Ancient Greek
Τὸ λοιπὸν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ' ἡμῶν τὸ πῶς δεῖ περιπατεῖν ὑμᾶς, καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον. Οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστι θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 2.1-5
Not analysed yet
Καλῶς εἶπε, Μὴ ὑπερβαίνειν· καὶ γὰρ ἑκάστῳ ὁ Θεὸς ἀπένειμε γυναῖκα, καὶ ὅρους ἔθηκε τῇ φύσει, τὴν μίξιν ἐκείνην τὴν πρὸς τὴν μίαν. Ὥστε ἡ πρὸς τὴν ἑτέραν παράβασίς ἐστι καὶ λῃστεία καὶ πλεονεξία· μᾶλλον δὲ πάσης λῃστείας χαλεπωτέρα. Οὐ γὰρ οὕτως ἀλγοῦμεν, τῶν χρημάτων ἡμῖν ἐκφορουμένων, ὡς τοῦ γάμου διορυττομένου. Ἀδελφὸν καλεῖς, καὶ πλεονεκτεῖς, καὶ ἐν οἷς οὐ χρή; Ἐνταῦθα περὶ μοιχείας φησίν· ἀνωτέρω δὲ καὶ περὶ πορνείας πάσης. Ἐπειδὴ γὰρ ἔμελλε λέγειν μὴ ὑπερβαίνειν μηδὲ πλεονεκτεῖν τὸν ἀδελφὸν, προλαβὼν μὴ νομίσῃς, φησὶν, ὅτι ἐπὶ τῶν ἀδελφῶν μόνον ταῦτά φημι, ἀλλ' οὐδὲ τὰς ἑτέρων γυναῖκας, οὐδὲ τὰς ἁπλῶς ἀνάνδρους καὶ κοινὰς ἔχειν χρή. Πάσης πορνείας ἀπέχεσθαι δεῖ· διό φησι, Διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων. Παρεκάλεσε πρῶτον, ἐνέτρεψεν εἰπὼν, Καθάπερ καὶ τὰ ἔθνη· εἶτα ἀπὸ λογισμῶν τὸ ἄτοπον ἔδειξε. Τοῦτο δὲ ἦν τὸ, Πλεονεκτεῖν τὸν ἀδελφόν. Ἐπάγει λοιπὸν τὸ κεφάλαιον· διό φησιν, Ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. Οὐδὲ γὰρ ἀτιμωρητὶ ταῦτα πράξομεν, οὐδὲ τοσαύτης ἀπολαύσομεν ἡδονῆς, ὅσην ὑποστησόμεθα κόλασιν. Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ' ἐν ἁγιασμῷ. Ἐπειδὴ εἶπε, Τὸν ἀδελφὸν, καὶ ἐπήγαγεν, ὅτι ὁ Θεὸς ἐκδικεῖ, δεικνὺς ὅτι κἂν ἄπιστος τοῦτο πάθῃ, τιμωρίαν ὁ πεποιηκὼς δώσει, οὕτως εἶπεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἐκεῖνον ἐκδικῶν τιμωρεῖταί σε, ἀλλ' ἐπειδὴ εἰς αὐτὸν ὕβρισας· αὐτός σε ἐκάλεσε, τὸν καλέσαντα ὕβρισας. Διὰ τοῦτο ἐπήγαγε· Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ εἰς ἡμᾶς. Ὥστε κἂν τὴν βασιλίδα διαφθείρῃς, φησὶ, κἂν τὴν δούλην τὴν σὴν ὕπανδρον οὖσαν, ὅμοιον τὸ ἔγκλημα. Διὰ τί; Ὅτι οὐ τὰ ἀδικούμενα ἐκδικεῖ πρόσωπα, ἀλλ' ἑαυτόν· σὺ γὰρ ὁμοίως ἐμολύνθης, ὁμοίως τὸν Θεὸν ὕβρισας. Καὶ γὰρ καὶ τοῦτο κἀκεῖνο μοιχεία, ἐπειδὴ καὶ τοῦτο κἀκεῖνο γάμος· κἂν μὴ μοιχεύσῃς, πορνεύσῃς δὲ, καίτοι οὐκ ἔχει ἄνδρα ἡ πόρνη, ἀλλ' ὅμως