# In epistulam i ad Timotheum (homiliae 1-18) 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18), Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-timotheum-homiliae-1-18/2.1

Διὰ τί τῶν ἄλλων ἐπιστολῶν οὐδαμοῦ τὸν ἔλεον προέταξεν, ἀλλ' ἐνταῦθα; Καὶ τοῦτο ἀπὸ πολλῆς φιλοστοργίας· πλείονα γὰρ ἐπεύχεται τῷ παιδὶ, δεδοικὼς ὑπὲρ αὐτοῦ καὶ τρέμων. Οὕτω γὰρ ἐδεδοίκει, ὡς, ὃ μηδαμοῦ πεποίηκε, καὶ σωματικῶν ἕνεκεν ἐπιστεῖλαι πρὸς αὐτὸν, ὡς ὅταν λέγῃ, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Πλείονος γὰρ μάλιστα οἱ διδάσκαλοι δέονται τοῦ ἐλέου. Ἀπὸ Θεοῦ, φησὶ, Πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Πάλιν ἐνταῦθα παραμυθία. Εἰ γὰρ πατὴρ ὁ Θεὸς, ὡς τέκνων κήδεται· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν. Ἄκουε τὸ προσηνὲς, πῶς οὐ διδασκάλου κέχρηται φωνῇ, ἀλλ' οἰκέτου σχεδόν. Οὐ γὰρ εἶπεν, Ἐπέταξα, οὐδὲ, Ἐκέλευσα, οὐδὲ, Παρῄνεσα, ἀλλὰ τί; Παρεκάλεσά σε. Οὐ μὴν πρὸς πάντας τοὺς μαθητὰς οὕτω διακεῖσθαι ἡμᾶς χρὴ, ἀλλὰ πρὸς τοὺς ἡμέρους καὶ ἐναρέτους, πρὸς δὲ τοὺς ἄλλους τοὺς διεφθαρμένους καὶ μὴ γνησίους, ἑτέρως· καθὼς καὶ αὐτὸς γράφων ἀλλαχοῦ φησιν, Ἔλεγχε αὐτοὺς μετὰ πάσης ἐπιταγῆς. Καὶ ἐνταῦθα δὲ ὅρα τί φησιν· Ἵνα παραγγείλῃς τισὶν, οὐχ, Ἵνα παρακαλέσῃς, ἀλλ', Ἵνα παραγγείλῃς μὴ ἑτεροδιδασκαλεῖν. Τί τοῦτό ἐστιν; οὐ γὰρ ἤρκει ἡ Παύλου ἐπιστολὴ, ἣν ἐπέστειλεν αὐτοῖς; Ἤρκει μὲν, ἀλλὰ πρὸς τὰ γράμματα καταφρονητικώτερον οἱ ἄνθρωποι ἔχουσιν. Ἢ οὖν τοῦτό ἐστιν εἰπεῖν, ἢ ὅτι καὶ πρὸ τῶν γραμμάτων ταῦτα ἦν. Καὶ αὐτὸς δὲ πολὺν ἐν τῇ πόλει ταύτῃ χρόνον πεποίηκε, καὶ ἐνταῦθα τὸ ἱερὸν τῆς Ἀρτέμιδος ἦν, ἐνταῦθα ἔπαθε τὰ δεινὰ ἐκεῖνα. Μετὰ γὰρ τὸ λυθῆναι τὸ θέατρον, καλέσας καὶ παρακαλέσας τοὺς μαθητὰς, οὕτως ἐξέπλει, καὶ πάλιν παρεγένετο αὐτοῖς. Ἄξιον δὲ ζητῆσαι, εἰ νῦν ἐνίδρυσεν ἐκεῖ τὸν Τιμόθεον· φησὶ γάρ· Ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν. Οὐ τίθησιν αὐτοὺς ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντοτέρους ἐργάσηται τῇ τοῦ ἐλέγχου περιφανείᾳ. Ἐνταῦθά τινες ἦσαν ἐξ Ἰουδαίων ψευδαπόστολοι, βουλόμενοι πάλιν ἐπὶ τὸν νόμον ἕλκειν τοὺς πιστοὺς, ὃ πανταχοῦ τῶν ἐπιστολῶν αἰτιᾶται. Ἐποίουν δὲ τοῦτο οὐχ οὕτως ὑπὸ συνειδότος ἑλκόμενοι, ὡς ὑπὸ κενοδοξίας, καὶ τοῦ θέλειν ἔχειν μαθητὰς, καὶ τῷ μακαρίῳ Παύλῳ φιλονεικοῦντες, καὶ πρὸς αὐτὸν ζηλοτύπως ἔχοντες. Τοῦτό ἐστιν Ἑτεροδιδασκαλεῖν. Μηδὲ προσέχειν, φησὶ, μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Μύθους οὐ τὸν νόμον φησὶν, ἄπαγε· ἀλλὰ τὰς