# In epistulam i ad Timotheum (homiliae 1-18) 2.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18), Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-timotheum-homiliae-1-18/2.1-4

Ὁρᾷς πῶς πάλιν ταπεινοῖ καὶ καταστέλλει ἑαυτὸν, ἑτέραν εὐτελεστέραν λέγων αἰτίαν; Τὸ μὲν γὰρ δι' ἄγνοιαν λέγειν ἐλεηθῆναι, οὐ σφόδρα δείκνυσιν ἁμαρτωλὸν τὸν ἐλεούμενον, οὐδὲ ἄγαν κατεγνωσμένον· τὸ δὲ διὰ τοῦτο ἐλεηθῆναι, ἵνα μηδεὶς ἀπαγορεύῃ λοιπὸν τῶν ἡμαρτηκότων, ἀλλὰ θαῤῥῇ ὅτι καὶ αὐτὸς τῶν αὐτῶν τεύξεται, σφόδρα μέγα καὶ μεθ' ὑπερβολῆς. Ὥστε φθεγξάμενος, Πρῶτός εἰμι ἐγὼ τῶν ἁμαρτωλῶν, καὶ βλάσφημος καὶ διώκτης καὶ ὑβριστής· καὶ, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, καὶ ὅσα εἴρηκεν· ὅμως οὐδὲν οὕτω ταπεινὸν ἐφθέγξατο. Καὶ ἐπὶ ὑποδείγματος δὲ τοῦτο σαφὲς ἔσται. Ἔστω γὰρ πόλις πολυάνθρωπος πάντας τοὺς πολίτας ἔχουσα φαύλους, τοὺς μὲν ἧττον, τοὺς δὲ μᾶλλον, πάντας μέντοι κατεγνωσμένους· εἷς δέ τις ἐν τοῖς πολλοῖς ἐκείνοις πάντων μᾶλλον ἔστω κολάσεως καὶ τιμωρίας ἄξιος, καὶ πᾶν ἐπελθὼν εἶδος κακίας. Ἂν τοίνυν λέγῃ τις, ὅτι πᾶσιν ἀφεῖναι βούλεται ὁ βασιλεὺς, οὐχ οὕτω πιστεύσουσι τῷ λόγῳ, ἕως ἂν ἴδωσι τὸν πάντων φαυλότερον αὑτῶν τούτου τυχόντα· οὐκ ἔστι γὰρ λοιπὸν ἀμφισβήτησις. Τοῦτο καὶ Παῦλός φησιν, ὅτι βουλόμενος ὁ Θεὸς πληροφορῆσαι τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησι, τὸν πάντων ἁμαρτωλότερον εἵλετο. Οὐ γὰρ ἂν, ἐμοῦ τυχόντος συγχωρήσεως, φησὶ, περὶ τῶν ἄλλων ἀμφισβητήσειέ τις· ὡς ἂν εἰ ἔλεγέ τις καὶ ἐν τῇ συνηθείᾳ, Ἐὰν δὲ τῷδε ὁ Θεὸς συγχωρήσῃ, οὐδένα τῶν ἄλλων κολάσει. Καὶ δείκνυσι διὰ τούτου οὐδὲ ἄξιον ἑαυτὸν ὄντα συγχωρήσεως, ἀλλὰ διὰ τὴν εἰς ἑτέρους σωτηρίαν ταύτης πρότερον ἀπολαύσαντα. Μηδεὶς τοίνυν ἀμφιβαλλέτω, φησὶ, περὶ σωτηρίας, ὁπότε ἐγὼ ἐσώθην. Καὶ ὅρα τοῦ μακαρίου τούτου τὴν ταπεινοφροσύνην. Οὐκ ἔφη, Ἵνα ἐνδείξηται ἐν ἐμοὶ τὴν μακροθυμίαν, ἀλλὰ, Τὴν