# In epistulam i ad Timotheum (homiliae 1-18) 2.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18), Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου· ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίας, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-timotheum-homiliae-1-18/2.1-2

Ὥσπερ γὰρ αἱ στιγμαὶ τῶν γραμμάτων τοῖς παισὶ κεῖνται, ὁ δὲ τὰ ἀπ' αὐτῶν πληρῶν μὴ ἐξ αὐτῶν, ἀλλ' ἐξ ἑτέρων, μείζονος ἐπιστήμης ἂν εἴη ἔμπειρος, καὶ κρεῖττον μᾶλλον κέχρηται τοῖς γράμμασιν· οὕτως ὁ ὑπὲρ τὸν νόμον, οὐ παιδαγωγεῖται τῷ νόμῳ. Ὁ γὰρ μὴ ἀπὸ τοῦ φόβου αὐτὸν πληρῶν, ἀλλ' ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν ἐπιθυμίας, πλειόνως οὗτος μάλιστα αὐτὸν κατορθοῖ. Οὐ γὰρ ὁμοίως ὁ κόλασιν δεδοικὼς, καὶ ὁ τιμῆς ἐφιέμενος τὸν νόμον πληροῖ· οὐχ ὁμοίως ὁ ὑπὸ τὸν νόμον ὢν, καὶ ὁ ὑπὲρ τὸν νόμον· τὸ γὰρ ὑπὲρ νόμον ζῆσαι, τοῦτό ἐστι νομίμως χρῆσθαι, Νόμῳ γὰρ ἐκεῖνος χρῆται καλῶς καὶ φυλάττει, ὁ μείζονα τοῦ νόμου κατορθῶν, ὁ μὴ καταξιῶν παιδευτὴν αὐτὸν ἔχειν. Ὁ γὰρ νόμος, ὡς τὰ πολλὰ, κακῶν ἀπαγόρευσίς ἐστι· δίκαιον δὲ οὐ ποιεῖ τοῦτο, ἀλλὰ καὶ ἀγαθῶν ἐργασία. Ὥστε ὅσοι κακῶν ἀπέχονται ὡς δοῦλοι, οὗτοι οὐ πληροῦσιν αὐτοῦ τὸν σκοπόν· διὰ γὰρ τοῦτο κεῖται, ἵνα παράβασιν κολάζῃ. Ὥστε καὶ ἐκεῖνοι κέχρηνται αὐτῷ, ἀλλ' ἐν τῷ κόλασιν δεδοικέναι. Θέλεις γὰρ, φησὶ, μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει· ὡς ἂν εἴποι τις· Μόνοις γὰρ τοῖς πονηροῖς τιμωριῶν διαγορευτικός ἐστι· τῷ δὲ στεφάνων ἄξια ποιήσαντι ποῦ χρήσιμος ὁ νόμος; ὥσπερ οὖν ὁ ἰατρὸς τῷ τραῦμά τι ἔχοντι, οὐ τῷ ὑγιαίνοντι, οὐδὲ τῷ καλῶς διακειμένῳ. Ἀνόμοις δὲ, φησὶ, καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς. Ἀνόμους Ἰουδαίους καλεῖ, τοὺς αὐτοὺς δὲ καὶ ἀνυποτάκτους. Ὁ νόμος, φησὶν, ὀργὴν κατεργάζεται. Τοῦτο πρὸς τοὺς ποιοῦντας τὸ κακόν. Τί δὲ πρὸς τὸν τιμῆς ἄξιον; Διὰ νόμου, φησὶν, ἐπίγνωσις ἁμαρτίας. Τί δαὶ πρὸς τὸν δίκαιον; Δικαίῳ, φησὶ, νόμος οὐ κεῖται. Διὰ τί; Ὅτι κολάσεώς ἐστιν ἐκτὸς, καὶ ὅτι οὐ περιμένει τὰ πρακτέα παρ' ἐκείνου μαθεῖν, ἔχων ἔνδον ὑπαγορεύουσαν τὴν τοῦ Πνεύματος χάριν. Νόμος γὰρ ἐδόθη, ἵνα τῷ φόβῳ κολάζωνται καὶ τῇ ἀπειλῇ. Οὐ δεῖ τοίνυν χαλινοῦ ἐπὶ τὸν εὐήνιον ἵππον, οὐδὲ παιδαγωγίας ἐπὶ τὸν οὐ δεόμενον παιδαγωγοῦ. Ἀνόμοις δὲ, φησὶ, καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις καὶ μητραλοίαις. Καὶ οὐ μέχρι τούτου ἔστη, οὐδὲ μέχρι τῶν ἁμαρτημάτων μόνον, ἀλλὰ καὶ κατ' εἶδος ἐπεξῆλθε τὰ ἁμαρτήματα, ὥστε πεῖσαι ἐπαισχυνθῆναι τὴν τοῦ νόμου ἐπιστασίαν. Εἶτα καταλέξας κατ' εἶδος, εἶπε καὶ κατὰ παράλειψιν, καίτοι καὶ τὰ εἰρημένα ἱκανὰ ἦν ἀπαγαγεῖν. Περὶ τίνων οὖν ταῦτά φησι; Περὶ Ἰουδαίων· οὗτοι γὰρ καὶ πατραλοῖαι καὶ μητραλοῖαι, καὶ αὐτοὶ καὶ βέβηλοι καὶ ἀνόσιοι· τούτους γὰρ αἰνίττεται, Ἀσεβέσιν, εἰπὼν, καὶ ἁμαρτωλοῖς. Τοιούτων δὲ ὄντων αὐτῶν ἀναγκαίως καὶ ὁ νόμος ἐδόθη. Εἰπὲ γάρ μοι, οὐχὶ συνεχῶς εἰδώλοις προσεκύνουν; οὐ τὸν Μωϋσέα ἐλίθαζον; οὐ φόνων αὐτῶν αἱ χεῖρες ἔγεμον συγγενικῶν; οὐχὶ ἄνω καὶ κάτω ταῦτα αὐτοῖς ἐγκαλοῦσιν οἱ προφῆται; Τοῖς δὲ τὰ ἐν οὐρανῷ φιλοσοφοῦσι περιττὰ ταῦτα. Πατραλοίαις, φησὶ, καὶ μητραλοίαις, ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τε ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται. Καλῶς εἶπε, Τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Ἐκεῖνα γὰρ πάντα πάθη ψυχῆς ἦν διεφθαρμένης. Κατὰ τὸ Εὐαγγέλιον, φησὶ, τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ. Ὥστε καὶ νῦν ἐπὶ βεβαιώσει τοῦ Εὐαγγελίου δεῖ νόμου· τοῖς μέντοι πειθομένοις οὐ δεῖ. Εὐαγγέλιον δὲ δόξης αὐτὸ καλεῖ, δι' οὐδὲν ἕτερον, ἀλλ' ἢ διὰ τοὺς αἰσχυνομένους ἐπὶ τοῖς διωγμοῖς, καὶ ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ. Τῶν τε οὖν ἄλλων ἕνεκεν καὶ τούτων αὐτῶν Εὐαγγέλιον δόξης εἴρηκε, δηλῶν ὅτι δόξα ἐστὶ τὸ πάθος τοῦ Χριστοῦ· ἢ καὶ τὰ μέλλοντα αἰνίττεται. Εἰ γὰρ τὰ παρόντα αἰσχύνης γέμει καὶ ὀνειδῶν, ἀλλὰ τὰ μέλλοντα οὐ τοιαῦτα· τὸ δὲ Εὐαγγέλιον μελλόντων ἐστὶν, οὐ παρόντων. Πῶς οὖν ὁ ἄγγελος, Ἰδοὺ εὐαγγελίζομαι ὑμῖν, ὅτι ἐτέχθη ὑμῖν Σωτήρ; Ὅτι τεχθεὶς ἔμελλε τοῦτο γίνεσθαι· οὐ γὰρ ἅμα ἐγεννήθη, εἰργάζετο τὰ σημεῖα. Κατὰ τὸ Εὐαγγέλιον, φησὶ, τῆς δόξης τοῦ μακαρίου Θεοῦ. —Τῆς δόξης· ἢ τὴν λατρείαν φησὶ τοῦ Θεοῦ, ἢ ὅτι εἰ τὰ παρόντα πάντα ἐμπέπλησται τῆς δόξης αὐτοῦ, πολλῷ δὲ μᾶλλον τὰ μέλλοντα· ὅταν τεθῶσι, φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ οἱ ἐχθροὶ αὐτοῦ· ὅταν ἀντικείμενον ᾖ μηδὲν, ὅταν ἴδωσιν οἱ δίκαιοι πάντα τὰ μακαριστὰ ἐκεῖνα, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Θέλω γὰρ, φησὶν, ἵν' ὅπου εἰμὶ ἐγὼ, καὶ οὗτοι ὦσιν, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν ἔδωκάς μοι. Μάθωμεν τίνες ἄρα οὗτοί εἰσι, καὶ μακαρίσωμεν αὐτοὺς, ἐννοοῦντες ὅσων ἀπολαύσονται τότε ἀγαθῶν, ὅσης μεθέξουσι δόξης, ὅσου φωτός. Ἡ μὲν γὰρ ἐνταῦθα δόξα οὐδαμινή τέ ἐστι καὶ ἄστατος· κἂν παραμείνῃ δὲ, ἕως τελευτῆς παραμένει, καὶ λοιπὸν παντελῶς σβέννυται· Οὐ γὰρ συγκαταβήσεται αὐτῷ, φησὶν, ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· πολλοῖς δὲ οὐδὲ ἐνταῦθα μέχρι τέλους παρέμεινε· περὶ δὲ ἐκείνης οὐκ ἔστιν ὑποπτεῦσαί τι τοιοῦτον, ἀλλὰ πᾶν τοὐναντίον, ὅτι μένει, καὶ οὐδὲ τέλος ἕξει ποτέ. Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ, μόνιμα καὶ μεταβολῆς κρείττω πάσης καὶ τέλους. Οὐ γάρ ἐστιν ἡ δόξα τότε ἐκ τῶν ἔξω, ἀλλ' ἐκ τῶν ἔνδον· οἷόν τι λέγω· Οὐκ ἀπὸ ἱματίων πολυτελῶν, οὐκ ἀπὸ πλήθους θεραπόντων, οὐκ ἀπὸ ὀχημάτων ἡ δόξα τότε γίνεται, ἀλλὰ τούτων χωρὶς αὐτὸς ὁ ἀνὴρ ἠμφίεσται τὴν δόξαν. Νῦν μὲν γὰρ, ἂν ταῦτα ἀπῇ, γυμνὸς τῆς δόξης ἔσται, ἐκεῖ δὲ οὐχ οὕτως. Ἐν γοῦν βαλανείοις γυμνοὺς ὁρῶμεν ἐντίμους καὶ ἀτίμους, ὁρῶμεν δὲ καὶ φαύλους. Τῶν ἐν ἀγοραῖς πολλοὶ γοῦν πολλάκις ἐκινδύνευσαν, τῶν παίδων αὐτοὺς κατά τινα χρείαν ἀπολιπόντων· ἐκεῖ δὲ μεθ' ἑαυτοῦ τὴν δόξαν ἔχει πανταχοῦ. Καὶ καθάπερ οἱ ἄγγελοι, ὅπουπερ ἂν φανῶσιν, ἐν ἑαυτοῖς τὴν δόξαν ἔχουσιν, οὕτω καὶ οἱ ἅγιοι· μᾶλλον δὲ καθάπερ ὁ ἥλιος οὐ δεῖται ἱματίου, οὐ δεῖται ἑτέρου τινὸς, ἀλλ' ἅμα τε ἐφάνη καὶ τὴν ἑαυτοῦ δόξαν ἐξέλαμψεν, οὕτω καὶ τότε ἔσται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg164.local001/.
