Ancient Greek · ~20 min
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 4.1-7
Not analysed yet
Ὥστε οὐ πρὸς τοῦτο ἐκάλεσεν εἰς τὸ ἀπολέσαι, ἀλλ' εἰς τὸ σῶσαι. Καὶ ὅτι τοῦτο βούλεται, πόθεν δῆλον; Τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, φησίν· οὕτως ἡμᾶς ἐπιθυμεῖ σωθῆναι, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκε, καὶ οὐχ ἁπλῶς ἔδωκεν, ἀλλ' εἰς θάνατον. Ἀπὸ τούτων τῶν λογισμῶν ἡ ἐλπὶς τίκτεται. Μὴ γὰρ ἀπογνῷς, ἄνθρωπε, πρὸς τὸν Θεὸν ἀπερχόμενος τὸν μηδὲ Υἱοῦ φεισάμενον διὰ σέ· μὴ ἀπαγορεύσῃς τοῖς παροῦσι κακοῖς. Ὁ τὸν Μονογενῆ δοὺς, ἵνα σε σώσῃ καὶ τῆς γεέννης ἐξέληται, τίνος φείσεται λοιπὸν ὑπὲρ τῆς σῆς σωτηρίας; Ὥστε ἐλπίζειν χρὴ πάντα χρηστά. Οὐδὲ γὰρ, εἰ πρὸς δικαστὴν ἀπῄειμεν μέλλοντα κρίνειν ἡμᾶς, καὶ τοσαύτην ἀγάπην ὑπὲρ ἡμῶν ἐπιδεδειγμένον, ὡς τὸν υἱὸν κατασφάξαι, ἐδείσαμεν ἄν. Ἐλπίζωμεν οὖν χρηστὰ καὶ μεγάλα· τὸ γὰρ κεφάλαιον ἐλάβομεν, εἰ πιστεύομεν. Εἴδομεν γὰρ τὸ ὑπόδειγμα· ἀγαπήσωμεν· ἐσχάτης γὰρ ἀνοίας τὸ μὴ τὸν οὕτω διατεθέντα ἀγαπῆσαι. Ἵνα, εἴτε γρηγοροῦμεν, φησὶν, εἴτε καθεύδομεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Καὶ ἀλλαχοῦ πάλιν, Εἴτε γρηγοροῦμεν, εἴτε καθεύδομεν. Ἀλλ' ἕτερον ἐκεῖ τὸν ὕπνον φησὶ, καὶ ἕτερον ἐνταῦθα· ἐνταῦθα μὲν γὰρ τὸν θάνατον δηλοῖ τὸν σωματικὸν, ἐκεῖ δὲ τὴν περὶ τὸν βίον ἀμέλειαν. Ὃ οὖν δηλοῖ, τοῦτό ἐστι· Τοὺς κινδύνους μὴ δεδοίκατε κἂν ἀποθάνωμεν, ζησόμεθα. Μὴ ἀπελπίσῃς, ὅτι κινδυνεύεις· ἔχεις ἐνέχυρον ἀσφαλές· οὐκ ἂν, εἰ μὴ σφόδρα ἡμῶν περιεκαίετο, τὸν Υἱὸν αὐτοῦ ἔδωκεν. Ὥστε κἂν ἀποθάνῃς, ζήσῃ· καὶ γὰρ καὶ αὐτὸς ἀπέθανεν. Ἄν τε οὖν ἀποθάνωμεν, ἄν τε ζῶμεν, μετ' αὐτοῦ ζησόμεθα. Ἀδιάφορον τοῦτο ἔχω· οὐδέν μοι μέλει, ἄν τε ζῶ, ἄν τε ἀποθάνω· μετ' ἐκείνου γὰρ ζησόμεθα. Πάντα οὖν ὑπὲρ ἐκείνης πράττωμεν τῆς ζωῆς, πάντα πρὸς ἐκείνην ὁρῶντες ἐργασώμεθα. Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός ἐστι, νύξ ἐστιν, οὐδὲν ὁρῶμεν τῶν δεόντων, οὐδὲν πράττομεν τῶν προσηκόντων. Καθάπερ οἱ νεκροὶ δυσειδεῖς εἰσι καὶ ὀδωδότες, οὕτω καὶ αἱ ψυχαὶ τῶν ἐν κακίᾳ πολλῆς εἰσιν ἀκαθαρσίας μεσταί· μέμυκεν αὐτῶν τὰ ὄμματα, τὸ στόμα συνείληπται, ἀκίνητοι μένουσιν ἐν τῇ κλίνῃ τῆς κακίας· μᾶλλον δὲ τῶν ταῦτα παθόντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ πρὸς ἑκάτερα νεκροὶ, ἐκεῖνοι δὲ πρὸς μὲν ἀρετὴν ἀναίσθητοι, ζῶντες δὲ πρὸς κακίαν. Νεκρὸν κἂν πλήξῃ τις, οὐκ αἰσθάνεται. οὐδὲ ἀμύνεται· ἀλλ' ὥσπερ ξύλον αὖον οὕτω καὶ ἡ ψυχὴ αὖον ὄντως ἐστὶν, ἀποβαλοῦσα τὴν ζωήν· μυρία καθ' ἑκάστην ἡμέραν λαμβάνει τραύματα, καὶ οὐδενὸς αἰσθάνεται, ἀλλ' ἀναλγήτως πρὸς πάντα διάκειται. Οὐκ ἄν τις ἁμάρτοι τοῖς μεμηνόσιν αὐτοὺς παραβάλλων, τοῖς μεθύουσι, τοῖς παραπαίουσι. Πάντα δὲ ταῦτα ἔχει ἡ κακία, καὶ πάντων ἐστὶ χαλεπωτέρα. Ὁ μαινόμενος ἔχει πολλὴν συγγνώμην παρὰ τῶν ὁρώντων· οὐ γάρ ἐστι προαιρέσεως τὸ νόσημα, ἀλλὰ φύσεως μόνης· ὁ δὲ ἐν κακίᾳ διάγων, πόθεν συγγνωσθήσεται; Πόθεν, οὖν ἡ κακία; πόθεν οἱ πλείους κακοί; Πόθεν, ἐρωτᾷς; εἰπέ μοι σὺ, πόθεν ἡ κακία τῶν νοσημάτων; πόθεν φρενῖτις; πόθεν ὕπνος βαρύς; οὐχὶ ἐξ ἀπροσεξίας; Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, πολλῷ μᾶλλον τὰ προαιρετικά. Ἡ μέθη πόθεν; οὐχὶ ἐξ ἀκρασίας ψυχῆς; ἡ φρενῖτις οὐχὶ ἀπὸ ὑπερβολῆς πυρετοῦ; ὁ δὲ πυρετὸς οὐχὶ ἀπὸ πλεοναζόντων ἐν ἡμῖν στοιχείων; ἡ πλεονεξία δὲ τῶν ἐν ἡμῖν στοιχείων οὐχὶ ἐξ ἀπροσεξίας; Ὅταν γὰρ ἢ ἐνδείᾳ, ἢ πλεονεξίᾳ εἰς ἀμετρίαν τι τῶν ἐν ἡμῖν ἐξαγάγωμεν, ἀνάπτομεν ἐκεῖνο τὸ πῦρ. Πάλιν, ἂν τῆς φλογὸς ἁφθείσης, ἐπιμένωμεν καταφρονοῦντες, καθ' ἑαυτῶν ἐργαζόμεθα πυρὰν, ἣν οὐδὲ σβέσαι δυνάμεθα. Οὕτω καὶ ἐπὶ τῆς κακίας γίνεται· ὅταν ἀρξαμένην αὐτὴν μὴ κωλύωμεν, μηδὲ ἐκκόπτωμεν, οὐδὲ ἐφικέσθαι δυνάμεθα τοῦ τέλους λοιπὸν, ἀλλὰ μείζων γίνεται τῆς ἡμετέρας ἰσχύος. Διὸ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε μηδέποτε ἀπονυστάξαι. Οὐχ ὁρᾶτε τοὺς φύλακας, ὅτι πολλάκις μικρὸν ἑαυτοὺς δόντες τῷ ὕπνῳ, οὐδὲν ἀπώναντο τῆς πολλῆς φυλακῆς; δι' ἐκείνου γὰρ τοῦ μικροῦ τὸ πᾶν διέφθειραν, τῷ βουλομένῳ κλέψαι πολλὴν δόντες τὴν ἄδειαν. Καθάπερ γὰρ οὐχ οὕτως ἡμεῖς τοὺς κλέπτας ὁρῶμεν, ὡς ἐκεῖνοι ἡμᾶς ὁρῶσιν· οὕτω καὶ ὁ διάβολος μάλιστα πάντων ἐφέστηκε καὶ ἐνεδρεύει, καὶ τρίζει τοὺς ὀδόντας. Μὴ νυστάξωμεν τοίνυν· μὴ εἴπωμεν, παρὰ τοῦτο οὐδὲν, παρ' ἐκεῖνο οὐδέν. Ὅθεν οὐ προσεδοκήσαμεν, πολλάκις ἐσυλήθημεν. Οὕτω καὶ ἐπὶ κακίας· ὅθεν οὐ προσεδοκήσαμεν, ἀπωλόμεθα. Πάντα περισκοπῶμεν ἀκριβῶς, μὴ μεθυσκώμεθα, καὶ οὐχ ὑπνώσομεν· μὴ τρυφῶμεν, καὶ οὐ καθευδήσομεν· μὴ μαινώμεθα πρὸς τὰ ἔξω, καὶ ἐν νήψει διατελέσομεν. Ῥυθμίζωμεν ἑαυτοὺς πάντοθεν. Καὶ καθάπερ ἐπὶ σχοίνου τεταμένης βαδίζοντας οὐκ ἔνι ῥᾳθυμῆσαι οὐδὲ μικρόν· τὸ γὰρ μικρὸν μέγα ἐργάζεται κακόν· περιτραπεὶς γὰρ εὐθέως κατηνέχθη καὶ ἀπώλετο· οὕτως οὐδὲ ἡμᾶς δυνατὸν ῥᾳθυμεῖν. Στενὴν βαδίζομεν ὁδὸν ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην, ὁμοῦ δύο πόδας οὐ δεχομένην. Ὁρᾷς πόσης ἡμῖν ἀκριβείας δεῖ; Οὐχ ὁρᾷς τοὺς τὰς ἀμφικρήμνους ὁδοιποροῦντας ὁδοὺς, πῶς οὐ τοὺς πόδας ἀσφαλίζονται μόνον, ἀλλὰ καὶ τοὺς ὀφθαλμούς; Ἂν γὰρ δόξῃ ἑτέρωθι προσέχειν αὐτὸν, κἂν ὁ ποῦς βεβαίως ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ βάθους ὁ ὀφθαλμὸς τὸ πᾶν κατήνεγκεν. Ἀλλ' ἑαυτῷ δεῖ προσέχειν, καὶ τῇ βαδίσει· διὰ τοῦτό φησι. Μήτε δεξιὰ, μήτε ἀριστερά. Πολὺς ὁ βυθὸς τῆς κακίας ἐστὶ, μεγάλοι οἱ κρημνοὶ, πολὺ κάτω σκότος, στενὴ ἡ ὁδός· προσέχωμεν μετὰ φόβου, μετὰ τρόμου περιπατῶμεν. Οὐδεὶς τοιαύτην ὁδεύων ὁδὸν, ἐκκέχυται γέλωτι, οὐδὲ βαρεῖται μέθῃ, ἀλλ' ἐν νήψει καὶ προσοχῇ τὴν τοιαύτην ὁδεύει ὁδόν· οὐδεὶς τοιαύτην ὁδεύων ὁδὸν, ἐπιφέρεταί τι τῶν περιττῶν· ἀγαπητὸν γὰρ εὔζωνον ὄντα δυνηθῆναι διαδραμεῖν· οὐδεὶς συμποδίζει τοὺς πόδας τοὺς ἑαυτοῦ, ἀλλ' εὐλύτους ἀφίησιν.