# In epistulam i ad Thessalonicenses (homiliae 1-11) 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11), ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-thessalonicenses-homiliae-1-11/2.1

Καὶ ὅρα· πρῶτον ἐκείνων λέγει τὰ κατορθώματα, καὶ τότε τὰ ἑαυτοῦ, ἵνα μὴ δόξῃ μεγαληγορεῖν, μηδὲ προλήψει φιλεῖν αὐτούς. Καὶ τῆς ὑπομονῆς, φησίν. Οὐ γὰρ πρὸς ἕνα χρόνον ὁ διωγμὸς ἐκεῖνος γέγονεν, ἀλλὰ διαπαντός· οὐδὲ τῷ διδασκάλῳ μόνον Παύλῳ ἐπολέμουν, ἀλλὰ καὶ τοῖς μαθητευομένοις. Εἰ γὰρ πρὸς ἐκείνους οὕτω διέκειντο τοὺς θαύματα ἐργαζομένους, τοὺς αἰδεσίμους, τί οἴει πρὸς τοὺς συνοικοῦντας αὐτοῖς, καὶ συμπολίτας, καὶ ἀθρόον ἀποστάντας; Ὅπερ οὖν αὐτοῖς καὶ μαρτυρεῖ, λέγων, ὅτι Μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Καὶ τῆς ἐλπίδος, φησὶ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Καλῶς οὕτως εἶπε· ταῦτα γὰρ πάντα ἀπὸ πίστεως γίνεται καὶ ἐλπίδος. Ὥστε οὐ τὴν ἀνδρείαν αὐτῶν μόνον ἐδήλου τὰ γενόμενα, ἀλλ' ὅτι καὶ μετὰ πληροφορίας ἐπίστευον τοῖς ἀποκειμένοις ἐπάθλοις. Διὰ γὰρ τοῦτο συνεχώρει ὁ Θεὸς εὐθέως γενέσθαι διωγμοὺς, ἵνα μή τις εἴπῃ, ὅτι ἁπλῶς καὶ κολακείᾳ τὸ κήρυγμα συνίστατο, καὶ ἵνα τὸ θερμὸν αὐτῶν δειχθῇ, καὶ ὅτι οὐ πεισμονὴ ἀνθρωπίνη, ἀλλὰ Θεοῦ δύναμις ἦν ἡ τὰς τῶν πιστευόντων ψυχὰς πείθουσα, ὥστε καὶ πρὸς θανάτους μυρίους παρασκευάζεσθαι· ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ εὐθέως κατὰ βάθους τὸ κήρυγμα ἐπεπήγει καὶ εἰστήκει ἀκλινές. Εἰδότες, ἀδελφοὶ ἠγαπημένοι, ὑπὸ Θεοῦ τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ Εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη πρὸς ὑμᾶς ἐν λόγῳ μό νον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ· καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ἡμῖν ὑμᾶς. Τί ἐστιν ὃ λέγει· Οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν; Ἐνταῦθα καὶ τῶν αὐτοῦ κατορθωμάτων ἅπτεται, ἀλλ' ἐπεσκιασμένως· βούλεται γὰρ πρότερον τοῖς ἐκείνων ἐγκωμίοις ἐπεξελθεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ᾜδειμεν ὅτι τῶν γενναίων ἦτε καὶ μεγάλων ἀνδρῶν, ὅτι τῶν ἐκλεκτῶν· διὰ τοῦτο καὶ ἡμεῖς πάντα ὑπομένομεν δι' ὑμᾶς. Τὸ γὰρ, Οἷοι ἐγενήθημεν ἐν ὑμῖν, τοῦτό ἐστι δηλοῦντος, ὅτι μετὰ πολλῆς προθυμίας καὶ πολλῆς σφοδρότητος ἕτοιμοί ἐσμεν τὰς ψυχὰς ἡμῶν ἐκδοῦναι δι' ὑμᾶς· καὶ τούτου δὲ οὐχ ἡμῖν χάρις, ἀλλ' ὑμῖν, ὅτι ἐκλεκτοὶ ἦτε. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Καὶ ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτούς. Ὑπὲρ γὰρ τῶν τοῦ Θεοῦ ἀγαπητῶν τί οὐκ ἄν τις πάθοι; Καὶ εἰπὼν τὸ αὐτοῦ, μονονουχί φησιν· Εἰ γὰρ καὶ ἀγαπητοὶ καὶ ἐκλεκτοὶ, πάντα εἰκότως ὑπομένομεν. Οὐ γὰρ δὴ τὸ ἐπαινεῖν αὐτοὺς ἐῤῥώννυε μόνον, ἀλλὰ καὶ τὸ ὑπομιμνήσκειν, ὅτι καὶ αὐτοὶ τῆς ἐκείνων προθυμίας ἀντίῤῥοπον ἀνδρείαν ἐπεδείξαντο. Φησὶ γοῦν· Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου. Βαβαί. πόσον τὸ ἐγκώμιον. οἱ μαθηταὶ ἐξαίφνης ἐγένοντο διδάσκαλοι· οὐκ ἤκουσαν μόνον τῶν λόγων, ἀλλὰ καὶ πρὸς τὴν αὐτὴν κορυφὴν τῷ Παύλῳ ἔφθασαν. Ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸ ἑξῆς· ὅρα γὰρ ποῦ αὐτοὺς ἀνάγει λέγων· Μιμηταὶ ἐγένεσθε τοῦ Κυρίου. Πῶς; Δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου. Οὐχ ἁπλῶς μετὰ θλίψεως, ἀλλὰ μετὰ πολλῆς. Καὶ ἔνεστι τοῦτο ἀπὸ τῶν Πράξεων τῶν ἀποστολικῶν μαθεῖν, πῶς ἐπήγειραν τὸν διωγμὸν ἐπ' αὐτούς· —Καὶ πάντας, φησὶ, τοὺς πολιτάρχας ἐτάραξαν, καὶ τὴν πόλιν ἀνεπτέρωσαν κατ' αὐτῶν. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι Ἐθλίβητε μὲν καὶ ἐπιστεύσατε, ἀλγοῦντες δὲ, ἀλλὰ καὶ χαίροντες σφόδρα. Ὅπερ καὶ οἱ ἀπόστολοι ἐποίουν· Χαίροντες, φησὶν, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Τὸ γὰρ θαυμαστὸν, τοῦτό ἐστιν· εἰ καὶ οὐδὲ ἐκεῖνο μικρὸν, τὸ φέρειν ὁπωσδήποτε θλίψεις· τοῦτο δὲ ἤδη τῶν τὴν ἀνθρωπίνην φύσιν ὑπερβαινόντων ἦν, καὶ ὥσπερ ἀπαθὲς σῶμα ἐχόντων. Πῶς δὲ μιμηταὶ τοῦ Κυρίου ἐγένοντο; Ὅτι καὶ αὐτὸς πολλὰ παθήματα ὑπέμεινε, καὶ οὐκ ἤλγει, ἀλλ' ἔχαιρεν· ἑκὼν γὰρ ἐπὶ τοῦτο ἤρχετο. Δι' ἡμᾶς ἑαυτὸν ἐκένωσεν, ἔμελλεν ἐμπτύεσθαι καὶ ῥαπίζεσθαι, σταυροῦσθαι· καὶ οὕτως ἔχαιρε ταῦτα πάσχων, ὡς τῷ Πατρὶ λέγειν· Δόξασόν με. Μετὰ χαρᾶς, φησὶ, Πνεύματος ἁγίου. Ἵνα μή τις εἴπῃ· Πῶς θλίψεως λέγεις; πῶς χαρᾶς; πῶς ἀμφότερα ἔνι συνελθεῖν; ἐπήγαγε· Μετὰ χαρᾶς Πνεύματος ἁγίου. Ἡ θλῖψις ἐν τοῖς σωματικοῖς, καὶ ἡ χαρὰ ἐν τοῖς πνευματικοῖς. Πῶς; Τὰ μὲν γινόμενα, λυπηρά· τὰ δὲ ἐξ αὐτῶν τικτόμενα, οὐκέτι· οὐ γὰρ ἀφίησι τὸ Πνεῦμα. Ὥστε ἔνεστι καὶ πάσχοντα μὴ χαίρειν, ὅταν ὑπὲρ ἁμαρτημάτων τις πάσχῃ· καὶ μαστιζόμενον ἥδεσθαι, ὅταν διὰ τὸν Χριστόν τις πάσχῃ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg162.local001/.
