# In epistulam i ad Timotheum (homiliae 1-18) 2.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18), Διακόνους ὡσαύτως σεμνοὺς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-timotheum-homiliae-1-18/2.1-11

Ἀξιόπιστοι τοίνυν γενώμεθα περὶ τὴν τοῦ μυστηρίου φυλακήν. Αὐτὸς ἡμῖν τηλικοῦτον ἐπίστευσε μυστήριον· ἡμεῖς δὲ αὐτῷ οὐδὲ χρήματα πιστεύομεν. Ἀλλ' αὐτὸς μὲν λέγει· Ἀπόθεσθε αὐτὰ παρ' ἐμοὶ, οὐδεὶς αὐτὰ ἁρπάσαι δύναται, οὐδὲ σὴς οὐδὲ λῃστὴς λυμαίνεται, καὶ ἑκατονταπλασίονα δώσειν ὑπισχνεῖται, καὶ οὐ πειθόμεθα. Καίτοι γε παρ' οἷς ἂν παρακαταθώμεθα παρακαταθήκην, οὐδὲν ἀπολαμβάνομεν πλέον, ἀλλὰ ἂν ὅλον ἀπολάβωμεν ὃ παρακατεθέμεθα, καὶ χάριν ἴσμεν. Κἂν κλέπτης ὑφέληται, φησὶν, ἐνταῦθα, ἐμοὶ τοῦτο λόγισαι· οὐ λέγω σοι· Λῃστὴς ἔλαβεν, οὐδὲ, Σὴς ἔφαγεν. Ἑκατονταπλασίονα ἐνταῦθα ἀποδίδωσι, καὶ ἐκεῖ ζωὴν αἰώνιον προσδίδωσι, καὶ οὐδεὶς παρακατατίθεται. Ἀλλὰ βραδέως μοι, φησὶν, ἀποδίδωσι. Καὶ τοῦτο τῆς μεγαλοδωρεᾶς αὐτοῦ σημεῖον μέγιστον, τὸ μὴ ἐνταῦθα ἀποδιδόναι ἐν τῷ ἐπικήρῳ βίῳ τούτῳ· μᾶλλον δὲ καὶ ἐνταῦθα ἀποδίδωσιν ἑκατονταπλασίονα. Εἰπὲ γάρ μοι, ἐνταῦθα οὐχὶ σμίλην εἴασε Παῦλος; οὐχὶ κάλαμον καὶ ἄγκιστρον Πέτρος; οὐχὶ τελώνιον Ματθαῖος; οὐχὶ πᾶσα αὐτοῖς ἡ οἰκουμένη ἀνέῳκτο μᾶλλον, ἢ τοῖς βασιλεῦσιν; οὐ παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν πάντες τὰ χρήματα; οὐκ ἐκείνους ἐποίουν διοικητὰς καὶ κυρίους; οὐχὶ καὶ τὰς ψυχὰς αὐτοῖς ἐνεχείριζον; οὐχὶ ὁλοκλήρους ἑαυτοὺς τῆς ἐκείνων βουλῆς ἐξήρτησαν; οὐχὶ καὶ ἑαυτοὺς δούλους κατέγραφον; Καὶ νῦν δὲ οὐ πολλὰ τοιαῦτα ὁρῶμεν γινόμενα; Πολλοὶ γὰρ πολλάκις ἀπὸ μικρῶν ὄντες καὶ εὐτελῶν, μάκελλαν μεταχειρίζοντες μόνον, καὶ οὐδὲ τῆς ἀναγκαίας μόνης εὐποροῦντες τροφῆς, προσηγορίαν μονάζοντος ἔχοντες, πάντων μᾶλλον ἐφάνησαν, καὶ παρὰ βασιλέων ἐτιμήθησαν. Ἀλλὰ μικρὰ ταῦτα; Ἀλλ' ἐννόησον ὅτι προσθήκη ταῦτα· τὸ δὲ κεφάλαιον ἐν τῷ μέλλοντι τεταμίευται χρόνῳ. Καταφρόνησον χρημάτων, εἰ βούλει χρήματα ἔχειν· εἰ βούλει πλουτῆσαι, γενοῦ πένης. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ παράδοξα· οὐ βούλεταί σε ἐκ τῆς οἰκείας σπουδῆς, ἀλλ' ἐκ τῆς αὐτοῦ χάριτος γενέσθαι πλούσιον. Ἐμοὶ ταῦτα, φησὶν, ἄφες· σὺ τὰ πνευματικὰ μερίμνα, ἵνα μάθῃς μου καὶ τὴν δύναμιν· τὴν δουλείαν καὶ τὸν ζυγὸν τὸν ἀπὸ τῶν χρημάτων φεῦγε. Ἕως ὅτε αὐτῶν ἀντέχῃ, πένης εἶ· ἐπειδὰν αὐτῶν καταφρονήσῃς, διπλῇ γίνῃ πλούσιος, τῷ τέ σοι πάντοθεν ταῦτα ἐπιῤῥεῖν, καὶ τῷ μηδενὸς δεῖσθαι ὧν οἱ πολλοί. Οὐ γὰρ τὸ πολλὰ κεκτῆσθαι πλουτοῦντος, ἀλλὰ τὸ μὴ πολλῶν δεῖσθαι. Ὥστε ἕως ἂν δέηται, οὐδὲν τοῦ πένητος ὁ βασιλεὺς διενήνοχε· πενία γὰρ τοῦτό ἐστι τὸ δεῖσθαι ἑτέρων. Ὥστε καὶ ὁ βασιλεὺς κατὰ τοῦτον τὸν λόγον πένης ἐστὶ, καθὸ δεῖται τῶν ἀρχομένων. Ἀλλ' οὐχ ὁ ἐσταυρωμένος οὕτως· οὐδενὸς γὰρ δεῖται, ἀρκοῦσιν αὐτῷ πρὸς διατροφὴν αἱ χεῖρες· Ἐμοὶ γὰρ, φησὶ, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Ταῦτα ἐκεῖνος ἔλεγεν ὁ λέγων, Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· ἐκεῖνος ὁ θεὸς νομισθεὶς παρὰ τῶν ἐν Λύστρᾳ κατοικούντων. Εἰ βούλει τῶν ἐν τῷ κόσμῳ τυχεῖν, ζήτει τὸν οὐρανόν· εἰ βούλει καὶ τῶν ἐνταῦθα ἀπολαῦσαι, καταφρόνησον αὐτῶν. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τί τὰ μικρὰ θαυμάζεις; τί κέχηνας περὶ τὰ μηδενὸς ἄξια λόγου; μέχρι πότε πένης; μέχρι πότε πτωχός; Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, τὸν ἐκεῖ πλοῦτον ἐννόησον, καταγέλασον τοῦ χρυσοῦ, μάθε τὴν χρῆσιν αὐτοῦ, πόση τίς ἐστι. Μέχρι τοῦ παρόντος μένει ἡ ἀπόλαυσις, μέχρι τοῦ παρόντος βίου τοῦ ἐπικήρου ὅσον ψάμμος· μᾶλλον δὲ ὅσον σταγὼν πρὸς ἄβυσσον ἄμετρον, τοσοῦτον ὁ παρὼν βίος πρὸς τὰ μέλλοντα. Οὐκ ἔστι κτῆσις τοῦτο, χρῆσίς ἐστιν, οὐκ ἔστι κυρία· πῶς γὰρ, ὅταν σοῦ ἀποπνέοντος καὶ ἑκόντος καὶ ἄκοντος, ἕτεροι λαμβάνωσι πάντα τὰ ὄντα, καὶ αὐτοὶ πάλιν ἑτέροις δόντες, καὶ πάλιν ἐκεῖνοι ἑτέροις; Πάντες γὰρ πάροικοί ἐσμεν, καὶ ὁ κύριος τῆς οἰκίας τάχα μᾶλλον ὁ μισθωτός ἐστι τῆς οἰκίας· πολλάκις γὰρ ἐκείνου τελευτήσαντος, οὗτος ἔμεινε, πλέον ἀπολαύων τῆς οἰκίας. Εἰ δὲ οὗτος μετὰ μισθοῦ· ἀλλὰ κἀκεῖνος ὁ πρότερος μετὰ μισθοῦ· ᾠκοδόμησε γὰρ, καὶ ἐταλαιπωρήθη, καὶ ἐπεσκεύασε. Ῥήματα μόνον ἐστὶν ἡ δεσποτεία· τῷ δὲ ἔργῳ πάντες τῶν ἀλλοτρίων ἐσμὲν κύριοι. Ἐκεῖνα μόνον ἐστὶν ἡμέτερα, ὅσα ἂν ἐκεῖ προπέμψωμεν· τὰ δὲ ἐνταῦθα οὐχ ἡμέτερα, ἀλλὰ τῶν ζώντων· μᾶλλον δὲ καὶ ζῶντας ἡμᾶς ἀπέλιπεν. Ἐκεῖνα μόνα ἐστὶν ἡμέτερα, ὅσα τῆς ψυχῆς ἐστι κατορθώματα, ἐλεημοσύνη καὶ φιλανθρωπία. Ταῦτα τὰ ἐκτὸς λέγεται καὶ παρὰ τοῖς ἔξωθεν· ἐκτὸς γὰρ ἡμῶν ἐστι. Ποιήσωμεν τοίνυν αὐτὰ τῶν ἐντός. Οὐ γὰρ δυνατὸν χρήματα λαμβάνοντα ἀπελθεῖν, ἀλλὰ δυνατὸν ἐλεημοσύνην λαμβάνοντα ἀπελθεῖν· μᾶλλον δὲ καὶ προπέμψωμεν αὐτὰ ὥστε ἑτοιμάσαι ἡμῖν σκηνὴν ἐν ταῖς αἰωνίαις μοναῖς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg164.local001/.
