Ancient Greek · ~20 min
Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 1.1-15
Not analysed yet
Πολὺν ὑπὲρ τῶν χηρῶν ὁ Παῦλος ποιησάμενος λόγον, καὶ χρόνον αὐτῶν διορίσας τῷ λέγειν, Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, καὶ τὴν ποιότητα διδάξας τῆς χήρας τῷ εἰπεῖν, Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε. πάλιν ἐνταῦθά φησι· Νεωτέρας δὲ χήρας παραιτοῦ. Περὶ δὲ τῶν παρθένων, καίτοι γε πολὺ φορτικωτέρου τοῦ πράγματος ὄντος, οὐδὲν τοιοῦτον αἰνίττεται· εἰκότως. Διὰ τί; Ὅτι ἐπὶ μείζοσιν ἀπεγράψαντο, καὶ ἀπὸ μείζονος τῆς διανοίας ἐκεῖ τὸ ἔργον προέβη τοῦτο. Τὸ μὲν οὖν, Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε, καὶ πάντα τὰ τοιαῦτα, διὰ τοῦ εὐπροσέδρου παρέσησε, καὶ τοῦ λέγειν, Ἡ δὲ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου. Εἰ δὲ χρόνων ἕνεκεν οὐδὲν ἀκριβολογεῖται, μὴ θαυμάσῃς· μάλιστα μὲν γὰρ ἀπὸ τούτου κἀκεῖνο δῆλον. Ἄλλως δὲ εἶπον, ὅτι ἀπὸ μείζονος διανοίας ἐκεῖναι τὴν παρθενίαν εἵλοντο. Πρὸς δὲ τούτοις, ἐνταῦθα ἤδη πτώματα γέγονε, καὶ αὗται παρεῖχον τὴν ἀφορμὴν τῆς τοιαύτης νομοθεσίας· ἐκεῖ δὲ τοιοῦτον οὐδὲν ἦν. Ὅτι γὰρ ἐξέπεσόν τινες ἤδη, ἀπὸ τούτου δῆλον, ἀπὸ τοῦ λέγειν, Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι· καὶ πάλιν, Ἤδη γὰρ ἐξετράπησάν τινες ὀπίσω τοῦ Σατανᾶ. Νεωτέρας δὲ χήρας παραιτοῦ. Διὰ τί; Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι. Τί ἐστιν, Ὅταν καταστρηνιάσωσιν; Ὅταν ἀκκισθῶσιν, ὅταν θρύπτωνται· καθάπερ ὅταν ἐπὶ ἀνδρός τις ἐπιεικοῦς λέγῃ· Ἄφες αὐτὴν, ὅτι ἑτέρου γέγονε. Δείκνυσι τοίνυν ὅτι καὶ τὴν χηρείαν ἁπλῶς εἵλοντο, οὐ κρίνασαι. Ἄρα καὶ ἡ χήρα τῷ Χριστῷ ἁρμόζεται ἐν τῇ χηρείᾳ· ἐγὼ γὰρ, φησὶ, προστάτης τῶν χηρῶν, καὶ πατὴρ τῶν ὀρφανῶν. Δείκνυσιν ὅτι οὐδὲ τὴν χηρείαν ὀρθῶς αἱροῦνται, ἀλλὰ καταστρηνιῶσιν· ἀλλ' ὅμως φέρει. Καὶ μὴν ἀλλαχοῦ φησιν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν ὀνομασθῶσιν αὐτῷ, φησὶ, Γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Πίστιν τὴν συνθήκην λέγει, τὴν ἀλήθειαν· ὡσεὶ ἔλεγεν· Ἐψεύσαντο αὐτὸν, παρέβησαν τὰς συνθήκας. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν. Οὐκ ἄρα ἀνδράσι μόνον ἐπιτάττει τὸ ἐργάζεσθαι, ἀλλὰ καὶ γυναιξί· πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία. Οὐ τούτῳ, φησὶ, τῷ κρίματι μόνον εἰσὶν ὑπεύθυνοι, ἀλλὰ καὶ ἑτέροις ἁρματήμασιν. Εἰ ἄρα ἀνάρμοστον γυναικὶ τὸ περιιέναι τὰς οἰκίας, πολλῷ μᾶλλον παρθένῳ. Οὐ μόνον δὲ, φησὶν, ἀργαὶ μανθά νουσιν, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Τί οὖν συμβαίνει ὅταν καὶ ἡ τοῦ ἀνδρὸς μέριμνα ἀποστῇ, καὶ ἡ τοῦ Θεοῦ μὴ κατέχῃ; Εἰκότως ἀργαὶ, λάλοι, περίεργοι γίνονται. Ὁ γὰρ τὰ ἑαυτοῦ μὴ μεριμνῶν, τὰ ἑτέρου μεριμνήσει πάντως· ὥσπερ ὁ τὰ ἑαυτοῦ φροντίζων, τῶν ἑτέρων οὐδένα ποιήσεται λόγον, οὐδεμίαν ἕξει φροντίδα. Λαλοῦσαι τὰ μὴ δέοντα. Οὐδὲν οὕτως ἀνάρμοστον γυναικὶ, ὡς τὸ τὰ ἑτέρων περιεργάζεσθαι μάλιστα, οὐ μόνον δὲ γυναικὶ, ἀλλὰ καὶ ἀνδρί· ἀναισχυντίας γὰρ καὶ ἰταμότητος τεκμήριον τοῦτο μέγιστον. Βούλομαι οὖν. Ἐπειδὴ αὗται βούλονται, βούλομαι κἀγὼ νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, οἰκουρεῖν· πολλῷ γὰρ τοῦ ποιεῖν ἐκεῖνα τοῦτο βέλτιον. Ἔδει μὲν οὖν τὰ τοῦ Θεοῦ μεριμνᾷν, ἔδει τὴν πίστιν φυλάττειν· ἐπειδὴ δὲ ἐκεῖνα οὐ γίνεται, βέλτιον ταῦτα γενέσθαι, ἢ ἐκεῖνα· οὔτε γὰρ ὁ Θεὸς ἀθετεῖται, οὔτε αὗται ταῦτα μανθάνουσι. Ἀπὸ μὲν γὰρ τῆς χηρείας ἐκείνης οὐδὲν χρηστὸν ἔσται· ἀπὸ δὲ τοῦ γάμου τούτου πολλὰ ἀγαθά· ἐντεῦθεν τὸ κεχηνὸς καὶ ῥᾴθυμον τῆς διανοίας αὐτῆς ἐπιστρέψαι δυνήσεται. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπεν, Ἐπειδὴ χῆραι ἐξέπεσον, πολλῆς αὐτὰς ἐπιμελείας δεῖ ἀπολαύειν, ὥστε μὴ παθεῖν ἅπερ εἶπον, ἀλλ' ἐπέταξε γάμον; Ὅτι οὐ κεκώλυται, ὅτι ἐν ἀσφαλείᾳ καθίστησι· διὸ καὶ ἐπάγει· Μηδεμίαν διδόναι ἀφορμὴν τῷ ἀντικειμένῳ λοιδορίας χάριν, μηδὲ λαβήν τινα. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. Κωλύει τοίνυν τὰς χήρας τὰς τοιαύτας, οὐ βουλόμενος μὴ εἶναι χήρας νεωτέρας, ἀλλὰ μὴ βουλόμενος μοιχαλίδας εἶναι, μὴ βουλόμενος ἀργὰς εἶναι καὶ περιέργους, λαλούσας τὰ μὴ δέοντα, μὴ βουλόμενος τὸν διάβολον ἀφορμὴν λαμβάνειν· ὡς εἰ μὴ τοιοῦτον ἐγίνετο, οὐκ ἂν ἐκώλυσεν. Εἰ δέ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκῇ. Ὁρᾷς πῶς πάλιν ὄντως χήρας λέγει ἐκείνας τὰς μεμονωμένας, τὰς οὐδαμόθεν ἐχούσας παραμυθίαν; Οὕτω γὰρ βέλτιον ἦν. Δύο γὰρ ἐγίνετο τὰ μέγιστα, καὶ ἐκεῖναι ἀφορμὴν ἐλάμβανον τοῦ εὖ ποιεῖν, καὶ αὗται διετρέφοντο καλῶς, καὶ ἡ Ἐκκλησία οὐκ ἐβαρεῖτο. Καλῶς προσέθηκεν, Εἴ τις πιστός· παρὰ γὰρ τῶν ἀπίστων οὐκ ἔδει τὰς πιστὰς τρέφεσθαι, ἵνα μὴ δόξωσι δεῖσθαι αὐτῶν. Καὶ ὅρα πῶς παραμυθητικῶς· Οὐκ εἶπε, Πολυτέλειάν τινα χορηγείτω, ἀλλ', Ἐπαρκείτω αὐταῖς. Ἵνα ἡ Ἐκκλησία, φησὶ, ταῖς ὄντως χήραις ἐπαρκῇ. Ἄρα καὶ ταύτης τὸν μισθὸν αὕτη ἔχει τῆς βοηθείας· ἡ γὰρ βοηθοῦσα ταύτῃ, οὐ ταύτῃ βοηθεῖ μόνον, ἀλλὰ καὶ ἐκείναις, μετ' εὐρυχωρίας ἀφεῖσα αὐτὰς τρέφεσθαι. Βούλομαι νεωτέρας, τί; τρυφᾷν; ἀλλὰ σπαταλᾷν; οὐδὲν τοιοῦτον, ἀλλὰ, Γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Ἵνα γὰρ μὴ νομίσῃς αὐτὸν εἰς τρυφὴν αὐτὰς προτρέπειν, ἐπήγαγε· Μηδεμίαν διδόναι ἀφορμὴν τῷ ἀντικειμένῳ λοιδορίας χάριν. Ἔδει μὲν γὰρ αὐτὰς εἶναι ἀνωτέρας τῶν βιωτικῶν· ἐπειδὴ δὲ κατώτεραι γεγόνασι, κἂν ἐν αὐτοῖς στηκέτωσαν. Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Λέγει γὰρ ἡ Γραφή· Βοῦν ἀλοῶντα οὐ φιμώσεις· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.