Ancient Greek · ~17 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 3.1
Not analysed yet
Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χαρά· ἀντὶ τῶν δοκούντων εἶναι ἀνιαρῶν, ἐκφύει τὴν ἡδονήν. Ἔθλιψαν ὑμᾶς, φησὶ, καὶ ἐδίωξαν, ἀλλ' οὐκ ἀφῆκεν ὑμᾶς τὸ Πνεῦμα οὐδὲ ἐν ἐκείνοις· ἀλλ' ὥσπερ ἐν πυρὶ ἐδροσίζοντο οἱ παῖδες οἱ τρεῖς, οὕτω καὶ ὑμεῖς ἐν ταῖς θλίψεσιν. Ὥσπερ δὲ ἐκεῖ οὐ τῆς τοῦ πυρὸς φύσεως τὸ δροσίζειν, ἀλλὰ τοῦ Πνεύματος τοῦ διασυρίζοντος· οὕτω καὶ ἐνταῦθα, οὐ τῆς φύσεως τῆς θλίψεως τὸ τὴν χαρὰν τίκτειν, ἀλλὰ τοῦ διὰ τὸν Χριστὸν πάσχειν, καὶ τοῦ Πνεύματος τοῦ δροσίζοντος, καὶ διὰ τῆς καμίνου τῶν πειρασμῶν ἐν ἀνέσει ποιοῦντος. Μετὰ χαρᾶς, φησὶν, οὐχ ἁπλῶς, ἀλλὰ πολλῆς· τοῦτο γάρ ἐστι Πνεύματος ἁγίου. Ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ. Καὶ μὴν ἐν ὑστέρῳ ἦλθε πρὸς αὐτούς· ἀλλ' οὕτως ἐλάμψατε, φησὶν, ὡς τῶν προλαβόντων γενέσθαι διδάσκαλοι. Καὶ τοῦτο ἀποστολικόν. Οὐ γὰρ εἶπεν· Ὥστε τύπους γενέσθαι πρὸς τὸ πιστεῦσαι, ἀλλὰ τοῖς ἤδη πιστεύουσι τύπος ἐγένεσθε· τουτέστι· Πῶς δεῖ πιστεύειν εἰς Θεὸν ὑμεῖς ἐδιδάξατε, οἱ ἀπὸ προοιμίων εἰς τοὺς ἀγῶνας ἐμβάντες. Καὶ ἐν τῇ Ἀχαίᾳ, φησί· τουτέστι, τῇ Ἑλλάδι. Ὁρᾷς ὅσον ἐστὶ προθυμία; Ὅτι χρόνου οὐ δεῖται, οὐδὲ μελλήσεως, οὐδὲ ἀναβολῆς· ἀλλ' ἀρκεῖ παραστῆσαι μόνον ἑαυτὸν, καὶ πάντα ἤνυσται. Οὕτω γοῦν καὶ οὗτοι ὕστερον προσελθόντες τῷ κηρύγματι, τῶν πρώτων ἐγένοντο διδάσκαλοι. Μηδεὶς οὖν ἀπογινωσκέτω· κἂν πολὺν ἀναλώσας χρόνον μηδὲν ἐργασάμενος ᾖ, ἔνεστιν αὐτῷ καὶ διὰ μικροῦ τοσοῦτον ἐργάσασθαι, ὅσον οὐδὲ ἐν τῷ ἔμπροσθεν χρόνῳ. Εἰ γὰρ ὁ μηδέπω πιστεύσας, τοσοῦτον ἔλαμψεν ἐν ἀρχῇ, πολλῷ μᾶλλον οἱ ἤδη πιστεύσαντες. Μηδεὶς πάλιν τοῦτο ἐννοῶν ῥᾳθυμείτω, μαθὼν ὅτι ἐξὸν ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι· τὸ γὰρ μέλλον ἄδηλον, καὶ κλέπτης ἐστὶν ἡ ἡμέρα τοῦ Κυρίου, ἀθρόον ἡμῖν καθεύδουσιν ἐπιτιθεμένη· ἀλλ' ἐὰν μὴ καθεύδωμεν, οὐχ ὡς κλέπτης ἡμῖν ἐπιθήσεται, οὐδὲ ἀπαρασκευάστους ἀπάξει. Ἐὰν γὰρ γρηγορῶμεν καὶ νήφωμεν, οὐκέτι ἡμῖν ὡς κλέπτης ἐπιθήσεται, ἀλλ' ὡς ἄγγελος βασιλικὸς καλῶν ἡμᾶς ἐπὶ τὰ ἡτοιμασμένα ἡμῖν ἀγαθά· ἂν δὲ καθεύδωμεν, ὡς κλέπτης