παραποιήσεις καὶ τὰ παραχαράγματα καὶ τὰ παράσημα δόγματα. Εἰκὸς γὰρ τοὺς ἐξ Ἰουδαίων ἐν τοῖς ἀνονήτοις τὸν πάντα λόγον ἀναλίσκειν, πάππους καὶ προπάππους ἀριθμοῦντας, ἵνα δῆθεν ἐμπειρίας πολλῆς καὶ ἱστορίας δόξαν ἔχωσιν. Ἵνα παραγγείλῃς τισὶ, φησὶ, μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Τί ἐστιν, Ἀπεράντοις; Ἤτοι πέρας οὐδὲν ἐχούσαις, ἢ οὐδὲν χρήσιμον, ἢ δυσκατάληπτον ἡμῖν. Εἶδες πῶς διαβάλλει τὴν ζήτησιν; Ἔνθα γὰρ πίστις, οὐ χρεία ζητήσεως· ἔνθα μηδὲν δεῖ περιεργάζεσθαι, τί δεῖ ζητήσεως; ἡ ζήτησις τῆς πίστεώς ἐστιν ἀναιρετική. Ὁ γὰρ ζητῶν, οὐδέπω εὗρεν· ὁ ζητῶν, πιστεῦσαι οὐ δύναται. Διὰ τοῦτό φησι, Μὴ ἀσχολώμεθα περὶ τὰς ζητήσεις· ἐπεὶ εἰ ζητοῦμεν, οὐκ ἔστι τοῦτο πίστις· ἡ γὰρ πίστις ἀναπαύει τὸν λογισμόν. Πῶς οὖν φησιν ὁ Χριστὸς, Ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· καὶ, Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς ἐν ταύταις δοκεῖτε ζωὴν αἰώνιον ἔχειν; Ἐκεῖ μὲν τὸ, Ζητεῖτε, περὶ αἰτήσεως λέγει καὶ σφοδροῦ πόθου· ἐνταῦθα δὲ τὸ, Ἐρευνᾶτε τὰς Γραφὰς, οὐ τοὺς ζητητικούς ἐστιν εἰσάγοντος πόνους, ἀλλ' ἐκβάλλοντος. Εἶπε γὰρ, Ἐρευνᾶτε τὰς Γραφὰς, τουτέστιν; ὥστε τὴν ἀκρίβειαν αὐτῶν καταμαθεῖν καὶ εἰδέναι, οὐχ ἵνα ἀεὶ ζητῶμεν, ἀλλ' ἵνα παυώμεθα ζητοῦντες. Καὶ καλῶς εἶπε, Παράγγελλέ τισι Μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει. Καλῶς εἶπεν, Οἰκονομίαν Θεοῦ· μεγάλα γὰρ ἡμῖν δοῦναι ἠθέλησεν ὁ Θεὸς, ἀλλ' οὐ δέχεται ὁ λογισμὸς τὸ μέγεθος αὐτοῦ τῶν οἰκονομιῶν. Διὰ πίστεως οὖν τοῦτο γενέσθαι δεῖ, ὅπερ ἐστὶ φάρμακον ψυχῶν μέγιστον. Ἡ τοίνυν ζήτησις ἐναντία ἐστὶ τῇ οἰκονομίᾳ τοῦ Θεοῦ. Τί γὰρ ἀπὸ πίστεως οἰκονομεῖται; Δέξασθαι τὰς εὐεργεσίας αὐτοῦ, καὶ γενέσθαι βελτίους, καὶ περὶ μηδενὸς ἀμφισβητεῖν καὶ ἀμφιβάλλειν, ἀλλ' ἀναπαύεσθαι. Ἅπερ γὰρ ἡ πίστις ἤνυσε καὶ ᾠκοδόμησε, ταῦτα αὕτη καταστρέφει, ζητήσεις παρέχουσα, καὶ τὴν πίστιν ἐκβάλλουσα. Μηδὲ προσέχειν, φησὶ, μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Καὶ αἱ γενεαλογίαι, φησὶ, τί ἔβλαπτον; Ἔλεγεν ὁ Χριστὸς, ὅτι διὰ πίστεως δεῖ σωθῆναι· ἐκεῖνοι ἐζήτουν, καὶ ἔλεγον ὅτι οὐκ ἔνι τοῦτο. Ἐπειδὴ γὰρ ἡ μὲν ἀπόφασις κατὰ τὸ παρὸν ἦν, ἡ δὲ ἔκβασις τῆς ἀποφάσεως ἐν τῷ μέλλοντι, πίστεως ἔδει. Ἐκεῖνοι δὲ προκατειλημμένοι τοῖς νομικοῖς παρατηρήμασιν, ἐνεπόδιζον τῇ πίστει. Οἶμαι δὲ καὶ Ἕλληνας αὐτὸν ἐνταῦθα αἰνίττεσθαι, ὅταν λέγῃ, Μύθοις καὶ γενεαλογίαις, ὡς τοὺς θεοὺς αὐτῶν καταλεγόντων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg164.local001/.
