Ancient Greek · ~19 min
Τὸ πνεῦμα μὴ σβέννυτε· προφητείας μὴ ἐξουθενεῖτε. Πάντα δὲ δοκιμάζετε· τὸ καλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 3.1-11
Not analysed yet
Βούλεσθε ὑμῖν διηγήσωμαί τι πρᾶγμα, ὅπερ καὶ αὐτὸς ἀκήκοα; οὐδὲ γὰρ πλάττων λέγω, ἀλλὰ παρὰ προσώπου ἀξιοπίστου ἀκηκοώς. Παιδίσκη τις ἀνδρὶ πονηρῷ συνεζευγμένη, μιαρῷ, δραπέτῃ, αὕτη, πολλὰ τοῦ ἀνδρὸς ἡμαρτηκότος, καὶ μέλλοντος ἀπεμπολεῖσθαι παρὰ τῆς δεσποίνης· καὶ γὰρ μείζονα συγγνώμης ἦν τὰ ἁμαρτήματα, καὶ χήρα ἦν ἡ γυνὴ, καὶ κολάζειν αὐτὸν λυμαινόμενον αὐτῆς τὴν οἰκίαν οὐκ ἴσχυεν, ἀλλ' ἔγνω ἀποδόσθαι· εἶτα ἀνόσιον εἶναι νομίζουσα ἡ δέσποινα διασπάσαι τῆς γυναικὸς τὸν ἄνδρα, κατεδέξατο καὶ χρησίμην οὖσαν τὴν κόρην, ὑπὲρ τῆς ἀπαλλαγῆς τῆς ἐκείνου συναπεμπολῆσαι καὶ τὴν γυναῖκα. Ὁρῶσα τοίνυν ἡ κόρη ἑαυτὴν ἐν τοῖς ἀπόροις οὖσαν, ἐλθοῦσα πρὸς αἰδέσιμον πρόσωπον καὶ σύνηθες τῇ δεσποίνῃ αὐτῆς, τὸ κἀμοὶ διηγησάμενον, καὶ τῶν γονάτων ἁπτομένη, καὶ μυρία ἀποδυρομένη, παρεκάλεσεν ὥστε τὴν αὐτῆς ἀξιῶσαι δέσποιναν ὑπὲρ αὐτῆς· καὶ πολλοὺς ἀναλώσασα λόγους, ὕστερον καὶ τοῦτο προσέθηκεν, ὡς τούτῳ πείσουσα μάλιστα, ὅρκον τινὰ φρικωδέστατον ἐπάγουσα· ὁ δὲ ὅρκος ἦν οὗτος· Οὕτω τὸν Χριστὸν ἴδοις ἐν ἡμέρᾳ κρίσεως, μὴ παρίδῃς μου τὴν ἀξίωσιν· καὶ ταῦτα εἰποῦσα ἀπῆλθεν. Ἡ δὲ παρακληθεῖσα, φροντίδος τινὸς ἐμπεσούσης βιωτικῆς, οἵα συμβαίνει ἐν ταῖς οἰκίαις, ἐπελάθετο. Εἶτα ἄφνω δείλης μεσημβρίας εἰς μνήμην ἦλθε τοῦ φρικωδεστάτου ὅρκου, καὶ κατενύγη σφοδρῶς, καὶ ἀπελθοῦσα ἠξίωσε μετὰ πολλῆς τῆς ἐπιμελείας, καὶ τὸ πρᾶγμα ἤνυσε. Καὶ κατ' ἐκείνην τὴν νύκτα ἄφνω τοὺς οὐρανοὺς εἶδεν ἀνεῳγότας, καὶ αὐτὸν τὸν Χριστόν· εἶδε δὲ, ὡς δυνατὸν γυναικὶ ἰδεῖν. Ἐπειδὴ γὰρ ὅλως ἐφρόντισε τοῦ ὁρκισμοῦ, ἐπειδὴ ἐφοβήθη, τῆς ὀπτασίας κατηξιώθη ταύτης. Ταῦτα δὲ εἶπον, ἵνα μὴ καταφρονῶμεν τῶν ὁρκισμῶν, μάλιστα