ἐφίσταται. Μηδεὶς τοίνυν καθευδέτω, μηδεὶς ἀργὸς ἔστω πρὸς ἀρετήν· τοῦτο γάρ ἐστιν ὕπνος. Οὐκ ἴστε, ὅταν καθεύδωμεν, πῶς οὐκ ἔστιν ἐν ἀσφαλεῖ τὰ ἡμέτερα, πῶς εὐεπιβούλευτα; ὅταν δὲ γρηγορῶμεν, οὐ δεῖ τοσαύτης ἡμῖν φυλακῆς. Ὅταν καθεύδωμεν, καὶ μετὰ πολλῆς φυλακῆς ἀπολλύμεθα πολλάκις· καὶ θύραι καὶ μοχλοὶ καὶ φύλακες καὶ προφύλακες, καὶ ὅμως ἐπεισῆλθεν ὁ κλέπτης. Τί δὴ ταῦτα λέγω; Ὅτι ἂν γρηγορῶμεν, οὐ δεησόμεθα τῆς ἑτέρων βοηθείας· ἂν δὲ καθεύδωμεν, οὐδὲν ἡμᾶς ἡ ἑτέρων ὀνήσει βοήθεια, ἀλλὰ καὶ μετ' ἐκείνης ἀπολλύμεθα. Καλὸν εὐχῆς ἀπολαύειν τῆς τῶν ἁγίων, ἀλλ', ὅταν καὶ αὐτοὶ ἐνεργοὶ ὦμεν. Καὶ τί μοι δεῖ, φησὶν, εὐχῆς τῆς παρ' ἑτέρων, ὅταν ἐνεργὸς ὦ, καὶ μὴ καταστήσω ἐμαυτὸν ἐν χρείᾳ; Οὐδὲ ἐγὼ βούλομαι· ἀλλ' ἀεὶ ἐν χρείᾳ ἐσμὲν, ἐὰν εὖ φρονῶμεν. Παῦλος οὐκ εἶπε· Τί μοι δεῖ εὐχῆς; καίτοι γε τῶν εὐχομένων οὐκ ὄντων ἀξίων αὐτοῦ, μᾶλλον δὲ οὐδὲ ἴσων· καὶ σὺ λέγεις· Τί μοι δεῖ εὐχῆς; Πέτρος οὐκ εἶπε· Τί μοι δεῖ εὐχῆς; Εὐχὴ γὰρ ἦν, φησὶν, ἐκτενὴς γινομένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ· καὶ σὺ λέγεις· Τί μοι δεῖ εὐχῆς; Διὰ τοῦτό σοι δεῖ, ἐπειδὴ νομίζεις μηδὲν δεῖσθαι. Κἂν ὡς Παῦλος γένῃ, χρείαν ἔχεις εὐχῆς. Μὴ ὕψου σαυτὸν, ἵνα μὴ ταπεινωθῇς, Ἀλλ' ὅπερ ἔφην, ἂν μὲν ἐνεργοὶ ὦμεν καὶ αὐτοὶ, ἀνύουσι καὶ αἱ ὑπὲρ ὑμῶν εὐχαί. Ἄκουε Παύλου λέγοντος· Οἶδα γὰρ, φησὶν, ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Καὶ σὺ λέγεις· Τί μοι δεῖ εὐχῆς; Ἂν δὲ ἀργῶμεν, οὐδεὶς ἡμᾶς εὐχόμενος ὀνῆσαι δυνήσεται. Τί ὠφέλησεν Ἱερεμίας τοὺς Ἰουδαίους; οὐχὶ τρίτον προσῆλθε τῷ Θεῷ, καὶ τρίτον ἤκουσε· Μὴ προσεύχου μηδὲ ἀξίου ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου; Τί ὠφέλησε τὸν Σαοὺλ ὁ Σαμουήλ; οὐχὶ μέχρις ἐσχάτης ἡμέρας ἐπένθει περὶ αὐτοῦ, οὐχ ἁπλῶς ηὔχετο μόνον; Τί ὠφέλησε τοὺς Ἰσραηλίτας; Οὐχὶ ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν διαλιπόντα εὐχόμενον ὑπὲρ ὑμῶν; οὐχὶ πάντες ἀπώλοντο; Οὐδὲν οὖν ὠφελοῦσι, φησὶν, αἱ εὐχαί; Ὠφελοῦσι καὶ μεγάλα, ἀλλ' ὅταν καὶ ἡμεῖς πράττωμέν τι· συμπράττουσι μὲν γὰρ αἱ εὐχαὶ καὶ βοηθοῦσι· συμπράττει δέ τις καὶ βοηθεῖ τῷ καὶ αὐτῷ ἐργαζομένῳ· ἂν δὲ ἀργὸς μένῃς, οὐδὲν μέγα ὠφεληθήσῃ.