισθησίας καταποντίζεται ἄβυσσον. Καὶ γὰρ καθάπερ μύλην τινὰ τὴν γαστέρα ἡμῖν ἐνέθηκεν ὁ Θεὸς, σύμμετρον αὐτῇ δύναμιν δοὺς, καὶ τάξας μέτρον ῥητὸν, ὅπερ αὐτὴν ἀλεῖν δεῖ καθ' ἑκάστην ἡμέραν. Ἂν οὖν τις ἐπιβάλῃ πλείονα, ἀκατέργαστα γενόμενα τῷ παντὶ λυμαίνεται. Ἐντεῦθεν νόσοι καὶ ἀσθένειαι καὶ ἀμορφίαι· καὶ γὰρ οὐκ ἐπίνοσον μόνον, ἀλλὰ καὶ αἰσχρὰν ποιεῖ ἡ τρυφὴ τὴν καλήν. Ὅταν γὰρ ἐρεύγηται συνεχῶς ἀηδῆ, καὶ σεσηπότος οἴνου πνέῃ, καὶ πλέον τοῦ δέοντος ἐρυθαίνηται, καὶ τὸν προσήκοντα γυναικὶ ῥυθμὸν διαφθείρῃ, καὶ τὴν εὐκοσμίαν ἀπολέσῃ πᾶσαν, καὶ πλαδαρὰ μὲν ἡ σὰρξ γίνηται, ὕφαιμοι δὲ καὶ διατεταμέναι αἱ βλεφαρίδες, καὶ πάχος πλέον τοῦ δέοντος, καὶ πολυσαρκία περιττή· ἐννόησον πόση γίνεται ἐντεῦθεν ἀηδία. Ἐγὼ δὲ καὶ ἰατρῶν ἤκουσα λεγόντων, ὅτι πολλοὺς καὶ πρὸς ὕψος ἀναδραμεῖν ἡ τρυφὴ μάλιστα ἐκώλυσε. Τοῦ γὰρ πνεύματος ἐγκοπτομένου τῷ πλήθει τῶν καταβαλλομένων καὶ περὶ τὴν τούτων ἐργασίαν ἀσχολουμένου, ὅπερ εἰς αὔξησιν ἔδει προχωρεῖν, τοῦτο δαπανᾶται εἰς τὴν τῶν περιττῶν ἐργασίαν. Τί ἄν τις εἴποι τὰς ποδαλγίας, τὸ ῥεῦμα τὸ πανταχοῦ πλανώμενον, τὰς ἄλλας νόσους τὰς ἐντεῦθεν, τὴν βδελυρίαν ἅπασαν; Οὐδὲν γὰρ οὕτως ἀηδὲς, ὡς γυνὴ πολλὰ σιτουμένη. Διὰ τοῦτο ἐν ταῖς πενομέναις πλείονα τὴν εὐμορφίαν ἴδοι τις ἂν, τῶν περιττωμάτων ἀναλισκομένων καὶ οὐχὶ προσπεπλασμένων αὐταῖς, πηλοῦ τινος περιττοῦ δίκην, εἰκῆ καὶ μάτην. Ἡ γὰρ καθημερινὴ γυμνασία καὶ οἱ πόνοι καὶ αἱ ταλαιπωρίαι καὶ ἡ σύμμετρος τράπεζα καὶ ἡ λιτὴ δίαιτα πολλὴν μὲν αὐταῖς τὴν εὐεξίαν, πολλὴν δὲ ἐντεῦθεν καὶ τὴν ὥραν παρέχουσιν. Εἰ δὲ τὴν ἡδονὴν τῆς τρυφῆς λέγοις, μέχρι τῆς φάρυγγος αὐτὴν εὑρήσεις μόνον. Ὁμοῦ τε γὰρ τὴν γλῶτταν παρῆλθε καὶ ἀπέπτη, πολλὰς ἐναφιεῖσα τὰς ἀηδίας. Μὴ γάρ μοι κατακειμένους μόνον τοὺς τρυφῶντας ἴδῃς, ἀλλ' ὅταν αὐτοὺς ἀναστάντας ἴδῃς, τότε παρακολούθησον, καὶ ὄψει θηρίων μᾶλλον καὶ ἀλόγων, ἢ ἀνθρώπων σώματα. Ὄψει γὰρ καρηβαροῦντας, διατεινομένους, συνδεδεμένους, κλίνης δεομένους καὶ στρωμνῆς καὶ ἡσυχίας πολλῆς, καὶ καθάπερ ἐν κλυδωνίῳ πολλῷ ταραττομένους, καὶ τῶν διασωζόντων δεομένους, καὶ ἐπιθυμοῦντας τῆς καταστάσεως ἐκείνης, ἐν ᾗ πρὶν ἢ διαῤῥαγῆναι ἦσαν. Καθάπερ γὰρ αἱ κύουσαι τῶν γυναικῶν, οὕτω βαρούμενοι τὰς γαστέρας περιφέρονται, καὶ μόλις ἐπιβαίνουσι, καὶ μόλις βλέπουσι, καὶ μόλις φθέγγονται, καὶ πάντα μόλις. Ἂν δὲ μικρὸν αὐτοὺς τύχῃ καταδαρθεῖν, ὀνείρατα πάλιν ἄτοπα καὶ μυρίων γέμοντα φαντασιῶν ὁρῶσι. Τί ἄν τις εἴποι τὴν ἑτέραν τούτων μανίαν, τὴν τῶν ἀφροδισίων λέγω; Καὶ γὰρ καὶ αὕτη τὰς πηγὰς ἐντεῦθεν ἔχει· καὶ καθάπερ ἵπποι θηλυμανεῖς, οὕτω τῷ οἴστρῳ τῆς μέθης κεντούμενοι, πᾶσιν ἐπιπηδῶσιν, ἀλογώτερον καὶ μανικώτερον ἐκείνων σκιρτῶντες, καὶ πολλὰ ἕτερα ἀσχημονοῦντες, ἃ μηδὲ εἰπεῖν θέμις. Οὐδὲ γὰρ ἴσασι λοιπὸν οὔτε ἃ πάσχουσιν, οὔτε ἃ πράττουσιν. Ἀλλ' οὐχ ὁ μὴ τρυφῶν, τοιοῦτος· ἀλλ' ἐν λιμένι κάθηται τὰ ἑτέρων ὁρῶν ναυάγια, καὶ ἡδονῆς ἀπολαύει καθαρᾶς καὶ διαρκοῦς, τὴν ἐλευθέρῳ προσήκουσαν ζωὴν μετιών. Ταῦτ' οὖν εἰδότες, φύγωμεν τὰ πονηρὰ τῆς τρυφῆς συμπόσια, καὶ λιτῆς ἀντεχώμεθα τραπέζης, ἵνα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα εὖ διακείμενοι, πᾶσάν τε ἐργασώμεθα ἀρετὴν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg156.local001/.
