Ancient Greek · ~18 min
Τὸ πνεῦμα μὴ σβέννυτε· προφητείας μὴ ἐξουθενεῖτε. Πάντα δὲ δοκιμάζετε· τὸ καλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 1.1-11
Not analysed yet
Ἀχλύς τις παχεῖα καὶ ζόφος καὶ νεφέλη κατακέχυται τῆς γῆς ἁπάσης· καὶ τοῦτο δηλῶν ὁ Ἀπόστολος ἔλεγεν· Ἦμεν γάρ ποτε σκότος· καὶ πάλιν, Ὑμεῖς, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ. Ἐπεὶ οὖν νύξ ἐστιν, ὡς εἰπεῖν, ἀσέληνος, καὶ ἐν ταύτῃ τῇ νυκτὶ βαδίζομεν, ἔδωκεν ἡμῖν λαμπάδα φαιδρὰν ὁ Θεὸς, τοῦ Πνεύματος τοῦ ἁγίου τὴν χάριν ἀνάψας ἐν ταῖς ἡμετέραις ψυχαῖς. Ἀλλὰ τοῦτο τὸ φῶς οἱ μὲν δεξάμενοι λαμπρότερον εἰργάσαντο καὶ φαιδρὸν, οἷον ὡς Παῦλος, ὡς Πέτρος, ὡς οἱ ἅγιοι πάντες ἐκεῖνοι· οἱ δὲ καὶ ἔσβεσαν, ὡς αἱ πέντε παρθένοι, ὡς ἐκεῖνοι οἱ περὶ τὴν πίστιν ναυαγήσαντες, ὡς ὁ ἐν Κορίνθῳ πεπορνευκὼς, ὡς Γαλάται παρατραπέντες. Διὰ τοῦτο ὁ Παῦλος νῦν φησι, Τὸ πνεῦμα μὴ σβέννυτε, τουτέστι, τὸ χάρισμα· οὕτω γὰρ αὐτῷ καλεῖν ἔθος τὸ χάρισμα τοῦ Πνεύματος. Σβέννυσι δὲ αὐτὸ βίος ἀκάθαρτος. Καθάπερ γάρ τις ἐπὶ τοῦ λυχνιαίου τούτου φωτὸς, ὕδωρ κατασκεδάσας, ἢ χοῦν, ἔσβεσε τὸ φῶς, καὶ εἰ μηδὲν τούτων, ἀλλά γε τὸ ἔλαιον ἐξελών· οὕτω καὶ ἐπὶ τοῦ χαρίσματος· ἄν τε γὰρ γήϊνα καὶ τῶν διαῤῥεόντων πραγμάτων κατασκεδάσῃς φροντίδας, ἔσβεσας τὸ πνεῦμα· ἄν τε σὺ μηδὲν ἐργάσῃ τοιοῦτον, ἑτέρωθεν δέ ποθεν πειρασμὸς ἐπελθὼν προσβάλῃ σφοδρῶς, καθάπερ τι πνεῦμα, καὶ μὴ σφοδρὰ ᾖ ἡ φλὸξ, ἢ πολὺ τὸ ἔλαιον ἔχουσα, ἢ τὴν ὀπὴν μὴ ἐμφράξῃς, ἢ τὴν θύραν μὴ προσκλείσῃς, πάντα ἀπόλωλε. Τί δέ ἐστιν ἡ ὀπή; Ὥσπερ ἐπὶ τοῦ λύχνου, οὕτω καὶ ἐφ' ἡμῶν, ὀπή ἐστιν ὀφθαλμὸς καὶ ἀκοή. Μὴ ἀφῇς ταύταις προσπίπτειν πνεῦμα σφοδρὸν πονηρίας, ἐπεὶ ἔσβεσε τὸν λύχνον, ἀλλ' ἀπόφραξον τῷ φόβῳ τοῦ Θεοῦ. Θύρα τὸ στόμα ἐστί· κλεῖσον, πρόσκλεισον, ἵνα καὶ τὸ φῶς παρέχῃ, καὶ ἀποκρούηται τὴν ἔξωθεν προσβολήν. Οἷον, ὕβρισέ σέ τις; ἐλοιδόρησε; σὺ κλεῖσον τὸ στόμα· ἂν γὰρ ἀνοίξῃς, ἐῤῥίπισας τὸν ἄνεμον. Οὐχ ὁρᾷς ἐν ταῖς οἰκίαις, ὅταν καταντικρὺ καὶ ἐπ' εὐθείας δύο θύραι στήκωσι, καὶ σφοδρὸς ἄνεμος ᾖ, πῶς, ἂν τὴν ἑτέραν κλείσῃς καὶ ἀντίπνοια μὴ γένηται, οὐδὲν ἴσχυσεν ὁ ἄνεμος, ἀλλὰ τὸ πολὺ τῆς ἰσχύος ὑποτέμνεται; Οὕτω καὶ νῦν, δύο εἰσὶ θύραι, τὸ στόμα τὸ σὸν, καὶ τὸ τοῦ ὑβρίζοντός σε καὶ ἐμπαροινοῦντος· ἂν ἀποκλείσῃς τὸ σὸν καὶ μὴ δῷς ἀντίπνοιαν, ἔσβεσας ὅλον τὸ πνεῦμα· ἂν δὲ ἀνοίξῃς, ἀκάθεκτον γίνεται. Μὴ τοίνυν αὐτὸ σβεννύωμεν. Ἔστι δὲ πολλάκις καὶ μηδενὸς ἐπικειμένου σβεσθῆναι τὴν φλόγα· ὅταν τὸ ἔλαιον ἐκλίπῃ, ὅταν ἐλεημοσύνην μὴ ποιῶμεν, σβέννυται τὸ πνεῦμα. Καὶ γὰρ ἀπὸ ἐλεημοσύνης τῆς τοῦ Θεοῦ ἦλθε πρὸς σέ· εἶτα τὸν καρπὸν τοῦτον ὁρᾷ μὴ ὄντα παρὰ σοὶ, καὶ ἀφίπταται· οὐ μένει γὰρ παρὰ ψυχῇ ἀνελεήμονι. Σβεσθέντος δὲ τοῦ πνεύματος, τὰ λοιπὰ ἴστε ὅσοι ἐν ἀσελήνῳ νυκτὶ ἐβαδίσατε. Εἰ δὲ τὴν ἀπὸ γῆς εἰς γῆν ὁδὸν βαδίζειν δυσχερὲς ἐν νυκτὶ, τὴν ἀπὸ γῆς εἰς οὐρανὸν φέρουσαν πῶς ἀσφαλές; Οὐκ ἴστε πόσοι δαίμονες ἐν τῷ διαστήματι τούτῳ, πόσα θηρία, πόσα πνευματικὰ τῆς πονηρίας; Ἂν μὲν οὖν ἐκεῖνο τὸ φῶς ἔχωμεν, οὐδὲν ἡμᾶς βλάψαι δυνήσονται· ἂν δὲ σβέσωμεν αὐτὸ, ταχέως ἡμᾶς ἁλίσκουσι, ταχέως πάντα τὰ ἡμῶν ἐκφοροῦσιν· ἐπεὶ καὶ οἱ λῃσταὶ πρότερον τὴν λαμπάδα σβέσαντες, τότε λῃστεύουσιν. Ἐκεῖνοι μὲν γὰρ ὁρῶσιν ἐν τῷ σκότει τούτῳ, ἐπειδὴ τὰ τοῦ σκότους πράττουσιν· ἡμεῖς δὲ ἀήθεις ἐσμὲν ἐκείνου τοῦ φωτός. Μὴ τοίνυν σβέσωμεν αὐτό. Πᾶσα πονηρὰ πρᾶξις σβέννυσι τοῦτο τὸ φῶς, καὶ λοιδορία, καὶ ὕβρις, καὶ ὅπερ ἂν εἴπῃς. Καθάπερ γὰρ ἐπὶ τοῦ πυρὸς πᾶν τὸ ἀλλότριον αὐτοῦ ἀναιρετικὸν αὐτοῦ ἐστιν, ἐκεῖνο δὲ ἀνάπτει αὐτὸ, ὅπερ αὐτοῦ συγγενές ἐστιν· οὕτω καὶ ἐπὶ τοῦ φωτὸς τούτου, εἴ τι ξηρὸν, εἴ τι θερμὸν, εἴ τι διάπυρον, ἀνάπτει τὴν φλόγα τοῦ πνεύματος. Μηδὲν οὖν ψυχρὸν, μηδὲν ὑγρὸν ἐπιφέρωμεν· ταῦτα γὰρ τούτου ἀναιρετικά. Ἔστι δὲ καὶ ἄλλη ἐξήγησις. Πολλοὶ παρ' αὐτοῖς, οἱ μὲν προεφήτευον ἀληθῶς, οἱ δὲ ἐψεύδοντο. Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶ, διακρίσεις πνευμάτων διὰ τοῦτο δεδωκέναι. Μιαρὸς γὰρ ὢν ὁ διάβολος, ἠθέλησε διὰ τοῦ χαρίσματος τούτου τὸ πᾶν ἀνατρέψαι τῆς Ἐκκλησίας. Ἐπειδὴ γὰρ ἀμφότεροι περὶ μελλόντων προὔλεγον, καὶ ὁ δαίμων καὶ τὸ πνεῦμα, ἀλλ' ὁ μὲν ψευδόμενος, τὸ δὲ ἀληθεῦον, καὶ οὐδαμόθεν ἦν ἑκατέρου τεκμήριον λαβεῖν, ἀλλ' ἀνευθύνως ἑκάτεροι ἔλεγον, ὡς ὁ Ἱερεμίας καὶ ὁ Ἰεζεκιήλ· ἀλλ' ἐλθόντος τοῦ καιροῦ ἠλέγχθησαν, ἔδωκε καὶ διακρίσεις πνευμάτων. Ἐπεὶ οὖν καὶ τότε παρὰ Θεσσαλονικεῦσι πολλοὶ προεφήτευον, οὓς καὶ ἀλλαχοῦ αἰνίττεται λέγων, Μὴ θροεῖσθε μήτε διὰ λόγου, μήτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου· εἰπὼν, Τὸ πνεῦμα μὴ σβέννυτε, προσέθηκεν εὐκαίρως, καὶ τὰ ἑξῆς, Προφητείας, λέγων, μὴ ἐξουθενεῖτε. Ὃ οὖν ἐνταῦθα δηλοῦν βούλεται, τοῦτό ἐστι· Μὴ ἐπειδή τινες ψευδοπροφῆται παρ' ὑμῖν εἰσι, δι' ἐκείνους καὶ τούτους κωλύσητε καὶ ἀποστραφῆτε αὐτούς· μὴ σβέννυτε αὐτούς· τουτέστι, προφητείας μὴ ἐξουθενεῖτε.