Ancient Greek
Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Σεαυτὸν ἁγνὸν τήρει. Μηκέτι ὑδρο- πότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 2.1-16
Not analysed yet
Ὡσεὶ ἔλεγεν, Εἰ τοσαύτης ἠξιώθητε τιμῆς, φησὶν, ὡς ἀδελφοὺς ἔχειν τοὺς δεσπότας, διὰ τοῦτο μάλιστα ὀφείλετε εἴκειν. Προάγουσαι, φησὶν, εἰς κρίσιν· τουτέστι, τῶν πονηρῶν, φησὶ, πράξεων αἱ μὲν λανθάνουσιν ὧδε, αἱ δὲ οὔ· ἐκεῖ δὲ οὐδὲ τὰ κακὰ, οὐδὲ τὰ καλὰ λαθεῖν δύναται. Τί ἐστι, Προάγουσαι εἰς κρίσιν, Οἷον ὅταν τις ἁμαρτάνῃ τὰ ἤδη αὐτὸν κατακρίνοντα, ὅταν τις ἀδιόρθωτος ᾖ, ὅταν τις ἐλπίζηται διορθώσασθαι, μηδὲν δὲ τοιοῦτον πράξῃ. Τί οὖν, καὶ πρὸς τί τοῦτο εἴρηται; Ὅτι κἂν ἐνταῦθά τινες λάθωσιν, ἀλλ' ἐκεῖ οὐ λήσονται· ἐκεῖ πάντα γυμνά ἐστιν. Αὕτη δὲ μεγίστη παραμυθία τοῖς κατορθοῦσιν. Εἶτα ἐπειδὴ εἶπε, Μηδὲν κατὰ πρόσκλησιν, ἀναγκαίως ἑρμηνεύων αὐτὸ ἐπήγαγε τὸ, Ὅσοι εἰσὶ ὑπὸ ζυγὸν δοῦλοι. Καὶ τί τοῦτο πρὸς τὸν ἐπίσκοπον, φησί; Καὶ πάνυ, ἵνα παραινῇ, ἵνα καὶ τούτους διδάσκῃ. Καλῶς δὲ καὶ ἐνταῦθα περὶ τούτων διατάττεται. Καὶ γὰρ ὁρῶμεν αὐτὸν πανταχοῦ τοῖς δούλοις μᾶλλον, ἢ τοῖς δεσπόταις ἐπιτάττοντα, καὶ τρόπους ὑποταγῆς ὑποδεικνύντα, καὶ πολὺν αὐτῶν ποιούμενον λόγον. Ἐκείνοις μὲν οὖν μετὰ πολλῆς τῆς ἐπιεικείας ὑποτάττεσθαι παραινεῖ, τοῖς δὲ δεσπόταις ἀνεῖναι τὸν φόβον παρακαλεῖ, Ἀνιέντες, λέγων, τὴν ἀπειλήν. Καὶ τί δήποτε ταῦτα διατάττεται; ἐπὶ μὲν γὰρ τῶν ἀπίστων, εἰκότως· οὐ γὰρ εἶχε λόγον διαλέγεσθαι τοῖς μὴ προσέχουσιν· ἐπὶ δὲ τῶν πιστῶν, τίνος ἕνεκεν; Ὅτι μείζονα παρὰ τῶν δεσποτῶν εἰσφέρεται τοῖς δούλοις, ἢ παρὰ τῶν οἰκετῶν τοῖς δεσπόταις. Ἐκεῖνοι γάρ εἰσιν οἱ καὶ χρυσίον καταβάλλοντες, καὶ ὑπὲρ τῆς τῶν ἀναγκαίων εὐπορίας, καὶ ὑπὲρ τῶν ἐνδυμάτων, καὶ τῶν ἄλλων μεριμνῶντες ἁπάντων. Ὥστε μείζονα αὐτοῖς δουλείαν εἰσάγουσιν οἱ δεσπόται· ὅπερ καὶ ἐνταῦθα ᾐνίξατο εἰπὼν, ὅτι Πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Κόπτονται καὶ ταλαιπωροῦνται ὑπὲρ τῆς ὑμετέρας