Ancient Greek · ~13 min
Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 2.1-8
Not analysed yet
Μὴ τοίνυν τὰς ἑταιριζομένας μιμοῦ· διὰ γὰρ τούτου τοῦ σχήματος ἐκεῖναι πολλοὺς ἐπισπῶνται τοὺς ἐραστὰς, κἀντεῦθεν πολλαὶ πονηρὰν ἔλαβον ὑποψίαν πολλάκις, καὶ οὐδὲν ἐκ τοῦ κόσμου τούτου ἀπώναντο· πολλοὺς γὰρ διὰ τῆς δόξης ταύτης ἔβλαψαν. Ὥσπερ γὰρ ἡ πεπορνευμένη κἂν ἔχῃ σώφρονος δόξαν, οὐδὲν τῆς δόξης ἀπώνατο, τοῦ τὰ κρύφια δικάζοντος τότε πάντα εἰς μέσον ἄγοντος· οὕτως οὐδὲ ἡ σώφρων, ἂν ἐπιτηδεύσῃ διὰ τοῦ σχήματος μοιχείας δόξαν λαβεῖν, ἀπώνατό τι τῆς σωφροσύνης· πολλοὶ γὰρ διὰ τῆς δόξης ταύτης ἐβλάβησαν. Τί οὖν ἐγὼ πάθω, φησὶν, ἂν ἕτερος ὑποπτεύσῃ; Σὺ δίδως τὴν ἀφορμὴν διὰ τοῦ σχήματος, διὰ τοῦ βλέμματος, διὰ τῶν κινημάτων. Διὰ τοῦτο πολὺς τῷ Παύλῳ λόγος τῆς ἀμφιάσεως, πολὺς τῆς αἰδοῦς. Εἰ δὲ ἃ πλούτου μόνον ἐστὶ τεκμήρια ταῦτα περιεῖλε, χρυσὸν, μαργαρίτας, ἱμάτια πολυτελῆ, πῶς οὐ πολλῷ μᾶλλον ἃ περιεργίας ἐστὶν, οἷον ἐπιτρίμματα, ὑπογραφὰς ὀφθαλμῶν, διατεθρυμμένην βάδισιν, διακεκλασμένην φωνὴν, ὄμμα ὑγρὸν καὶ πάσης πορνείας γέμον, περίεργον ἀναβολὴν τοῦ φάρους, τοῦ χιτωνίσκου, ζώνην περιεργοτέραν, ὑποδήματα ἀπηρτισμένα; Ἅπαντα γὰρ ταῦτα διὰ τοῦ εἰπεῖν, Ἐν καταστολῇ κοσμίᾳ, ᾐνίξατο, καὶ διὰ τοῦ εἰπεῖν, Μετὰ αἰδοῦς· ταῦτα γὰρ ἀναιδείας ἐστὶ καὶ ἀσχημοσύνης. Ἀνάσχεσθέ μου, παρακαλῶ· γυμνότερον γὰρ ὁ λόγος τὸν ἔλεγχον προσάγει, οὐχ ἵνα πλήξῃ, οὐδ' ἵνα λυπήσῃ, ἀλλ' ἵνα τὸ ἀλλότριον τῆς ἀγέλης ἅπαν περιέλῃ. Εἰ ταῖς ἄνδρας ἐχούσαις, εἰ ταῖς τρυφώσαις, εἰ ταῖς πλουτούσαις ταῦτα ἀπαγορεύει, πολλῷ μᾶλλον ταῖς παρθενίαν ἀναδεδεγμέναις. Καὶ τίς, φησὶ, παρθένος χρυσία περιτίθεται; τίς δὲ ἐμπλέγματα; Τοσαύτη ἡ τοῦ λιτοῦ σχήματός ἐστι περιεργία, ὡς ταῦτα μηδὲν εἶναι πρὸς ἐκεῖνα. Ἔνεστι γὰρ καὶ δι' εὐτελῶν ἱματίων μᾶλλον καλλωπίζεσθαι τῶν τὰ χρυσία περικειμένων. Ὅταν γὰρ σφόδρα ᾖ κυανὸς ὁ χιτὼν, καὶ τῇ ζώνῃ συνεσταλμένος μετὰ πολλῆς τῆς ἀκριβείας περὶ τὸ στῆθος, καθάπερ τούτων τῶν ἐπὶ τῆς σκηνῆς ὀρχουμένων, ὥστε μήτε εἰς πλάτος ἐκβαίνειν ἐξωγκωμένον, μήτε εἰς ἰσχνότητα συστέλλεσθαι, ἀλλ' ἀμφοτέρων εἶναι μέσον, καὶ πολλὰς ἔχειν περὶ τὰ στέρνα τὰς ῥυτίδας, πόσων σηρικῶν οὐχ ἱκανὸν τοῦτο δελεάσαι μᾶλλον; Τί δὲ, ὅταν τὸ ὑπόδημα ἐν τῷ μέλανι σφόδρα ἀποστίλβῃ δι' αὐτοῦ, λῆγον εἰς ὀξὺ, καὶ τὴν ἐν ταῖς ζωγραφίαις εὐφυΐαν ᾖ μιμούμενον, ὥστε μήτε τὸν ταρσὸν ἀνέχειν πολύ; τί δὲ, ὅταν τὴν ὄψιν ἐπιτρίμμασι μὲν μὴ καλλωπίζῃς, ἀπονίπτῃς δὲ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ τῆς σχολῆς, καὶ διατείνῃς μετὰ τοῦ μετώπου πολὺ τῆς ὄψεως λευκότερον τὸ κάλυμμα, εἶτα ἄνωθεν τὸ φάρος ἐπιτιθῇς, ὡς ἂν τῷ λευκῷ τὸ μέλαν ἐμπρέπῃ; Τί ἄν τις εἴποι περὶ τῶν ὀφθαλμῶν τὰς μυρίας ἐκείνας περιστροφάς; περὶ τῆς δέσεως, τῆς νῦν μὲν κρυπτομένης, νῦν δὲ γυμνουμένης ἐν τῇ δέσει τῆς περιστηθίδος; καὶ γὰρ καὶ τοῦτο γυμνοῦσι πολλάκις, ὥστε τοῦ ζώσματος τὴν ἀκρίβειαν φαίνεσθαι, τοῦ φάρους παντὸς περὶ τὴν κεφαλὴν περιαγομένου. Τὰς δὲ χεῖρας, καθάπερ οἱ τραγῳδοὶ, οὕτω μετὰ ἀκριβείας ἐνδιδύσκουσιν, ὥστε νομίζειν προσπεφυκέναι μᾶλλον αὐταῖς. Τί ἄν τις εἴποι τὴν βάδισιν, καὶ τὰ ἄλλα ἐπιτηδεύματα παντὸς χρυσίου μᾶλλον δυνάμενα τοὺς θεωμένους ἑλεῖν; Φοβηθῶμεν, ἀγαπητοὶ, μὴ ἀκούσωμεν καὶ ἡμεῖς, ἅπερ ὁ προφήτης ἔλεγε ταῖς τῶν Ἑβραίων γυναιξὶ περὶ τὸν κόσμον τὸν ἔξωθεν ἠσχολημέναις· Ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις. Ὥστε ταῦτα μᾶλλον ἐπαγωγὰ τῶν χρυσίων ἐστὶν, ὡς πολλῶν ἑτέρων καὶ πρὸς τοῦτο ἐπιτετηδευμένων, πρὸς τὸ ὁρᾶσθαι καὶ αἰχμαλωτίζειν τοὺς θεωμένους. Οὐκ ἔστι μικρὸν τὸ ἁμάρτημα, ἀλλὰ καὶ σφόδρα μέγα, ἱκανὸν παροξῦναι τὸν Θεὸν, ἱκανὸν παντὶ τῷ πόνῳ τῆς παρθενίας λυμήνασθαι.