πᾶσαν μακροθυμίαν· ὡς ἂν εἰ ἔλεγε· Μᾶλλον ἐμοῦ ἐπ' ἄλλῳ οὐκ ἔχει μακροθυμῆσαι, οὐδὲ εὑρεῖν οὕτως ἁμαρτωλὸν, παντὸς δεόμενον αὐτοῦ τοῦ ἐλέους, πάσης τῆς μακροθυμίας, οὐ μέρους, καθάπερ οἱ ἐπὶ μέρους ἁμαρτάνοντες. Πρὸς ὑποτύπωσιν, φησὶ, τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον, τουτέστι, πρὸς παράκλησιν, πρὸς προτροπήν. Ἐπειδὴ δὲ μέγα τι περὶ τοῦ Υἱοῦ ἐφθέγξατο, καὶ ὅτι τοσαύτην ἀγάπην ἐνεδείξατο, ἵνα μή τις νομίσῃ ταύτης ἀπεστερῆσθαι τὸν Πατέρα, ἀναφέρει καὶ αὐτῷ δόξαν ἐπάγων, καί φησι· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὑπὲρ δὴ τούτων, φησὶν οὐ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα δοξάζομεν. Ἐρώμεθα οὖν τοὺς αἱρετικούς· Ἰδοὺ, Μόνῳ Θεῷ, εἴρηκε περὶ Πατρὸς λέγων· ἆρα οὐ Θεὸς ὁ Υἱός; καὶ, Μόνῳ ἀφθάρτῳ· ἆρα οὐκ ἄφθαρτος ὁ Υἱός; καὶ ὃ δίδωσιν ἡμῖν μετὰ ταῦτα, αὐτὸς οὐκ ἔχει; Ναὶ, φησὶ, καὶ Θεὸς, καὶ ἄφθαρτος, ἀλλ' οὐ τοιοῦτος, οἷος ὁ Πατήρ. Τί φής; οὐ τοιοῦτος, καὶ ἐλάττονος οὐσίας ἐστίν; οὐκοῦν καὶ ἀφθαρσίας ἐλάττονος. Τί δέ ἐστι, μείζων καὶ ἥττων ἀφθαρσία; ἡ γὰρ ἀφθαρσία οὐδὲν ἄλλο ἐστὶν, ἢ τὸ μὴ διαφθείρεσθαι. Δόξα μὲν γὰρ μείζων καὶ ἥττων ἐστὶν, ἀφθαρσία δὲ μείζων καὶ ἥττων οὐκ ἔστιν, ὥσπερ οὖν οὐδὲ ὑγεία ἥττων καὶ πλείων· ἢ γὰρ φθείρεσθαί τι δεῖ, ἢ μηδ' ὅλως. Τί οὖν, φησίν; ἡμεῖς καὶ ἄφθαρτοι ὡσαύτως; Μὴ γένοιτο· οὐδαμῶς. Διὰ τί; Ὅτι αὐτὸς μὲν φύσει τοῦτο ἔχει, ἡμεῖς δὲ ἐπεισάκτως. Ἆρ' οὖν καὶ ἐπὶ τοῦ Υἱοῦ οὕτως; Οὐδαμῶς· ἀλλὰ καὶ αὐτὸς φύσει. Τίνος οὖν ἕνεκεν ἡ διαφορά; Ὅτι αὐτὸς μὲν, φησὶ, παρ' οὐδενὸς ἐγένετο τοιοῦτος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρός. Καὶ ἡμεῖς τοῦτο ὁμολογοῦμεν· οὐδὲ γὰρ ἡμεῖς ἀρνούμεθα, ὅτι ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς ἀφθάρτως γεγέννηται. Ὑπὲρ τούτων, φησὶ, τὸν Πατέρα δοξάζομεν, ὅτι τοιοῦτον αὐτὸν ἐγέννησεν. Ὁρᾷς ὅτι τότε μάλιστα δοξάζεται ὁ πατὴρ, ὅταν