ἀναπαύσεως, καὶ οὐκ ὀφείλουσι πολλῆς ἀπολαύειν τιμῆς παρὰ τῶν οἰκετῶν; Εἰ δὲ τοῖς δούλοις οὕτως ἐπέταττε τοσαύτῃ κεχρῆσθαι τῇ ὑπακοῇ, ἐννοήσατε πῶς ἡμᾶς πρὸς τὸν Δεσπότην διακεῖσθαι χρὴ, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγόντα, τὸν τρέφοντα, τὸν ἐνδιδύσκοντα. Εἰ καὶ μηδαμῶς οὖν ἑτέρως, κἂν ὡς οἱ οἰκέται οἱ ἡμέτεροι, δουλεύσωμεν αὐτῷ. Οὐχὶ πᾶσαν τὴν ζωὴν εἰς τοῦτο κατεστήσαντο ἐκεῖνοι εἰς τὸ ἀναπαύεσθαι τοὺς δεσπότας αὐτῶν, καὶ τοῦτο ἔργον αὐτοῖς ἐστι, καὶ οὗτος ὁ βίος τὰ δεσποτικὰ μεριμνᾷν; οὐχὶ τὰ τοῦ δεσπότου πᾶσαν τὴν ἡμέραν μεριμνῶσι, τὰ δὲ αὐτῶν πολλάκις μικρὸν ἑσπέρας μέρος; Ἡμεῖς δὲ τοὐναντίον, τὰ μὲν ἡμέτερα διαπαντὸς, τὰ δὲ τοῦ Δεσπότου οὐδὲ μικρὸν μέρος, καὶ ταῦτα οὐ δεομένου τῶν ἡμετέρων, καθάπερ οἱ δεσπόται τῶν δούλων, ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν εἰς ἡμέτερον προχωρούντων κέρδος. Ἐκεῖ μὲν γὰρ ἡ διακονία τοῦ οἰκέτου τὸν δεσπότην ὠφελεῖ· ἐνταῦθα δὲ ἡ διακονία τοῦ δούλου τὸν μὲν Δεσπότην οὐδὲν, πάλιν δὲ αὐτὸν τὸν οἰκέτην ὀνίνησι. Τῶν ἀγαθῶν γάρ μου, φησὶν, οὐ χρείαν ἔχεις. Εἰπὲ γάρ μοι, τί τῷ Θεῷ κέρδος, ἐὰν ἐγὼ δίκαιος ὦ; ποία δὲ βλάβη, ἐὰν ἄδικος; οὐχὶ ἀκήρατος ἡ φύσις ἐκείνη; οὐχὶ ἀβλαβής; οὐχὶ παντὸς ἀνωτέρα πάθους; Οἱ οἰκέται οὐδὲν ἴδιον ἔχουσιν, ἀλλὰ πάντα δεσποτικὰ, κἂν μυριάκις πλουτῶσιν· ἡμεῖς δὲ πολλὰ ἴδια ἔχομεν, οὐχ ἁπλῶς τοσαύτης τιμῆς ἀπολαύομεν παρὰ τοῦ τῶν ὅλων βασιλέως. Ποῖος δεσπότης ὑπὲρ οἰκέτου τὸν υἱὸν ἔδωκε τὸν ἑαυτοῦ; Οὐδείς· ἀλλὰ πάντες ἂν ἕλοιντο μᾶλλον τοὺς οἰκέτας ὑπὲρ τῶν παίδων δοῦναι. Ἐνταῦθα δὲ τοὐναντίον· τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ὑπὲρ τῶν ἐχθρῶν, τῶν μισούντων αὐτόν. Οἱ οἰκέται, κἂν βαρέα τινὰ ἐπιτάττωνται, οὐδὲ οὕτω δυσχεραίνουσι, καὶ μάλιστα ἂν ὦσιν εὐγνώμονες· ἡμεῖς δὲ ἀποδυσπετοῦμεν μυρία. Τοῖς οἰκέταις οὐδὲν ἐπαγγέλλεται τοιοῦτον ὁ δεσπότης, οἷον ἡμῖν ὁ Θεός· ἀλλὰ τί; ἐλευθερίαν τὴν ἐνταῦθα, τὴν πολλάκις τῆς δουλείας χαλεπωτέραν. Πολλάκις γὰρ κατέλαβε λιμὸς, καὶ πικροτέρα δουλείας αὕτη ἡ ἐλευθερία γέγονε· καὶ τὸ δῶρον τοῦτο τὸ μέγιστον. Παρὰ δὲ τῷ Θεῷ οὐδὲν ἐπίκαιρον, οὐδὲν φθαρτὸν, ἀλλὰ τί; Βούλει μαθεῖν; ἄκουε. Οὐκ ἔτι λέγω ὑμᾶς δούλους, φησίν· ὑμεῖς φίλοι μού ἐστε. Αἰσχυνθῶμεν, ἀγαπητοὶ, φοβηθῶμεν· κἂν ὡς οἰκέται ἡμῖν δουλεύουσι, δουλεύσωμεν ἡμεῖς τῷ Δεσπότῃ· μᾶλλον δὲ πρὸς τὸ πολλοστὸν μέρος τὴν δουλείαν ἡμεῖς ἐπιδεικνύμεθα; Ἐκεῖνοι διὰ τὴν ἀνάγκην φιλοσοφοῦσι, σκεπάσματα μόνον ἔχουσι καὶ τροφάς· ἡμεῖς δὲ μυρία, τὰ μὲν ἔχοντες, τὰ δὲ ἐλπίζοντες, ὑβρίζομεν τῇ τρυφῇ εἰς τὸν εὐεργέτην. Εἰ μηδαμόθεν ἄλλοθεν, κἂν παρ' ἐκείνων δεχώμεθα τῆς φιλοσοφίας τοὺς κανόνας. Οἶδε γὰρ ἡ Γραφὴ οὐχὶ πρὸς οἰκέτας, ἀλλὰ καὶ πρὸς ἄλογα πέμπειν τοὺς ἀνθρώπους· οἷον ὅταν τὴν μέλισσαν, ὅταν τοὺς μύρμηκας κελεύῃ μιμεῖσθαι. Ἐγὼ δὲ κἂν τοὺς οἰκέτας μιμήσασθαι παραινῶ· ὅσα ἐκεῖνοι διὰ τὸν φόβον τὸν ἡμέτερον πράττουσι, κἂν τοσαῦτα διὰ τὸν τοῦ Θεοῦ φόβον ἡμεῖς πράττωμεν· οὐ γὰρ εὑρίσκομεν πράττοντας ὑμᾶς. Ἐκεῖνοι διὰ τὸν ἡμέτερον φόβον ὑβρίζονται μυριάκις, καὶ παντὸς φιλοσόφου μᾶλλον ἑστήκασι σιγῶντες· ὑβρίζονται καὶ δικαίως καὶ ἀδίκως, καὶ οὐκ ἀντιλέγουσιν, ἀλλὰ παρακαλοῦσιν, ἀδικοῦντες οὐδὲν πολλάκις. Οὐδὲν ἐκεῖνοι πλέον τῆς χρείας λαμβάνοντες, πολλάκις δὲ καὶ ἔλαττον στέργουσι· καὶ ἐπὶ στιβάδος καθεύδοντες, καὶ ἄρτου μόνον πληρούμενοι, καὶ τὴν ἄλλην πᾶσαν δίαιταν ἔχοντες εὐτελῆ, οὐκ ἐγκαλοῦσιν, οὐδὲ δυσχεραίνουσιν ἐκεῖνοι διὰ τὸν παρ' ἡμῶν φόβον· ἐμπιστευόμενοι χρήματα, πάντα ἀποδιδόασι (μὴ γάρ μοι τοὺς μοχθηροὺς εἴπῃς τῶν οἰκετῶν, ἀλλὰ τοὺς μὴ λίαν κακούς)· ἂν ἀπειλήσωμεν, εὐθέως συστέλλονται. Ἆρα οὐ φιλοσοφίας ταῦτα; Μὴ γὰρ ὅτι ἀνάγκῃ γίνεται εἴπῃς, ὅτι καὶ ἐπὶ σοὶ ἀνάγκη τῆς γεέννης ἐπίκειται, καὶ οὐδὲ οὕτω σωφρονεῖς, οὐδὲ τοσαύτην παρέχεις τιμὴν τῷ Θεῷ, ὅσης ἀπολαύεις παρὰ τῶν οἰκετῶν· ἔχει ἕκαστος τῶν οἰκετῶν οἴκημα τὸ νενομοθετημένον, καὶ οὐκ ἐπεμβαίνει τῷ τοῦ πλησίον, οὐδὲ λυμαίνεται τῇ ἐπιθυμίᾳ τοῦ πλείονος. Καὶ ταῦτα ἴδοι τις ἂν ἐν οἰκέταις διὰ τὸν τῶν δεσποτῶν φόβον φυλαττόμενα· καὶ σπανίως ἂν ἴδοις οἰκέτην τὰ τοῦ οἰκέτου ἁρπάζοντα, ἢ λυμαινόμενον. Παρὰ δὲ ἀνθρώποις ἐλευθέροις τὰ ἐναντία τούτων γίνεται· ἀλλήλους δάκνομεν, κατεσθίομεν, οὐ δεδοίκαμεν τὸν Δεσπότην, τὰ τῶν συνδούλων ἁρπάζομεν, κλέπτομεν, τύπτομεν, ὁρῶντος αὐτοῦ· τοῦτο δὲ οὐκ ἂν ποιήσειεν οἰκέτης, ἀλλὰ κἂν τύπτῃ, μὴ ὁρῶντος τοῦ δεσπότου, κἂν ὑβρίζῃ, μὴ ἀκούοντος· ἡμεῖς δὲ τοῦ Θεοῦ πάντα καὶ ὁρῶντος καὶ ἀκούοντος, τολμῶμεν. Φόβος ὁ τοῦ δεσπότου πρὸ τῶν ὀφθαλμῶν ἐκείνων διαπαντός· ἡμῶν δὲ οὗτος οὐδέποτε. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, πάντα συγκέχυται καὶ διέφθαρται· καὶ αὐτοὶ μὲν οὐδὲ εἰς νοῦν λαμβάνομεν τὰ ἡμαρτημένα ἡμῖν, τῶν δὲ οἰκετῶν τῶν ἡμετέρων ἁμαρτανόντων μετὰ ἀκριβείας ἅπαντα ἐξετάζομεν, καὶ τὰ μικρότατα. Ταῦτα λέγω, οὐχὶ τοὺς οἰκέτας ὑπτίους ποιῆσαι βουλόμενος, ἀλλὰ τὸ ἡμέτερον ὕπτιον ἐπιστρέψαι, τὸ ῥᾴθυμον διεγεῖραι, ἵνα κἂν οὕτω δουλεύωμεν τῷ Θεῷ, ὡς ἡμῖν οἱ οἰκέται, οὕτω τῷ πεποιηκότι ἡμᾶς, ὡς ἡμῖν οἱ ὁμοούσιοι, καὶ μηδὲν τοιοῦτον ἔχοντες παρ' ἡμῶν. Ἐλεύθεροι τῇ φύσει καὶ οὗτοί εἰσιν· Ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τούτοις εἴρηται. Οὐκ ἔστιν αὕτη φύσεως ἡ δουλεία, ἀλλ' αἰτίας ἐστὶ καὶ περιστάσεως· ἀλλ' ὅμως πολλὴν ἡμῖν παρέχουσι τὴν τιμήν. Ἡμεῖς δὲ τούτοις μὲν μετὰ πάσης ἀκριβείας ἐπιτιθέμεθα τῆς ἡμετέρας ἕνεκεν διακονίας· τῷ δὲ Θεῷ οὐδὲ τὸ πολλοστὸν παρέχομεν μέρος, καὶ ταῦτα πάλιν εἰς ἡμᾶς στρεφομένης τῆς ὠφελείας. Ὅσῳ γὰρ ἂν σπουδαιότερον δουλεύσωμεν τῷ Θεῷ, τοσούτῳ μᾶλλον ἑαυτοὺς ὀνήσομεν, καὶ αὐτοὶ μᾶλλον κερδανοῦμεν. Μὴ δὴ τοσαύτης ἀποστερήσωμεν ὠφελείας ἡμᾶς αὐτούς· ὁ μὲν γὰρ Θεὸς αὐτάρκης ἐστὶ καὶ ἀνενδεὴς, ἡ δὲ ἀμοιβὴ καὶ τὸ κέρδος πάλιν εἰς ἡμᾶς ἀνατρέχει. Ὡς οὖν οὐ τὸν Θεὸν θεραπεύοντες, ἀλλ' ἡμᾶς αὐτοὺς, οὕτω διακεώμεθα, παρακαλῶ, καὶ δουλεύσωμεν αὐτῷ μετὰ φόβου καὶ τρόμου, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.