ὁ Θεὸς ἐκδικεῖ, ἐπειδὴ ἑαυτὸν ἐκδικεῖ. Οὐ γὰρ οὕτως ἐκείνου καταφρονῶν τοῦτο ποιεῖς, ὡς τοῦ Θεοῦ· καὶ δῆλον ἐκεῖθεν. Ἐκεῖνον μὲν γὰρ καὶ λανθάνων ποιεῖς, τὸν δὲ Θεὸν ὁρῶντα οὐ προσποιῇ. Εἰπὲ γάρ μοι, εἴ τις ἁλουργίδος ἀξιωθεὶς παρὰ τοῦ βασιλέως, καὶ μυρίας ἑτέρας τιμῆς, καὶ κελευσθεὶς ἀξίως ζῇν τῆς τιμῆς, ἀπελθών τινι προσφθαρείη γυναικὶ, τίνα ὕβρισεν; ἐκείνην, ἢ τὸν βασιλέα τὸν δεδωκότα; Ὕβρισται μὲν κἀκείνη, ἀλλ' οὐχ ὁμοίως. Διὸ, παρακαλῶ, φυλαττώμεθα τὴν ἁμαρτίαν ταύτην. Καθάπερ γὰρ ἡμεῖς τὰς γυναῖκας κολάζομεν, ὅταν ἡμῖν συνοικοῦσαι ἑτέροις ἑαυτὰς δῶσιν· οὕτω καὶ ἡμεῖς κολαζόμεθα, κἂν μὴ ὑπὸ τῶν νόμων Ῥωμαίων, ἀλλ' ὑπὸ τοῦ Θεοῦ. Καὶ γὰρ καὶ τοῦτο μοιχεία ἐστί. Μοιχεία γὰρ οὐ μόνον τὸ ἑτέρῳ συνεζευγμένην μοιχᾶσθαι, ἀλλὰ καὶ τὸ δεδεμένον αὐτὸν γυναικί. Πρόσεχε ἀκριβῶς ᾧ λέγω· εἰ γὰρ καὶ φορτικὸν πολλοῖς τὸ λεγόμενον, ἀλλ' ἀναγκαῖον εἰπεῖν ὥστε διορθώσασθαι τοῦ λοιποῦ. Οὐ τοῦτο δὲ μόνον ἐστὶ μοιχεία, ὅταν ἀνδρὶ συνεζευγμένην διαφθείρωμεν γυναῖκα, ἀλλὰ κἂν ἀφετὴν καὶ λελυμένην, αὐτοὶ δεδεμένοι γυναικὶ, μοιχεία τὸ πρᾶγμά ἐστι. Τί γὰρ, εἰ ἡ μοιχευομένη οὐ δέδεται; Ἀλλὰ σὺ δέδεσαι· τὸν νόμον παρέβης, ἠδίκησας τὴν σάρκα τὴν σήν. Διὰ τί γὰρ, εἰπέ μοι, τὴν γυναῖκα κολάζεις, κἂν πορνευθῇ λελυμένῳ ἀνδρὶ καὶ μὴ ἔχοντι γυναῖκα; Ὅτι μοιχεία ἐστί. Καίτοι ὁ πορνεύσας αὐτὴν, οὐκ ἔχει γυναῖκα, ἀλλ' αὐτὴ δέδεται ἀνδρί. Οὐκοῦν καὶ σὺ δέδεσαι γυναικί. Ὥστε ὁμοίως καὶ τὸ σὸν μοιχεία ἐστίν. Ὁ ἀπολύσας γὰρ, φησὶ, παρεκτὸς λόγου πορνείας τὴν γυναῖκα αὑτοῦ, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ ἀπολελυμένην γαμῶν, μοιχᾶται. Εἰ ὁ γαμῶν ἀπολελυμένην μοιχᾶται, ὁ μετὰ τῆς ἑαυτοῦ γυναικὸς, καὶ ταύτῃ προσφθειρόμενος, οὐ πολλῷ μᾶλλον τοῦτο ποιεῖ; Παντί που δῆλον. Ἀλλὰ πρὸς μὲν ὑμᾶς ἱκανῶς τοὺς ἄνδρας εἴρηται ταῦτα· περὶ γὰρ τῶν τοιούτων φησὶ καὶ ὁ Χριστὸς, Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Τῶν δὲ νέων ἕνεκεν εἰπεῖν ἀναγκαῖον πρὸς ὑμᾶς, μᾶλλον δὲ οὐ τοσοῦτον δι' ἐκείνους, ὅσον δι' ὑμᾶς· οὐκ ἐκείνοις γὰρ, ἀλλὰ καὶ ὑμῖν ταῦτα ἁρμόδια, καὶ πῶς, ἤδη λέξω· Ὁ μὴ μαθὼν πορνεύει οὐδὲ μοιχεύειν εἴσεται· ὁ δὲ πόρναις ἐγκαλινδούμενος, καὶ ἐπὶ τοῦτο ταχέως ἥξει· κἂν μὴ ὑπάνδροις, ἀλλὰ λελυμέναις συμφθαρήσεται γυναιξί.