# In epistulam i ad Timotheum (homiliae 1-18) 3.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18), Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου· ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίας, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-timotheum-homiliae-1-18/3.1-2

Μεταδιώκωμεν τοίνυν τὴν δόξαν ἐκείνην, ἧς οὐδὲν αἰδεσιμώτερον· καταλείπωμεν ταύτην, ἧς οὐδὲν οὐδαμινώτερον. Ἐν περιβολῇ, φησὶν, ἱματίων μὴ καυχήσῃ. Ταῦτα ἄνωθεν προελέγετο τοῖς νηπίοις. Καὶ γὰρ ὁ ὀρχηστὴς καὶ ἡ πόρνη καὶ ὁ σκηνικὸς χαριέστερά σου ἠμφίεσται καὶ πολυτελέστερα. Καὶ χωρὶς δὲ τούτων, καυχᾶσαι ἐπὶ πράγματι, ᾧ ἂν ἐπίθωνται σῆτες, ἀπεστέρησάν σε τῆς ἀπολαύσεως. Ὁρᾷς πῶς ἀβέβαιόν ἐστι πρᾶγμα, ἡ τοῦ παρόντος βίου δόξα; Καυχᾷ ἐπὶ πράγματι, ὃ σκώληκες τίκτουσι, καὶ ἀπολλύουσι· λέγονται γὰρ Ἰνδικά τινα ζωΰφια εἶναι, ὅθεν τὰ νήματα ταῦτα κατασκευάζεται. Κτῆσαι ἱμάτιον, εἰ βούλει, τὸ ἐκ τῶν ἄνωθεν ὑφαντὸν, τὴν περιβολὴν τὴν θαυμασίαν καὶ λαμπρὰν, τὸν ἱματισμὸν τὸν διάχρυσον ὄντως. Ἐκεῖνος ὁ χρυσὸς οὐκ ἀπὸ μετάλλων ἐστὶν, ἃ καταδίκων χεῖρες ὤρυξαν, ἀλλ' ἀπὸ ἀρετῆς τίκτεται. Περιβάλωμεν ἑαυτοὺς ἐκείνῃ τῇ στολῇ, ἣν οὐκ ἄνθρωποι πένητες καὶ δοῦλοι κατασκευάζουσιν, ἀλλ' αὐτὸς ὁ Δεσπότης. Ἀλλὰ ἐρεῖς ὅτι κατέσπαρται τῷ ἱματίῳ τούτῳ χρυσός; Καὶ τί τοῦτο πρὸς σέ; τὸν γὰρ ἐργασάμενον πάντες θαυμάζουσιν, οὐ τὸν περικείμενον· ἐκείνου γὰρ ὄντως τὸ θαῦμα. Ὥσπερ γὰρ ἐπὶ τῶν ἱματίων τῶν λιτῶν οὐ τὸ ξύλον, ἐν ᾧ ἐντέταται τὸ ἱμάτιον ἐπὶ τὸ κναφεῖον, θαυμάζομεν, ἀλλὰ τὸν ἐργαζόμενον, καίτοι ξύλον αὐτὰ φορεῖ, καὶ ξύλῳ ἐνδέδεται. Ὥσπερ οὖν ἐκεῖνα οὐ χρείας ἕνεκεν ἐνδέδεται, οὕτως οὐδὲ αὗται, ἀλλὰ τῆς τοῦ ἱματίου χρείας, ἵνα τινάσσηται, φησὶν, ἵνα μὴ σητὶ κατατείνηται. Πῶς οὖν οὐκ ἐσχάτης τοῦτο ἀνοίας ἐστὶν, ὑπὲρ τοῦ μηδενὸς τοσαύτην ποιεῖσθαι σπουδὴν, καὶ πάντα μηχανᾶσθαι, καὶ τὴν ἑαυτῶν