# In epistulam i ad Timotheum (homiliae 1-18) 2.1-12

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18), Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-timotheum-homiliae-1-18/2.1-12

Ὥσπερ γὰρ τὴν τροφὴν ταύτην καθ' ἑκάστην ἡμέραν προσφερόμεθα, οὕτω, φησὶ, καὶ τοὺς περὶ πίστεως λόγους ἀεὶ λαμβάνωμεν, ἀεὶ τούτοις τρεφώμεθα. Τί ἐστιν, Ἐντρεφόμενος; Μηρυκώμενος, συνεχῶς τὰ αὐτὰ στρέφων, ἀεὶ τὰ αὐτὰ μελετῶν· τροφὴν γὰρ ἔχει οὐ τὴν τυχοῦσαν. Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Τίνας ἐνταῦθα λέγει; Τὰς Ἰουδαίων παρατηρήσεις. Καὶ μύθους αὐτάς φησι; Καὶ πάνυ, ἢ διὰ τὰς παραποιήσεις, ἢ διὰ τὸ ἄκαιρον. Τὸ γὰρ ἐν καιρῷ, χρήσιμον· χωρὶς δὲ τοῦ καιροῦ, οὐ μόνον ἄχρηστον, ἀλλὰ καὶ βλαβερόν. Ἐννόησον γάρ μοι ἄνδρα μετὰ εἴκοσιν ἔτη τῷ μαστῷ προσάγοντα ἑαυτὸν τῆς τίτθης, πῶς ἐστι καταγέλαστος, διὰ τὸ ἄκαιρον. Ὁρᾷς πῶς καὶ ἀκάθαρτα αὐτὰ εἶπε, καὶ γραώδη; τὸ μὲν διὰ τὸ παλαιὸν, τὸ δὲ διὰ τὸ ἐμποδίζειν τῇ πίστει. Τὸ γὰρ ὑπὸ φόβον ἄγειν τὴν ἀνωτέρω τούτων γενομένην ψυχὴν, τῶν ἀκαθάρτων ἐστὶ παραγγελμάτων. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν, τουτέστι, πρὸς πίστιν καθαρὰν καὶ βίον ὀρθόν· τοῦτο γάρ ἐστιν εὐσέβεια. Γυμνασίας ἄρα χρεία ἡμῖν. Ἡ γὰρ σωματικὴ γυμνασία, φησὶ, πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος. Τινὲς περὶ τῆς νηστείας τοῦτό φασιν εἰρῆσθαι· ἀλλ' ἄπαγε, οὐκ ἔστι σωματικὴ γυμνασία, ἀλλὰ πνευματική. Εἰ γὰρ σωματικὴ ἦν, τὸ σῶμα ἔτρεφεν ἄν· εἰ δὲ τήκει αὐτὸ καὶ λεπτύνει καὶ κατισχνοῖ, οὐκ ἔστι σωματική. Οὐκ ἄρα περὶ τῆς τοῦ σώματος ἀσκήσεώς φησιν. Ὥστε ἡμῖν δεῖ τῆς κατὰ ψυχὴν γυμνασίας· ἐκείνη γὰρ οὐκ ἔχει κέρδος, ἀλλ' ὀλίγον ὠφέλησε τὸ σῶμα· ἡ δὲ τῆς εὐσεβείας ἄσκησις τὸν καρπὸν καὶ ἐν τῷ μέλλοντι ἀποδίδωσι, καὶ ἐνταῦθα ἀνακτᾶται, καὶ ἐκεῖ. Πιστὸς ὁ λόγος. Τουτέστιν, ἀληθὴς, ὅτι καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ὅρα πῶς πανταχοῦ τοῦτο ἐπάγει· οὐ δεῖται κατασκευῆς, ἀλλ' ἀποφαίνεται· πρὸς γὰρ Τιμόθεον ἦν ὁ λόγος αὐτῷ. Ἄρα καὶ ἐνταῦθα ἐν ἐλπίσιν ἐσμὲν χρησταῖς. Ὁ γὰρ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὁ μυρία κατορθῶν, καὶ ἐνταῦθα γάννυται· ὥσπερ οὖν ὁ πονηρὸς οὐκ ἐκεῖ μόνον, ἀλλὰ καὶ ἐνταῦθα κολάζεται, φόβῳ συζῶν διηνεκῶς, οὐδενὶ μετὰ παῤῥησίας ἀντιβλέψαι τολμῶν, τρέμων, ὠχριῶν, ἀγωνιῶν. Ἢ οὐ τοιοῦτοι οἱ πλεονέκται, οἱ κλέπται, οὐ θαῤῥοῦντες ὑπὲρ ὧν ἔχουσιν; οἱ μοιχοὶ, οἱ ἀνδροφόνοι οὐ χαλεπωτάτην ζῶσι ζωὴν, μετὰ ὑποψίας τὸν ἥλιον ὁρῶντες αὐτόν; τοῦτο οὖν ζωή; Οὐδαμῶς, ἀλλὰ θάνατος χαλεπός. Εἰς τοῦτο γὰρ, φησὶ, κοπιῶμεν, καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. Ὡσεὶ ἔλεγε· Τίνος γὰρ ἕνεκεν κόπτομεν ἑαυτοὺς, εἰ μὴ τὰ μέλλοντα προσεδοκῶμεν; τίνος δὲ ἕνεκεν πάντες ἡμῖν ὀνειδίζουσιν; οὐ δεινὰ, φησὶ, τοσαῦτα πεπόνθαμεν; οὐχ ὕβρεις καὶ λοιδορίας καὶ μυρία κακά; εἰκῆ οὖν ταῦτα ὑπεμείναμεν; εἰ μὴ ἐπὶ Θεῷ ζῶντι ἠλπίκαμεν, τίνος ἕνεκεν ταῦτα ὑπεμείναμεν; Εἰ δὲ τοὺς ἀπίστους σώζει ἐνταῦθα, πολλῷ μᾶλλον τοὺς πιστοὺς ἐκεῖ. Ποίαν λέγει σωτηρίαν; Τὴν ἐκεῖ. Ὅς ἐστι, φησὶ, Σωτὴρ πάντων, μάλιστα πιστῶν. Τουτέστι, πλείονα σπουδὴν περὶ τοὺς πιστοὺς ἐνδείκνυται. Τέως τὴν ἐνταῦθά φησι. Καὶ πῶς τῶν πιστῶν ἐστι, φησὶ, Σωτήρ; Εἰ μὴ γὰρ Σωτὴρ ἦν, οὐδὲν ἂν ἐκώλυσεν ὑπὸ πάντων πολεμουμένους πάλαι διεφθάρθαι. Ἐνταῦθα καὶ παρορμᾷ αὐτὸν πρὸς τοὺς κινδύνους, ὥστε μὴ ἐκλυθῆναι Θεὸν ἔχοντα τοιοῦτον, μήτε τῆς παρ' ἑτέρων συμμαχίας δεῖσθαι, ἀλλ' ἑκοντὶ πάντα φέρειν γενναίως· ἐπεὶ καὶ οἱ πρὸς τὰ βιωτικὰ κεχηνότες, πρὸς τὴν ἐλπίδα τοῦ κέρδους ὁρῶντες ἐγχειροῦσι τοῖς πράγμασιν. Ἄρα ἔσχατός ἐστι λοιπὸν ὁ καιρός. Ἐν ὑστέροις γὰρ καιροῖς, φησὶν, ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν. Τί οὖν; ἡμεῖς οὐ κωλύομεν, φησὶ, γαμεῖν; Οὐ κωλύομεν, μὴ γένοιτο, βουλομένους, ἀλλὰ τοὺς μὴ βουλομένους γαμεῖν προτρέπομεν ἐπὶ τὴν παρθενίαν. Ἕτερόν ἐστι κωλῦσαι καὶ ἕτερον κύριον ἀφεῖναι τῆς προαιρέσεως· ὁ μὲν γὰρ κωλύων, καθάπαξ τοῦτο ποιεῖ· ὁ δὲ ὡς ἐπὶ μείζονα τὴν παρθενίαν ἐνάγων, οὐ κωλύων γαμεῖν τοῦτο ποιεῖ, ἀλλὰ προτρέπων παρθενεύειν. Κωλυόντων, φησὶν, γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Καλῶς εἶπεν, Ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ἄρα τὰ πρότερα τύπος ἦν· οὐδὲν γὰρ φύσει ἀκάθαρτον, ἀλλὰ παρὰ τὴν συνείδησιν τοῦ μεταλαμβάνοντος γίνεται. Καὶ τίνος οὖν ἕνεκεν τῶν πολλῶν αὐτοὺς βρωμάτων ἀπήγαγε· Τὴν πολλὴν ἐκκόπτων τρυφήν. Ἀλλ' εἰ μὲν εἶπεν, ὅτι Διὰ τρυφὴν μὴ ἐσθίετε, οὐκ ἂν ἠνέσχοντο· νῦν δὲ εἰς νόμου αὐτὸ κατέκλεισεν ἀνάγκην, ἵνα τῷ μείζονι φόβῳ μᾶλλον ἀπόσχωνται. Ἐπεὶ ὅτι τοῦ υἱὸς ἀκαθαρτότερόν ἐστιν ὁ ἰχθὺς, παντί που δῆλον· ἀλλ' ὅμως ἐκείνων οὐκ ἀπήγαγεν. Ὅσον δὲ αὐτοῖς χαλεπὸν ἦν ἡ τρυφὴ, ἄκουε καὶ τοῦ Μωϋσέως λέγοντος· Ἔφαγε, καὶ ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Ἔστι δὲ καὶ ἄλλη αἰτία. Ἵνα γὰρ στενοχωρηθέντες λοιπὸν ἐπὶ βόας ἔλθωσι, καὶ σφάττωσι πρόβατα, εἰκότως διὰ τὸν Ἆπιν καὶ τὸν μόσχον τῶν λοιπῶν ἀπεῖρξεν· ἀκάθαρτος γὰρ ἐκεῖνος, ἀχάριστος, μιαρὸς καὶ βέβηλος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg164.local001/.
