Ancient Greek
Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 1.1-3
Not analysed yet
Τὴν ταπεινοφροσύνην πολὺ μὲν ἔχουσαν κέρδος ὁρῶμεν, οὐδαμοῦ δὲ ταχέως εὑρισκομένην, ἀλλὰ ταπεινοῤῥημοσύνην μὲν πολλὴν, καὶ πέρα τοῦ δέοντος, ταπεινοφροσύνην δὲ οὐδαμοῦ. Ὁ δὲ μακάριος οὕτως αὐτὴν μετεδίωκε Παῦλος, ὡς καὶ ἐπινοεῖν πολλὰς πανταχοῦ προφάσεις πρὸς τὸ ταπεινοῦν αὐτοῦ τὴν διάνοιαν. Ἐπειδὴ γὰρ μάλιστα ἐκείνους εἰκὸς κάμνειν βουλομένους ταπεινοφρονεῖν τοὺς μεγάλα συνειδότας ἑαυτοῖς κατορθώματα, πολλὴν δὲ εἰκὸς καὶ αὐτὸν βίαν πάσχειν, ὑπὸ τοῦ συνειδότος τοῦ ἀγαθοῦ, καθάπερ ὑπό τινος ῥεύματος, ὀγκούμενον· ὅρα τοίνυν καὶ ἐνταῦθα τί ποιεῖ. Εἶπεν, ὅτι Ἐπιστεύθην ἐγὼ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ· Εὐαγγέλιον, οὗ μετέχειν θέμις οὐκ ἔνι τοὺς ἔτι νόμῳ χρωμένους· ἀντίκειται γὰρ αὐτῷ ἔτι, καὶ τοσοῦτον αὐτοῦ τὸ μέσον, ὡς τοὺς ὑπ' ἐκείνου φερομένους μηδέπω ἀξίους εἶναι τούτου μετέχειν· ὥσπερ ἂν εἴ τις λέγοι, ὅτι τοὺς δεσμῶν δεομένους καὶ δίκης οὐ θέμις εἰς φιλοσόφων εἰσφέρειν χορόν. Ἐπεὶ οὖν ἐφυσήθη, καὶ μέγα ἐφθέγξατο, ἅμα καὶ ἑαυτὸν καταστέλλει, καὶ τοὺς ἄλλους πείθει τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν· γράφων τε, Ὃ ἐπιστεύθην ἐγὼ, ταχέως ἐπελάβετο ἑαυτοῦ, ἵνα μὴ νομίσῃς, ὅτι ἐξ ὑπερηφανίας τοῦτό φησιν. Ὅρα τοίνυν ποίᾳ κέχρηται διορθώσει ἐπάγων καὶ λέγων· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν. Ὁρᾷς πῶς πανταχοῦ τὸ ἑαυτοῦ κατόρθωμα κρύπτει, καὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ, ἀλλ' ἐπὶ τοσοῦτον, ἐφ' ὅσον τὸ αὐτεξούσιον μὴ λυμήνασθαι; Ἔφη γὰρ ἂν ἴσως ὁ ἄπιστος, εἰ τὸ πᾶν τοῦ Θεοῦ ἐστι, καὶ οὐδὲν παρ' ἡμῶν εἰσφέρεται, ἀλλ' ὡς ξύλα καὶ λίθους μετακινεῖ πρὸς φιλοσοφίαν ἀπὸ κακίας· τί δήποτε Παῦλον μὲν τοιοῦτον εἰργάσατο, τὸν δὲ Ἰούδαν οὐκέτι; Ταύτην οὖν ἀναιρῶν τὴν ἀντίθεσιν, ὅρα πῶς μετὰ συνέσεως τῷ λόγῳ κέχρηται. Ἐπιστεύθην, φησὶν, ἐγώ. Τοῦτο αὐτοῦ κατόρθωμα καὶ ἀξίωμα, ἀλλ' οὐκ αὐτοῦ ὅλον· ὅρα γὰρ τί φησι· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ. Τοῦτο τοῦ Θεοῦ· εἶτα πάλιν τὸ αὐτοῦ, ὅτι Πιστόν με ἡγήσατο· πάντως, ἐπειδὴ ἔμελλεν ἀφ' ἑαυτοῦ χρησιμεύειν. Θέμενος, φησὶν, εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Ὅρα πῶς καὶ τὸ αὑτοῦ τίθησι, καὶ τὸ τοῦ Θεοῦ, τὸ πλέον νέμων τῇ τοῦ Θεοῦ προνοίᾳ, τὸ δὲ αὑτοῦ συστέλλων, πλὴν ὅσον μὴ λυμήνασθαι, ὡς ἔφθην εἰπὼν, τὴν αὐτεξουσίαν. Τί δέ ἐστι, Τῷ ἐνδυναμώσαντί με; Ἄκουε· φορτίον ὑπῆλθε μέγα, καὶ πολλῆς ἐδεῖτο τῆς ἄνωθεν ῥοπῆς. Ἐννόησον γὰρ ὅσον ἦν πρὸς καθημερινὰς ὕβρεις, λοιδορίας, ἐπιβουλὰς, κινδύνους, σκώμματα, ὀνείδη, θανάτους ἵστασθαι, καὶ μὴ ἀποκάμνειν μηδὲ ὀλισθαίνειν μηδὲ περιτρέπεσθαι, ἀλλὰ, πάντοθεν βαλλόμενον μυρίοις καθ' ἑκάστην ἡμέραν τοῖς βέλεσιν, ἀτενὲς ἔχοντα τὸ ὄμμα ἑστάναι καὶ ἀκατάπληκτον. Τοῦτο οὐκ ἦν ἀνθρωπίνης ἰσχύος, ἀλλ' οὐδὲ τῆς τοῦ Θεοῦ ῥοπῆς μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ προαιρέσεως. Ὅτι γὰρ προειδὼς αὐτὸν τίς ἔσται, εἵλετο αὐτὸν, ἄκουσον τί φησι, πρὶν ἢ ἅψασθαι αὐτὸν τοῦ κηρύγματος· Σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Ὥσπερ γὰρ οἱ βαστάζοντες τὸ σημεῖον τὸ βασιλικὸν ἐν πολέμῳ, τὸ λεγόμενον τῇ συνηθείᾳ λάβουρον, πολλῆς δέονται τῆς ἰσχύος καὶ τῆς ἐμπειρίας, ὥστε αὐτὸ μὴ προδοῦναι τοῖς πολεμίοις· οὕτω καὶ οἱ τὸ ὄνομα τοῦ Χριστοῦ βαστάζοντες οὐκ ἐν πολέμῳ μόνον, ἀλλὰ καὶ ἐν εἰρήνῃ, πολλῆς δέονται τῆς δυνάμεως, ὥστε τοῖς κατηγόροις αὐτὸ μὴ ἐκδοῦναι στόμασιν, ἀλλὰ βαστάζειν καλῶς καὶ φέρειν τὸν σταυρόν. Πολλῆς γὰρ ὄντως δεῖ τῆς ἰσχύος, ὥστε βαστάσαι τὸ ὄνομα τοῦ Χριστοῦ. Ὁ γὰρ ἀνάξιόν τι ἢ λέγων, ἢ πράττων, ἢ φρονῶν, οὐκ ἐβάστασε τὸ ὄνομα, οὐκ ἔχει τὸν Χριστὸν ἐν ἑαυτῷ. Πομπεύει δὲ ὁ βαστάζων, οὐ δι' ἀγορᾶς ἀλλὰ διὰ τῶν οὐρανῶν, καὶ πάντες πεφρίκασιν, ἄγγελοι δορυφοροῦντες καὶ θαυμάζοντες. Χάριν ἔχω, φησὶ, τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὅρα πῶς καὶ τῶν αὐτοῦ χάριν αὐτῷ οἶδεν. Ὅτι γὰρ σκεῦος ἐκλογῆς ἐστι, φησὶν αὐτῷ χάριν εἰδέναι. Καίτοι τοῦτο σὸν γέγονεν, ὦ μακάριε Παῦλε· οὐ γὰρ προσωπολήπτης ὁ Θεός. Ἀλλὰ χάριν ἔχω, φησὶν, ὅτι κατηξίωσέ με τῆς διακονίας ταύτης· τοῦτο γάρ με τοῦ πιστὸν εἶναι νομίζειν σημεῖον. Καθάπερ γὰρ ἐν οἰκίᾳ οὐ τῷ πιστευθῆναι μόνον ὁ οἰκονόμος χάριν ἔχει τῷ δεσπότῃ, ἀλλὰ καὶ τὸ σημεῖον τίθησι τοῦτο, ὅτι αὐτὸν τῶν ἄλλων ἡγεῖται πιστότερον· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα. Εἶτα σκόπει πῶς ἐπαίρει τὸν ἔλεον τοῦ Θεοῦ καὶ τὴν φιλανθρωπίαν, τὸν πρότερον αὐτοῦ βίον ἐξηγούμενος. Τὸν πρότερον ὄντα, φησὶ, βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν. Καὶ ὅταν μὲν περὶ Ἰουδαίων διαλέγηται τῶν ἔτι ἀπίστων, μεθ' ὑποστολῆς κέχρηται τῷ λόγῳ· Μαρτυρῶ γὰρ αὐτοῖς, φησὶν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· περὶ δὲ ἑαυτοῦ φησι, Βλάσφημον ὄντα καὶ διώκτην καὶ ὑβριστήν. Ὁρᾷς τὴν καταφορὰν αὐτοῦ, πῶς οὐκ ἔστι φίλαυτος, πῶς συνεσταλμένην κέκτηται τὴν διάνοιαν; Οὐκ ἤρκει εἰπεῖν, Βλάσφημον ὄντα καὶ διώκτην, ἀλλ' ὅτι καὶ μετ' ἐπιτάσεως τοῦτο ἔπραττε. Οὐ μόνον γὰρ, φησὶ, μέχρις ἐμοῦ ἵστων τὸ φαῦλον, οὐδὲ ἠρκούμην αὐτὸς βλασφημῶν, ἀλλὰ καὶ τοὺς βουλομένους εὐσεβεῖν ἐδίωκον. Πολλὴ τῆς βλασφημίας ἡ μανία. Ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ.