Ancient Greek
Παράγγελλε ταῦτα καὶ δίδασκε. Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 2.1-13
Not analysed yet
Ὁρᾷς ὅτι ἠβούλετο αὐτὸν καὶ ἐν τούτῳ μέγαν γενέσθαι καὶ θαυμαστόν; Διὰ τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι ἐδεῖτο αὐτοῦ ἔτι. Τί ἐστιν, Ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσι; Μὴ ἐν τῷ βίῳ, φησὶ, μόνον, ἀλλὰ καὶ ἐν τῷ λόγῳ τῷ διδασκαλικῷ. Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς. Ἆρα τὸ ἀξίωμα νῦν φησιν; Οὐκ ἔγωγε οἶμαι, ἀλλὰ περὶ παντὸς γεγηρακότος. Τί οὖν ἂν δέηται διορθώσεως; Οὐκ ἐπιπλήξῃς, φησὶν, ἀλλ' ὡς ἂν εἰ πρὸς πατέρα, φησὶ, προσενεχθείης ἁμαρτόντα, οὕτω καὶ πρὸς ἐκεῖνον διαλέγου. Πρεσβυτέρας ὡς μητέρας, νεωτέρους ὡς ἀδελφοὺς, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἁγνείᾳ. Αὐτὴ τοῦ πράγματος ἡ φύσις φορτικόν τί ἐστι, τὸ ἐλέγχεσθαι λέγω, καὶ μάλιστα ὅταν καὶ εἰς γέροντα γένηται· ἂν δὲ καὶ παρὰ νέου, τριπλοῦν γίνεται τὸ τῆς προπετείας. Παραμυθεῖται οὖν αὐτὸ τῷ τρόπῳ καὶ τῇ προσηνείᾳ. Ἔνεστι γὰρ ἀνεπαχθῶς ἐλέγχειν, εἴ τις θέλει τοῦτο ἀσκεῖν· πολλῆς μὲν γὰρ συνέσεώς ἐστιν, ἔνεστι δέ. Νεωτέρους ὡς ἀδελφοὺς, φησί. Διὰ τί καὶ ἐνταῦθα τοῦτο παρῄνεσε; Τὸ θρασὺ πάλιν διὰ τὴν ἡλικίαν αἰνιττόμενος. Δεῖ τοίνυν καὶ ἐνταῦθα παραμυθεῖσθαι τὸ πρᾶγμα τῇ ἐπιεικείᾳ. Νεωτέρας, φησὶν, ὡς ἀδελφάς· καὶ προσέθηκεν, Ἐν πάσῃ ἁγνείᾳ. Μή μοι, φησὶ, τὴν τῆς μίξεως μόνον εἴπῃς ἁμαρτίαν, ἀλλὰ μηδὲ ὑποψίαν, φησὶ, δῷς. Ἐπειδὴ γὰρ αἱ πρὸς τὰς νεωτέρας γινόμεναι ὁμιλίαι δυσκόλως διαφεύγουσιν ὑποψίαν, δεῖ δὲ γενέσθαι παρὰ τοῦ ἐπισκόπου καὶ τοῦτο, διὰ τοῦτο, Ἐν πάσῃ ἁγνείᾳ, προστίθησι, δηλῶν ὅτι μετὰ πάσης ἁγνείας προσήκει τὰς πρὸς αὐτὰς ὁμιλίας ποιεῖν. Τί λέγεις, εἰπέ μοι; Τιμοθέῳ ταῦτα ἐπιτάττεις; Ναὶ, φησί· δι' αὐτοῦ γὰρ τῇ οἰκουμένῃ διαλέγομαι. Εἰ δὲ Τιμοθέῳ ταῦτα ἐπιτάττει, ἐννοείτω ἕκαστος τῶν ἄλλων ὁποῖος εἶναι ὀφείλει, μήτε ὑποψίαν παρέχων, μήτε σκιὰν προφάσεως τοῖς διαβάλλειν βουλομένοις. Χήρας τίμα, τὰς ὄντως χήρας. Διὰ τί μηδὲν περὶ παρθενίας διαλέγεται, μηδὲ λέγει, Παρθένους τίμα; Ὅτι μοι δοκοῦσι μηδὲ εἶναι τότε, ἢ καὶ ἐκπεπτωκέναι. Ἤδη γὰρ, φησὶ, τινὲς ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. Χήρας τίμα, τὰς ὄντως χήρας, φησίν. Ἄρα ἔστι μὴ ἔχειν μὲν ἄνδρα, μὴ εἶναι δὲ χήραν. Ὥσπερ γὰρ τὴν παρθένον οὐ τοῦτο ποιεῖ παρθένον, τὸ μὴ ὡμιληκέναι γάμῳ, ἀλλὰ πολλῶν καὶ ἑτέρων δεῖ, τοῦ ἀμέμπτου, τοῦ εὐπροσέδρου· οὕτω καὶ χήραν οὐχ ἡ τοῦ ἀνδρὸς ἐρημία ποιεῖ ἁπλῶς, ἀλλ' ἡ μετὰ σωφροσύνης ὑπομονὴ, ἡ ἐκ πάντων μόνωσις. Τὰς τοιαύτας χήρας τιμᾷν παραινεῖ, εἰκότως· πολλῆς γὰρ δέονται τιμῆς μεμονωμέναι· ἄνδρας οὐκ ἔχουσι τοὺς προστησομένους· τὸ πρᾶγμα ἐπονείδιστον εἶναι δοκεῖ καὶ δυσοιώνιστον παρὰ τοῖς πολλοῖς. Διὰ τοῦτο πολλῆς αὐτὴν βούλεται παρὰ τοῦ ἱερέως ἀπολαύειν τιμῆς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ καὶ ἀξία ἐστίν. Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Ὅρα τοῦ Παύλου τὸ συνετὸν, πῶς πολλαχοῦ ἀπὸ ἀνθρωπίνων προτρέπει λογισμῶν. Οὐ γὰρ ἔθηκεν ἐνταῦθα μέγα τι καὶ ὑψηλὸν, ἀλλ' ὅπερ ἐστὶν εὐσυνείδητον· Καὶ ἀμοιβὰς, φησὶν, ἀποδιδόναι τοῖς προγόνοις. Πῶς; Τῆς ἀνατροφῆς, τῆς αὐξήσεως. Οἷον, ἀπέλαυσας πολλῆς τῆς ἐπιμελείας· ἀπῆλθον ἐκεῖνοι· οὐκ ἠδυνήθης αὐτοῖς ἀποδοῦναι τὴν ἀμοιβήν· οὐ γὰρ δὴ καὶ αὐτὴ ἐγέννησας αὐτοὺς, οὐδὲ ἀνέθρεψας· ἐν τοῖς ἐκγόνοις αὐτοῦ ἀμείβου, ἀποδίδου τὸ ὀφείλημα διὰ τῶν παίδων. Μανθανέτωσαν, φησὶν, πρῶτον τὸν οἶκον ἴδιον εὐσεβεῖν. Ἐνταῦθα τὸ εὖ ποιεῖν φησὶν ἁπλούστερον. Εἶτα ἵνα μᾶλλον ἐπάρῃ, ἐπήγαγε· Τοῦτο γάρ ἐστιν ἀποδεκτὸν ἐνώπιον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ εἶπε, Τὰς ὄντως χήρας, λέγει τίς ἐστιν ἡ ὄντως χήρα. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Εἴ τις, φησὶ, μὴ κοσμικὸν ἐπανῄρηται βίον, καὶ ἐν χηρείᾳ οὖσα, αὕτη ὄντως χήρα ἐστίν· ἡ ἐπὶ τὸν Θεὸν ἐλπίζουσα ὡς χρὴ, ἡ δεήσει προσανέχουσα, καὶ προσκαρτεροῦσα νυκτὸς καὶ ἡμέρας, αὕτη χήρα ἐστίν· οὐχ ὡς καὶ τῆς τέκνα ἐχούσης οὐχὶ χήρας οὔσης· καὶ γὰρ καὶ ἐκείνην θαυμάζει τὴν παιδοτροφοῦσαν, ὡς χρή· ἀλλ' εἴ τις τέκνα μὴ ἔχει, τουτέστιν, ἡ μεμονωμένη οὖσα. Εἶτα παραμυθεῖται αὐτὴν, ὡς οὐκ ἔχουσαν τέκνα, εἰπὼν, ὅτι τοῦτό ἐστι χήραν μάλιστα εἶναι, ὅταν μὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραμυθίας, ἀλλὰ καὶ τῆς παρὰ τῶν τέκνων ἀπεστερημένη οὖσα τύχῃ· ἔχει γὰρ τὸν Θεὸν ἀντὶ πάντων. Οὐ γὰρ μὴ ἔχουσα τέκνα ἐλάττων ἐστὶν, ἀλλὰ τὸ λεῖπον αὐτῇ διὰ τὴν τῶν παίδων ἀπουσίαν πληροῖ τῇ παραμυθίᾳ. Ὃ οὖν λέγει, τοιοῦτό ἐστι· Μὴ ἄλγει, ἐὰν ἀκούσῃς, ὅτι δεῖ παιδοτροφεῖν, ὡς οὐκ ἔχουσα τέκνα, ὡς ἐκ τούτου ἐλαττουμένου σοι τοῦ ἀξιώματος· ὄντως εἶ· Ἡ χήρα δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.