μεγάλα ᾖ κατωρθωκὼς ὁ παῖς; εἰς αὐτὸν γὰρ ἀναφέρεται τὰ τοῦ υἱοῦ. Οὐκοῦν, ὅταν δυνατὸν ᾖ γεγεννηκὼς, καὶ τοιοῦτον οἷον αὐτὸς, ἡ δόξα τοῦ υἱοῦ μᾶλλόν ἐστιν ἢ τοῦ πατρὸς, ὅταν αὐτάρκη, ὅταν ἑαυτῷ ἀρκοῦντα, ὅταν μὴ ἀσθενῆ. Τῷ δὲ, Βασιλεῖ τῶν αἰώνων, καὶ περὶ τοῦ Υἱοῦ εἴρηται, Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Τὸ αὐτό ἐστιν ἐνταῦθα. Παρὰ μὲν γὰρ ἡμῖν διῄρηται ἀμφότερα, ἡ δημιουργία, λέγω, καὶ ἡ κτίσις, καὶ ἕτερος μὲν κατασκευάζει καὶ ποιεῖται καὶ ταλαιπωρεῖ, ἕτερος δὲ κρατεῖ. Διὰ τί; Ὅτι ὁ κατασκευάζων ἐλάττων ἐστίν. Ἐκεῖ δὲ οὐδαμῶς· οὐχ ἑτέρου μὲν ἡ δεσποτεία, ἑτέρου δὲ ἡ δημιουργία. Οὐδὲ γὰρ, ἐπειδὰν ἀκούσω, Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἀφαιρῶ τὸν Πατέρα τὸ δημιουργικόν· οὔτε δὲ ὅταν ἀκούσω, Ὁ Πατὴρ βασιλεὺς τῶν αἰώνων, τὸν Υἱὸν ἀφαιρῶ τὴν δεσποτείαν· κοινὰ γὰρ καὶ ἐκείνου καὶ τούτου ταῦτα· ἀμφότερα γὰρ ἑκατέροις ἐστίν. Ἔκτισεν ὁ Πατὴρ τῷ δημιουργὸν Υἱὸν γεγεννηκέναι· βασιλεύει ὁ Υἱὸς τῷ Κύριος εἶναι τῶν κτισμάτων. Οὐ γὰρ μισθοῦ ἐργάζεται, καθάπερ οἱ παρ' ἡμῖν, οὐδὲ ἑτέρῳ ὑπακούων, καθάπερ οὗτοι, ἀλλὰ δι' οἰκείαν ἀγαθότητα καὶ φιλανθρωπίαν. Τί δέ; ὁ Υἱὸς ὡράθη ποτέ; Οὐκ ἄν τις ἔχοι λέγειν. Τί οὖν ἐστιν, Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ; τί δὲ ὅταν λέγῃ, Οὐδὲ γάρ ἐστιν ὄνομα ἕτερον, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς; καὶ πάλιν, Οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία; Τιμὴ καὶ δόξα, φησὶν, εἰς τοὺς αἰῶνας. Ἀμήν. Τιμὴ καὶ δόξα οὐ διὰ ῥημάτων γίνεται. Ἐπεὶ οὖν καὶ αὐτὸς οὐ διὰ ῥημάτων ἡμᾶς ἐτίμησεν, ἀλλὰ καὶ διὰ πραγμάτων καὶ δι' ἔργων, οὕτω καὶ ἡμεῖς αὐτὸν τιμήσωμεν καὶ διὰ πραγμάτων καὶ δι' ἔργων. Καίτοι αὕτη μὲν ἡ τιμὴ ἡμῶν ἅπτεται, ἐκείνη δὲ αὐτοῦ οὐδαμῶς· οὐ γὰρ δεῖται τῆς παρ' ἡμῶν, ἡμεῖς δὲ τῆς παρ' αὐτοῦ δεόμεθα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg164.local001/.
