Ancient Greek · ~17 min
Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 1.1-5
Not analysed yet
Τὸ τῆς διδασκαλίας καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα μέγα ἐστὶ καὶ θαυμαστὸν, καὶ ὄντως τῆς τοῦ Θεοῦ δεόμενον ψήφου, ὥστε τὸν ἄξιον εἰς μέσον παραγαγεῖν. Οὕτω καὶ τὸ παλαιὸν ἐγίνετο, οὕτω καὶ νῦν γίνεται, ὅταν χωρὶς πάθους ἀνθρωπίνου τὰς αἱρέσεις ποιώμεθα, ὅταν πρὸς μηδὲν ὁρῶντες βιωτικὸν, μὴ πρὸς φιλίαν, μὴ πρὸς ἀπέχθειαν. Εἰ γὰρ καὶ μὴ τοσούτου πνεύματος μετέχομεν, ἀλλ' ἀρκεῖ πρόθεσις ἀγαθὴ τοῦ Θεοῦ τὴν χειροτονίαν ἐπισπάσασθαι. Ἐπεὶ οὐδὲ οἱ ἀπόστολοι Πνεύματος μετεῖχον, ὅτε τὸν Ματθίαν ἐξελέξαντο, ἀλλ' εὐχῇ τὸ πρᾶγμα ἐπιτρέψαντες, ἐγκατέλεξαν αὐτὸν τῷ τῶν ἀποστόλων ἀριθμῷ· οὐ γὰρ πρὸς φιλίαν ἀνθρωπίνην ἑώρων. Οὕτως ἔδει καὶ νῦν ἐφ' ἡμῶν γίνεσθαι. Ἀλλ' ἡμεῖς πρὸς ἔσχατον ῥᾳθυμίας ἐληλακότες, καὶ τὰ φανερὰ πρὸς ἀκρίβειαν προϊέμεθα· ὅταν δὲ τὰ δῆλα παρορῶμεν, πῶς τὰ ἄδηλα ἡμῖν ὁ Θεὸς ἐκκαλύψει; Εἰ ἐν τῷ μικρῷ, φησὶν, οὐκ ἐγένεσθε πιστοὶ, τὸ μέγα καὶ ἀληθινὸν τίς ὑμῖν ἐγχειρίσει; Τότε δὲ, ἐπεὶ οὐδὲν ἀνθρώπινον ἐγίνετο, καὶ ἀπὸ προφητείας ἐγίνοντο οἱ ἱερεῖς. Τί ἐστιν ἀπὸ προφητείας; Ἀπὸ Πνεύματος ἁγίου. Προφητεία γάρ ἐστιν, οὐ τὸ τὰ μέλλοντα λέγειν, ἀλλὰ καὶ τὸ τὰ παρόντα, ἐπεὶ καὶ ὁ Σαοὺλ κατὰ προφητείαν ἐδείχθη ἐν τοῖς σκεύεσι κρυπτόμενος· ὁ γὰρ Θεὸς τοῖς δικαίοις ἀποκαλύπτει. Προφητεία ἦν καὶ τὸ λέγειν, Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Οὕτω καὶ ὁ Τιμόθεος ᾑρέθη. Προφητείας δὲ ἐνταῦθά φησι τὰς πολλὰς, ἴσως ἐκείνην μεθ' ἧς αὐτὸν ἔλαβεν ὃτε περιέτεμε, καὶ ὅτε ἐχειροτόνει, καθὼς καὶ αὐτὸς γράφων φησί· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος. Διανιστὰς τοίνυν αὐτὸν, καὶ νήφειν παρασκευάζων καὶ ἐγρηγορέναι, ἀναμιμνήσκει τοῦ ἑλομένου καὶ χειροτονήσαντος· ὡς ἂν εἰ ἔλεγεν· Ὁ Θεός σε ἐξελέξατο αὐτός σοι ἐνεπίστευσεν, οὐκ ἀνθρωπίνῃ γέγονας ψήφῳ· μὴ ὑβρίσῃς, μηδὲ καταισχύνῃς τοῦ Θεοῦ τὴν ψῆφον. Εἶτα ἐπειδὴ παραγγελίαν ἔφησε, καὶ φορτικώτερον ἦν, τί φησι; Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε. Ὡς τέκνῳ, καὶ γνησίῳ παραγγέλλει. Οὐ γὰρ αὐθεντικῶς οὐδὲ δεσποτικῶς οὐδὲ μετ' ἐξουσίας, ἀλλὰ πατρικῶς, Τέκνον, φησὶ, Τιμόθεε. Τὸ δὲ παραθέσθαι τῆς φυλακῆς τὸ ἀκριβὲς δηλοῖ, καὶ τὸ οὐχ ἡμέτερον· οὐ γὰρ ἡμεῖς αὐτὸ ἐκτησάμεθα. ἀλλ' ὁ Θεὸς ἡμῖν ἐχαρίσατο· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ πίστιν καὶ ἀγαθὴν συνείδησιν. Ἅπερ οὖν