Ancient Greek · ~19 min
Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 3.1-11
Not analysed yet
Ταῦτα ὑποτίθεσο, ταῦτα μελέτα· τὸ γὰρ, Ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, τοῦτό ἐστι. Μὴ τοῖς ἄλλοις μόνον παραίνει, φησὶν, ἀλλὰ καὶ αὐτὸς ἐν αὐτοῖς ἔχε τὴν μελέτην. Ἐντρεφόμενος γὰρ, φησὶ, τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Διὰ τί μὴ εἶπεν, Ἀνέχου τῶν τοιούτων, ἀλλὰ, Παραιτοῦ; Τὴν τελείαν ἀποφυγὴν αἰνιττόμενος διὰ τούτου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδὲ εἰς γυμνασίαν ποτὲ καθῇς σεαυτὸν διαλεγόμενος πρὸς ἐκείνους, ἀλλὰ ταῦτα τοῖς αὐτοῦ παραίνει. Οὐ γὰρ ἔστι πρὸς τοὺς διεστραμμένους μαχόμενον ὀνῆσαί τί ποτε, πλὴν εἴ ποτε οἰόμεθά τινα βλάβην γίνεσθαι, ὡς δι' ἀσθένειαν παραιτουμένων ἡμῶν τὴν πρὸς ἐκείνους διάλεξιν. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· τουτέστι, πρὸς βίον καθαρὸν, πρὸς πολιτείαν ἀρίστην. Ὁ δὲ γυμναζόμενος, καὶ καιροῦ μὴ ὄντος ἀγώνων, αὐτὸς ὡς ἀγωνιζόμενος ἅπαντα ποιεῖ, πάντων ἀπέχεται, ἐναγώνιός ἐστιν, ἱδρῶτας ἔχει πολλούς. Γύμναζε, φησὶ, σεαυτὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. Καὶ τίνος ἕνεκεν, φησὶν, ἐμνήσθη ταύτης τῆς σωματικῆς γυμνασίας; Ἀπὸ συγκρίσεως τὴν ὑπερχὴν ταύτης δηλῶν, ὅτι ἐκείνη μὲν καὶ πόνους ἔχουσα πολλοὺς, οὐδὲν ἔχει τὸ κέρδος, οὐδὲ ἄξιον λόγου, αὕτη δὲ διηνεκὲς καὶ ἄφθονον. Ὥσπερ ὅταν λέγῃ, Κοσμεῖν ἑαυτὰς μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν. Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος. Εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα. Παῦλος ὠνειδίζετο, καὶ σὺ ἀσχάλλεις; Παῦλος ἐκοπία, καὶ σὺ τρυφᾷν βούλει; Ἀλλ' οὐκ ἂν ἐκεῖνος τρυφῶν τοσούτων ἐπέτυχεν ἀγαθῶν. Εἰ γὰρ τὰ βιωτικὰ πράγματα καὶ ἐπίκηρα καὶ φθαρτὰ πόνων χωρὶς καὶ ἱδρώτων οὐδέποτε παραγίνεται τοῖς ἀνθρώποις, πολλῷ μᾶλλον τὰ πνευματικά. Ναὶ, φησὶν, ἀλλ' ἀπὸ κληρονομίας πολλοῖς πολλάκις παρεγένετο. Ἀλλὰ κἂν αὐτὰ παραγίνηται, ἡ φυλακὴ ἡ τούτων καὶ ἡ σωτηρία πόνων οὐκ ἔστι χωρὶς, ἀλλὰ δεῖ πονεῖν καὶ ταλαιπωρεῖσθαι τῶν κεκτημένων οὐχ ἧττον· καὶ οὔπω λέγω, ὅτι πολλὰ πονήσαντες, ἢ καὶ πολλοὶ ταλαιπωρηθέντες, ἐψεύσθησαν πρὸς αὐτὰ τοῦ λιμένος τὰ στόματα, πνεύματός ποθεν ἐμπεσόντος, καὶ ἐν αὐταῖς ταῖς ἐλπίσι τῶν ἀγαθῶν τὸ ναυάγιον ἐργασαμένου. Παρὰ δὲ ἡμῖν οὐδὲν τοιοῦτόν ἐστι· Θεὸς γάρ ἐστιν ὁ ἐπαγγελλόμενος, καὶ Ἡ ἐλπὶς οὐ καταισχύνει. Ἢ οὐκ ἴστε καὶ ὑμεῖς, ἅτε ἐν τοῖς βιωτικοῖς στρεφόμενοι πράγμασι, πόσοι μετὰ μυρίους πόνους οὐκ ἀπώναντο τῶν καρπῶν, ἢ θανάτου πολλάκις προαπενεγκόντος αὐτοὺς, ἢ πραγμάτων μεταβολῆς γενομένης, ἢ νόσου προσπεσούσης, ἢ συκοφαντῶν ἐπιτεθέντων, ἢ καὶ ἄλλης τινὸς αἰτίας (πολλὰ δὲ τὰ ἀνθρώπινα) κεναῖς αὐτοὺς ἀπαγαγούσης χερσί; Τί δὲ, φησὶ, τοὺς ἐπιτυγχάνοντας οὐχ ὁρᾷς, τοὺς δι' ὀλίγων πόνων μεγάλα κτησαμένους ἀγαθά; Ποῖα ἀγαθά; χρήματα, καὶ οἰκίας, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ ἀνδραπόδων ἀγέλας, καὶ σταθμὸν ἀργυρίου καὶ χρυσίου; ταῦτα λέγεις ἀγαθὰ, καὶ οὐκ ἐγκαλύπτῃ οὐδὲ καταδύῃ, ἄνθρωπος περὶ οὐρανοῦ φιλοσοφεῖν προστεταγμένος, καὶ πρὸς τὰ τῆς γῆς κεχηνὼς πράγματα, καὶ ἀγαθὰ καλῶν ἃ μηδενός ἐστιν ἄξια λόγου; Εἰ ταῦτα ἀγαθὰ, πάντως καὶ τοὺς κεκτημένους αὐτὰ ἀγαθοὺς δεῖ καλεῖν· ὁ γὰρ ἀγαθόν τι ἔχων, πῶς οὐκ ἀγαθός; Τί οὖν, εἰπέ μοι; ὅταν οἱ κεκτημένοι αὐτὰ πλεονεκτῶσιν, ἁρπάζωσιν, ἀγαθοὺς αὐτοὺς καλέσομεν; Εἰ γὰρ ἀγαθὸν ὁ πλοῦτος, ἀπὸ δὲ πλεονεξίας συνάγεται, ὅσῳ ἂν αὔξηται, τοσούτῳ μᾶλλον τὸν ἔχοντα ἀγαθὸν ποιήσει νομίζεσθαι. Ἄρα οὖν ἀγαθὸς ὁ πλεονεκτῶν; Εἰ δὲ ὁ πλοῦτος ἀγαθὸς, ὑπὸ δὲ πλεονεξίας αὔξεται, ὅσῳ ἂν πλεονεκτῇ, ἀγαθώτερος ἔσται. Εἶδες τὴν ἐναντίωσιν; Ἀλλὰ ἂν μὴ πλεονεκτῇ, φησί. Καὶ πῶς ἔνι γενέσθαι; ὀλέθριον γὰρ τὸ πάθος, καὶ οὐκ ἔστιν, οὐκ ἔστι μὴ ἀδικοῦντα πλουτεῖν. Τοῦτο καὶ ὁ Χριστὸς ἀπεφήνατο λέγων, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Τί οὖν, φησὶν, ἂν παρὰ πατρὸς δέξηται τὸν κλῆρον; Τὰ ἐξ ἀδικίας συλλεγέντα ἐδέξατο. Οὐ γὰρ δὴ ἀπὸ τοῦ Ἀδὰμ ὁ πρόγονος ἐκείνου πλούσιος ἦν, ἀλλὰ πολλοὺς ἑτέρους εἰκὸς πρὸ ἐκείνου γεγενῆσθαι, εἶτα ἐν τοῖς πολλοῖς εὑρεθῆναί τινα ἀδίκως τὰ τῶν ἄλλων εἰληφότα καὶ καρπούμενον. Τί οὖν; Ἀβραὰμ, φησὶν, ἄδικον πλοῦτον εἶχε; τί δὲ ὁ Ἰὼβ, ὁ ἄμεμπτος, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Ὁ πλοῦτος ἐκείνοις οὐκ ἐν χρυσῷ ἦν, οὐδὲ ἐν ἀργύρῳ, οὐδὲ ἐν οἰκοδομήμασιν, ἀλλ' ἐν θρέμμασιν· ἄλλως δὲ καὶ θεόπλουτος οὗτος ἦν. Ὅτι γὰρ ἐν θρέμμασιν ἦν, εὔδηλον ἐκεῖθεν· καταλέγων γὰρ ὁ τὸ βιβλίον γράψας τὰ συμβεβηκότα τῷ μακαρίῳ ἐκείνῳ, καὶ λέγων, ὅτι ἀπέθανον αὐτῷ κάμηλοι, καὶ ἵπποι θήλειαι καὶ ὄνοι, οὐκ εἶπεν ὅτι καὶ χρυσίου θησαυροὺς ἐλθόντες ἀφήρπασαν. Ἄλλως δὲ, καὶ ὁ Ἀβραὰμ πλούσιος ἦν· ἀλλ' ἐν οἰκέταις. Τί οὖν; οὐκ ἠγόρασε τούτους; Οὐδαμῶς· διὰ τοῦτο εἶπεν ἡ Γραφὴ, ὅτι οἰκογενεῖς ἦσαν οἱ τριακόσιοι δέκα καὶ ὀκτώ. Καὶ πρόβατα καὶ βόες ἦσαν αὐτῷ. Πόθεν οὖν χρυσίον ἔπεμψε τῇ Ῥεβέκκᾳ; Ἀπὸ τῆς Αἰγύπτου δῶρα λαβὼν, οὐ βιασάμενος, οὐδὲ ἀδικήσας.