ὅταν ὑπὲρ ἀγαθῶν πραγμάτων ἡμᾶς τινες παρακαλῶσιν, ὑπὲρ ἐλεημοσύνης, ὑπὲρ φιλανθρωπίας. Νῦν δὲ κάθηνται πένητες ἐκκεκομμένοι τοὺς πόδας, ὁρῶντές σε παρατρέχουσαν· εἶτ' ἐπειδὴ τοῖς ποσὶν ἐπακολουθῆσαι μὴ δύνανται, καθάπερ ἀγκίστρῳ τινὶ προσδοκῶσι κατέχειν τῷ φόβῳ τοῦ ὅρκου, καὶ τὰς χεῖρας ἐκτείνοντες ὁρκίζουσιν, ὥστε δοῦναι ὀβολὸν ἕνα, ἢ δύο μόνον· σὺ δὲ παρατρέχεις, τὸν Δεσπότην ὁρκιζομένη τὸν σόν. Καὶ ἂν μὲν κατὰ τῶν ὀφθαλμῶν ἢ τοῦ ἀνδρὸς τοῦ ἀποδημοῦντος ὁρκίσῃ, ἢ τοῦ παιδίου, ἢ τῆς θυγατρὸς, εὐθέως εἴκεις, καὶ ἐφάλλεταί σου ἡ διάνοια καὶ διαθερμαίνῃ· ἂν δὲ τὸν Κύριον ὁρκίσῃ, παρατρέχεις. Πολλὰς δὲ οἶδα ἐγὼ, αἳ, τὸν μὲν Χριστὸν ἀκούουσαι, παρέδραμον· εἰς δὲ κάλλος ἐπαινεθεῖσαι παρὰ τῶν προσιόντων, διεχύθησαν, ἐμαλάχθησαν, καὶ χεῖρα ὤρεξαν. Τοιγαροῦν εἰς τοῦτο τοὺς πένητας κατέστησαν τοὺς ἀθλίους, εἰς τὸ γελωτοποιεῖν. Ἐπειδὴ γὰρ τὰ σφοδρὰ ῥήματα καὶ πικρὰ λέγοντες οὐ καθάπτονται τῆς ψυχῆς, ἐπὶ ταύτην ἔρχονται τὴν ὁδὸν, δι' ἧς μάλιστα τέρπουσι· καὶ τὸν ἐν συμφορᾷ ὄντα καὶ ὑπὸ τοῦ λιμοῦ ἀγχόμενον ἠνάγκασεν ἡ πολλὴ φαυλότης ἡμῶν κάλλους ἐγκώμια λέγειν τοὺς ἐπαιτοῦντας. Καὶ εἴθε τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον εἶδος τούτου χαλεπώτερον· θαυματοποιοὺς τοὺς πένητας ἠνάγκασεν εἶναι καὶ αἰσχρολόγους καὶ γελωτοποιούς. Ὅταν γὰρ κύλικας καὶ κισσύβια καὶ ποτήρια τοῖς δακτύλοις ἐνείρων, καὶ περιτιθεὶς κυμβαλίζῃ, καὶ σύριγγα ἔχων ᾄδῃ δι' αὐτῆς τὰ ᾄσματα τὰ αἰσχρὰ καὶ ἔρωτος γέμοντα, καὶ διὰ τῆς φωνῆς ἀναβοᾷ· εἶτα πολλοὶ περιεστήκωσι, καὶ οἱ μὲν τρύφος ἄρτου, οἱ δὲ ὀβολὸν, οἱ δὲ ἕτερόν τι παρέχωσι, καὶ κατέχωσιν ἐπὶ πολὺ, καὶ τέρπωνται καὶ ἄνδρες καὶ γυναῖκες, τί τούτου χαλεπώτερον; οὐχὶ πολλοῦ στεναγμοῦ ταῦτα ἄξια; Μικρὰ μέν ἐστι, καὶ νομίζεται μικρά· μεγάλα δὲ ἐναποτίκτει τοῖς ἤθεσιν ἡμῶν τὰ ἁμαρτήματα. Ὅταν γὰρ αἰσχρόν τι λεχθῇ καὶ ἡδὺ μέλος, ἐμάλαξε τὴν διάνοιαν, καὶ αὐτὴν ἐκείνην διέφθειρε τὴν ψυχήν. Καὶ ὁ μὲν τὸν Θεὸν καλῶν πένης, καὶ ἐπευχόμενος ὑμῖν μυρία ἀγαθὰ, οὐδὲ λόγου ἀξιοῦται παρ' ὑμῶν· ὁ δὲ ἀντὶ τούτων τὰ νεωτερικὰ ἐπεισάγων, θαυμάζεται. Ὃ δέ με νῦν ἐπεισῆλθεν εἰπεῖν πρὸς ὑμᾶς, ἐκεῖνο ἐρῶ. Ποῖον δὴ τοῦτο; Ὅταν πενίᾳ καὶ νόσῳ περιβληθῇς, εἰ καὶ μηδαμόθεν ἀλλαχόθεν, ἀπὸ γοῦν τῶν ἐπαιτούντων τῶν διὰ τῶν στενωπῶν χωρούντων μάθε εὐχαριστεῖν τῷ Δεσπότῃ. Οὗτοι γὰρ πάντα τὸν βίον ἐν τῷ ἐπαιτεῖν καταναλίσκοντες, οὐ βλασφημοῦσιν, οὐκ ἀγανακτοῦσιν οὐδὲ δυσχεραίνουσιν, ἀλλὰ πᾶσαν τὴν τῆς ἐπαιτήσεως διήγησιν ἐν εὐχαριστίᾳ ποιοῦνται, μέγαν τὸν Θεὸν ποιοῦντες καὶ φιλάνθρωπον. Ὁ μὲν λιμῷ φθειρόμενος, φιλάνθρωπον καλεῖ· σὺ δὲ ὁ ἐν ἀφθονίᾳ ζῶν, ἂν μὴ τὰ πάντων λάβῃς, ὠμὸν λέγεις. Πόσῳ βελτίων ἐκεῖνος; πῶς ἡμᾶς τότε κατακρινεῖ; Κοινοὺς διδασκάλους ἡμῖν τῶν συμφορῶν καὶ παραμυθίαν ἀφῆκε διὰ τῆς οἰκουμένης ὁ Θεὸς τοὺς πένητας. Ἔπαθές τι τῶν ἀβουλήτων; ἀλλ' οὐδὲν τοιοῦτον, οἷον ἐκεῖνος. Ἐξεκόπης τὸν ὀφθαλμόν; ἀλλ' ἐκεῖνος τοὺς δύο. Ἐνόσησας νόσον μακράν; ἀλλ' ἐκεῖνος ἀνίατον ἔχει. Ἀπέβαλες τοὺς παῖδας; ἀλλ' ἐκεῖνος καὶ τὴν ὑγιείαν τοῦ οἰκείου σώματος. Ἐζημιώθης ζημίαν μεγάλην; ἀλλ' οὐδέπω πρὸς τὸ ἑτέρων δεῖσθαι κατέστης. Οὐκοῦν εὐχαρίστησον τῷ Θεῷ. Ὁρᾷς ἐκείνους ἐν καμίνῳ πενίας, καὶ παρὰ πάντων μὲν αἰτοῦντας, παρ' ὀλίγων δὲ λαμβάνοντας. Ὅταν ἀποκάμῃς εὐχόμενος, καὶ μὴ λαμβάνῃς, ἐννόησον ποσάκις ἤκουσας πένητός σε καλοῦντος, καὶ οὐκ ἐπήκουσας, καὶ οὐκ ἠγανάκτησεν ἐκεῖνος, οὐδὲ ὕβρισέ σε. Καίτοι σὺ μὲν ἀπὸ ὠμότητος τοῦτο ποιεῖς, ὁ δὲ Θεὸς ἀπὸ φιλανθρωπίας καὶ τὸ μὴ ἀκούειν ποιεῖ. Εἰ τοίνυν αὐτὸς τοῦ ὁμοδούλου δι' ὠμότητα μὴ ἀκούων οὐκ ἀξιοῖς ἐγκαλεῖσθαι, τῷ δεσπότῃ τοῦ δούλου διὰ φιλανθρωπίαν οὐκ ἀκούοντι ἐγκαλεῖς; Ὁρᾷς πόσον τὸ ἄνισον; πόσον τὸ ἄδικον;