ἔδωκε, ταῦτα φυλάττωμεν. Εἰ μὴ αὐτὸς ἦλθεν, οὔτε ἡ πίστις αὐτὴ εὑρίσκετο, οὔτε ὁ βίος ὁ καθαρὸς, ὃν ἐκ παιδείας λαμβάνομεν. Ὡς ἂν εἰ ἔλεγεν· Οὐκ ἐγώ εἰμι ὁ παραγγέλλων, ἀλλ' ὁ ἑλόμενος· τὸ μὲν γὰρ, Κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, τοῦτό ἐστιν. Ἐκείνων ἄκουσον, ἐκείναις πείθου. Τί δὲ παραγγέλλεις, εἰπέ; Ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν. Ἐκεῖναί σε εἵλοντο εἰς ὃ εἵλοντό σε, στρατεύου τὴν καλὴν στρατείαν. Καλὴν εἶπεν· ἔστι γὰρ καὶ κακὴ στρατεία, περὶ ἧς φησιν· Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν ὅπλα τῇ ἁμαρτίᾳ καὶ τῇ ἀκαθαρσίᾳ. Ἐκεῖνοι ὑπὸ τυράννῳ στρατεύονται, σὺ δὲ ὑπὸ βασιλεῖ. Διὰ τί δὲ καλεῖ στρατείαν τὸ πρᾶγμα; Δηλῶν ὅτι πόλεμος ἐγήγερται σφοδρὸς πᾶσι μὲν, μάλιστα δὲ τῷ διδασκάλῳ, ὅτι ὅπλων ἡμῖν ἰσχυρῶν δεῖ, ὅτι νήψεως, ὅτι ἐγρηγόρσεως, ὅτι διηνεκοῦς ἀγρυπνίας, ὅτι πρὸς αἷμα καὶ μάχας παρεσκευάσθαι ὀφείλομεν, ὅτι παρατάττεσθαι, καὶ μηδὲν ἔχειν χαῦνον. Ἵνα στρατεύῃ ἐν αὐταῖς, φησί. Καθάπερ γὰρ ἐπὶ τῶν στρατοπέδων οὐ πάντες εἰς ἓν εἶδος στρατεύονται, ἀλλ' ἐν διαφόροις τάγμασιν· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ, ὁ μὲν εἰς διδασκάλου τάξιν, ὁ δὲ εἰς μαθητοῦ, ὁ δὲ εἰς ἰδιώτου, σὺ δὲ ἐν τούτῳ. Εἶτα, ἵνα μή τις νομίσῃ ἀρκεῖν τοῦτο, τί φησιν; Ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν. Τὸν γὰρ διδάσκαλον πρότερον ἑαυτοῦ χρὴ εἶναι διδάσκαλον. Ὥσπερ γὰρ ὁ στρατηγὸς, ἐὰν μὴ πρότερον ᾖ στρατιώτης ἄριστος, οὐδὲ στρατηγὸς ἔσται ποτέ· οὕτω καὶ ὁ διδάσκων. Τοῦτο καὶ ἀλλαχοῦ φησι· Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἔχων, φησὶ, πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἵν' οὕτω τῶν ἄλλων προϊστᾶσαι. Ταῦτα ἀκούοντες, μὴ ἀπαξιώσωμεν τὰς τῶν μειζόνων παραινέσεις, κἂν διδάσκαλοι ὦμεν. Εἰ γὰρ Τιμόθεος, οὗ πάντες οὐκ ἐσμὲν ἀντάξιοι, δέχεται παραγγελίας καὶ διδάσκεται, καὶ ταῦτα ἐν τάξει διδασκάλου ὢν, πολλῷ μᾶλλον ἡμεῖς. Ἥν τινες, φησὶν, ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν. Εἰκότως. Ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτον· καὶ ἔστιν ἰδεῖν πολλοὺς ἐκ τούτου καταπεσόντας εἰς βυθὸν κακῶν, καὶ εἰς Ἑλληνισμὸν ἐκτραπέντας. Ἵνα γὰρ μὴ τῷ φόβῳ τῶν μελλόντων βασανίζωνται, σπουδάζουσι πεῖσαι τὴν ψυχὴν, ὅτι ψευδῆ πάντα τὰ παρ' ἡμῖν. Καὶ πίστεώς τινες ἐκτρέπονται, οἱ λογισμοῖς τὸ πᾶν ζητοῦντες· ναυάγιον γὰρ ἐργάζεται ὁ λογισμὸς, καὶ ὥσπερ πλοῖον ἀσφαλές ἐστιν ἡ πίστις.