# In epistulam i ad Timotheum (homiliae 1-18) 2.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18), Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-timotheum-homiliae-1-18/2.1-3

Τίνος οὖν ἕνεκεν καὶ ἄλλοι Ἰουδαῖοι οὐκ ἠλεήθησαν; Ὅτι οὐκ ἐξ ἀγνοίας, ἀλλὰ καὶ εἰδότες καὶ σφόδρα ἐπιστάμενοι ἔπραττον ἅπερ ἔπραττον. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἄκουε τοῦ εὐαγγελιστοῦ λέγοντος, ὅτι Πολλοὶ ἐκ τῶν Φαρισαίων καὶ Ἰουδαίων ἐπίστευον μὲν, οὐχ ὡμολόγουν δέ. Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον, ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Καὶ πάλιν ὁ Χριστός φησι· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες; καὶ πάλιν, Ταῦτα εἶπον, φησὶν, οἱ γονεῖς τοῦ τυφλοῦ διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Καὶ αὐτοὶ δὲ οἱ Ἰουδαῖοι πάλιν ἔλεγον, Ὁρᾶτε ὅτι οὐδὲν ὠφελοῦμεν, ὅτι πᾶς ὁ κόσμος ὑπάγει ὀπίσω αὐτοῦ. Πανταχοῦ γὰρ αὐτοῖς τὸ τῆς φιλαρχίας πάθος ἠνώχλει. Καὶ μὴν αὐτοὶ εἶπον, ὅτι Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός· καὶ εὐθέως ἐποίησε τοῦτο, ὅπερ ἔφησαν εἶναι σημεῖον Θεοῦ. Οὐκ ἦν οὖν ταῦτα ἀγνοίας. Ποῦ δὲ ὁ Παῦλος ἦν τότε; Ἴσως ἄν τις εἴποι· Παρὰ τοὺς πόδας Γαμαλιὴλ, οὐδὲν κοινὸν μετὰ τῶν ὄχλων ἔχων τῶν στασιαστῶν. Ὁ δὲ Γαμαλιὴλ ἀνήρ τις ἦν οὐ φιλαρχίας ἕνεκέν τι ποιῶν. Πῶς οὖν μετὰ ταῦτα εὑρίσκεται μετὰ τοῦ ὄχλου ὁ Παῦλος; Ἑώρα αὐξανόμενον τὸ δόγμα, καὶ κρατοῦν λοιπὸν, καὶ πάντας αὐτοὺς πειθομένους. Ἐπὶ μὲν γὰρ τοῦ Χριστοῦ ποτὲ μὲν αὐτῷ συνῄεσαν, ποτὲ δὲ τοῖς διδασκάλοις· ὅτε δὲ τέλεον ἀπεσχοινίσθησαν, τότε λοιπὸν, οὐχ ὡς οἱ λοιποὶ φιλαρχίας ἕνεκεν ἔπραττεν ἅπερ ἔπραττεν, ἀλλὰ ζήλου. Τίνος γὰρ ἕνεκεν εἰς Δαμασκὸν ἐπορεύετο; Λύμην τὸ πρᾶγμα ἐνόμιζε, καὶ ἐδεδοίκει μὴ πανταχοῦ διαδοθῇ τὸ κήρυγμα. Οἱ δὲ Ἰουδαῖοι οὐχ οὕτως· οὐ γὰρ τῆς προστασίας τῶν πολλῶν ἕνεκεν, ἀλλὰ φιλαρχίας χάριν πάντα ἔπραττον. Ὅρα γοῦν τί φασιν· Ἀροῦσιν ἡμῶν τὸ ἔθνος καὶ τὴν πόλιν. Ποῖος αὐτοὺς κατέσεισε φόβος; ἀνθρώπινος. Ἐκεῖνο δὲ ἄξιον ἐξετάσαι, πῶς ἀκριβὴς ὢν περὶ τὸν νόμον, οὐδὲν ἔγνω· αὐτὸς γὰρ ἦν ὁ λέγων. Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ. Πῶς οὖν οὐκ οἶδας ζηλωτὴς ὑπάρχων τοῦ πατρῴου νόμου, παρὰ τοὺς πόδας Γαμαλιήλου παιδευόμενος; ἀλλ' οἱ μὲν ἐν λίμναις καὶ ποταμοῖς διατρίβοντες καὶ τελῶναι προσέδραμον καὶ ἐδέξαντο, σὺ δὲ διώκεις ὁ νομομαθής; Διὰ τοῦτο κατεγίνωσκεν ἑαυτοῦ, λέγων, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· διὰ τοῦτο τὴν ἄγνοιαν ὁμολογεῖ, ἣν ἡ ἀπιστία ἔτικτε· διὰ τοῦτό φησιν ἐλεηθῆναι. Τί ἐστι, Πιστόν με ἡγήσατο; Οὐδὲν τῶν Δεσποτικῶν προεδίδου· πάντα αὑτοῦ ἔλεγεν εἶναι, καὶ τὰ ἴδια. Οὐκ ἐσφετερίζετο τὴν τοῦ Θεοῦ δόξαν. Ἄκουε γὰρ αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος, Ἄνδρες, τί ἡμῖν προσέχετε; ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι. Τοῦτό ἐστι, Πιστόν με ἡγήσατο. Καὶ πάλιν ἀλλαχοῦ, Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, φησίν· οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί· καὶ πάλιν, Ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν. Δείκνυσιν ἑαυτὸν ἐκ τούτου τιμωρίας ἄξιον· ὁ γὰρ ἔλεος ἐπὶ τούτοις γίνεται. Καὶ πάλιν ἀλλαχοῦ φησι· Πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν. Ἀλλ' ἡ χάρις τοῦ Θεοῦ, φησὶν, ὑπερεπλεόνασε μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Ἵνα μὴ ἀκούσας, Ἠλεήθην, τοσοῦτον μόνον νομίσῃς, Βλάσφημος, φησὶν, ἤμην καὶ διώκτης καὶ ὑβριστής· οὐκοῦν καὶ κολάσεως ἄξιος· ἀλλ' οὐκ ἐτιμωρήθην· ἠλεήθην γάρ. Ἆρ' οὖν τοῦτο μόνον, καὶ μέχρι τούτου ὁ ἔλεος τοῦ μὴ δοῦναι τιμωρίαν; Οὐδαμῶς, ἀλλὰ καὶ ἕτερα πολλὰ καὶ μεγάλα. Οὐ γὰρ τῆς ἐπηρτημένης ἡμᾶς δίκης μόνης ἀπήλλαξεν ὁ Θεὸς, ἀλλὰ καὶ δικαίους ἐποίησε καὶ υἱοὺς καὶ ἀδελφοὺς καὶ φίλους καὶ κληρονόμους καὶ συγκληρονόμους. Διὰ τοῦτό φησιν, Ὑπερεπλεόνασεν ἡ χάρις, δηλῶν ὅτι ὑπερέβη καὶ τὸν ἔλεον τὰ δῶρα. Ταῦτα γὰρ οὐκ ἐλεοῦντός ἐστιν, ἀλλὰ φιλοῦντος, καὶ σφόδρα ἀγαπῶντος. Εἰπὼν τοίνυν πολλὰ καὶ μεγάλα περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, ὅτι βλάσφημον ὄντα καὶ ὑβριστὴν καὶ διώκτην ἠλέησε, καὶ ὅτι οὐ μέχρι τούτου ἔστη μόνον, ἀλλὰ καὶ μεγάλων ἑτέρων ἠξίωσε, πάλιν ἐκεῖνο ἀσφαλίζεται τὸ τῶν ἀπίστων, τὸ μὴ λέγειν ὅτι ἡ προαίρεσις ἀνήρηται· ἐπήγαγε γοῦν, Μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Τοσοῦτον μόνον, φησὶν, ἡμεῖς εἰσηνέγκαμεν· ἐπιστεύσαμεν, ὅτι δύναται ἡμᾶς σῶσαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg164.local001/.