προδιδόναι σωτηρίαν, καὶ τῆς γεέννης καταφρονεῖν, καὶ εἰς Θεὸν ὑβρίζειν, καὶ περιορᾷν τὸν Χριστὸν πεινῶντα; Τί ἄν τις εἴποι τὴν τῶν ἀρωμάτων πολυτέλειαν, τῶν Ἰνδικῶν, τῶν Ἀραβικῶν, τῶν Περσικῶν. τῶν ξηρῶν, τῶν ὑγρῶν, τῶν μύρων, τῶν θυμιαμάτων, ἅπερ ἅπαντα δαπάνην ἔχει πολλὴν καὶ ἀνόητον; Τί μυρίζεις, ὦ γύναι, τὸ σῶμα ἔσωθεν ἀκαθαρσίας γέμον; τί περὶ τὸ δυσῶδες ἀναλίσκῃ, καὶ ταυτὸ ποιεῖς, ὥσπερ ἂν εἴ τις ἐπιβάλοι βορβόρῳ μύρον, ἢ πλίνθῳ διαβρέχοι βάλσαμον; Ἔστιν, εἰ βούλει, μύρον, ἔστιν ἄρωμα, ᾧ δυνήσῃ χρῖσαι τὴν ψυχὴν, οὐκ ἐξ Ἀραβίας, οὐδὲ ἐξ Αἰθιοπίας, οὐδ' ἀπὸ Περσίδος, ἀλλ' ἐξ αὐτοῦ φερόμενον τοῦ οὐρανοῦ, πωλούμενον οὐ χρυσίου, ἀλλὰ προαιρέσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου. Τοῦτο ἀγόρασαι τὸ μύρον, οὗ ἡ ὀσμὴ τὴν οἰκουμένην ἐμπλῆσαι δύναται· τούτου ἀπέπνεον οἱ ἀπόστολοι· Ὀσμὴ γάρ ἐσμεν εὐωδίας, φησὶν, οἷς μὲν εἰς θάνατον, οἷς δὲ εἰς ζωήν. Τί δὴ τοῦτό ἐστιν; Ὅτι καὶ ὗς ἀποπνίγεσθαι λέγεται ἀπὸ τῆς εὐωδίας. Οὐ τὸ σῶμα δὲ μόνον τῶν ἀποστόλων, ἀλλὰ καὶ τὰ ἱμάτια τοῦ μύρου τοῦ πνευματικοῦ ἀπέπνεον. Οὕτω γὰρ ἔπνει καλὸν τὰ ἱμάτια Παύλου, ὡς δαίμονας ἀπελαύνειν. Ποίου φύλλου, ποίας κασίας, ποίας σμύρνης οὐχὶ καὶ ἡδίων καὶ χρησιμωτέρα αὕτη ἡ εὐωδία; Εἰ γὰρ δαίμονας ἀπήλαυνε, τί οὐκ ἂν ἕτερον εἰργάσατο; Τοῦτο κατασκευάζωμεν τὸ μύρον· κατασκευάζει δὲ αὐτὸ δι' ἐλεημοσύνης ἡ πνευματικὴ χάρις. Τούτου καὶ ἐκεῖ ἀπελθόντες μέλλομεν ἀποπνεῖν, καὶ τοὺς ἁγίους πρὸς ἑαυτοὺς ἐπιστρέφειν· καὶ καθάπερ ἐνταῦθα πάντας ἐπιστρέφουσιν οἱ ἀνακεχρωσμένοι ταῖς εὐωδίαις, κἄν τε εἰς βαλανεῖον, κἄν τε εἰς ἐκκλησίαν, κἄν τε εἰς ἕτερον πολυάνθρωπον τόπον ἀπέλθῃ ὁ τοῦτο ἀποπνέων, πάντες αὐτοῦ ἐξαρτῶνται, καὶ πάντες ἐπιστρέφονται· οὕτω καὶ ἐν ἐκείνῳ τῷ κόσμῳ τῶν ἀποπνεουσῶν ψυχῶν τῆς πνευματικῆς εὐωδίας εἰσιουσῶν, πάντες ὑπεξίστανται καὶ παραχωροῦσι. Καὶ ἐνταῦθα δὲ καὶ δαίμονες καὶ κακίαι πᾶσαι προσελθεῖν οὐ τολμῶσιν οὐδὲ ὑπομένουσιν· ἀποπνίγονται γάρ. Ἐκεῖνο τοίνυν τὸ ἄρωμα περιθώμεθα. Τοῦτο μὲν γὰρ καὶ βλακείας δόξαν ἡμῖν περιτίθησιν, ἐκεῖνο δὲ ἀνδρείας καὶ θαύματος ὄντως· καὶ παῤῥησίαν δὲ ἡμῖν παρέχει πολλήν. Τοῦτο τὸ ἄρωμα οὐ γῆ ἀναδίδωσιν, ἀλλ' ἀρετὴ τίκτει, οὐ μαραίνεται, ἀλλ' ἀνθεῖ· τοῦτο τιμίους τοὺς ἔχοντας ποιεῖ. Τούτῳ χριόμεθα, ὅταν βαπτιζώμεθα· τότε καλὸν ἀποπνέομεν. Τὸ δὲ καὶ τὸ ἑξῆς τούτου ἀποπνεῖν, τῆς ἡμῶν ἐστι σπουδῆς. Διὰ τοῦτο καὶ τὸ παλαιὸν μύρῳ ἐχρίοντο οἱ ἱερεῖς, τῆς ἀρετῆς σύμβολον διδόντες, ὅτι τὸν ἱερέα καλὸν ἀποπνεῖν δεῖ. Τῆς δὲ ἁμαρτίας οὐδέν ἐστι δυσωδέστερον. Ὅρα αὐτῆς πῶς διαγράφει τὴν φύσιν ὁ προφήτης. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Ὄντως γὰρ σηπεδόνος χείρων ἐστὶ καὶ δυσωδεστέρα ἡ ἁμαρτία. Τί γὰρ, εἰπέ μοι, πορνείας δυσωδέστερον; Εἰ δὲ μὴ αἰσθάνῃ ἐργαζομένης, ἐννόησόν μοι τίς ἡ ἁμαρτία μετὰ τὴν ἐργασίαν, καὶ τότε αὐτῆς ὄψει τὴν δυσωδίαν, τότε τὴν προστριβεῖσαν ἀκαθαρσίαν, τότε τὸ ἄγος, τότε τὸ μύσος. Τοιαύτη πᾶσα ἁμαρτία· πρὶν ἢ μὲν ἐργασθῆναι, ἔχει τινὰ ἡδονὴν, μετὰ δὲ τὸ τελεσθῆναι τὸ μὲν ἡδὺ παύεται καὶ μαραίνεται, τὸ δὲ λυπηρὸν καὶ κατηφὲς ἐπεισέρχεται. Ἡ δὲ δικαιοσύνη τοὐναντίον· παρὰ μὲν τὴν ἀρχὴν ἔχει τοὺς πόνους, πρὸς δὲ τῷ τέλει τὴν ἡδονὴν καὶ τὴν ἀνάπαυσιν. Οὐδὲ ἐκεῖ μὲν οὖν ἡ ἡδονὴ ἡδονὴ γίνεται, τῇ προσδοκίᾳ τῆς αἰσχύνης καὶ τῆς τιμωρίας· καὶ ἐνταῦθα δὲ πάλιν οὐδὲ ὁ πόνος πόνος τῇ ἐλπίδι τῶν ἀμοιβῶν. Τί δὴ ἡ μέθη, εἰπέ μοι; οὐκ ἐν τῷ πίνειν μόνον ἔχει τὴν ἡδονήν; μᾶλλον δὲ οὐδ' ἐν τῷ πίνειν. Ὅταν γὰρ εἰς ἀναισθησίαν ἐμπέσῃ, καὶ μηδένα τῶν παρόντων βλέπῃ, ἀλλὰ τῶν μαινομένων χεῖρον διακέηται, ποία λοιπὸν ἡδονή; Μᾶλλον δὲ οὐδὲ ἐν αὐτῇ τῇ πορνείᾳ ἡδονή τίς ἐστιν. Ὅταν γὰρ ὑπὸ πάθους ἡ ψυχὴ κατεχομένη τὴν κρίσιν ἀφαιρῆται, ποία αὕτη ἡδονή; Εἰ δὲ τοῦτο, καὶ ψῶρα ἡδονή. Ἡδονὴν δὲ ἐκείνην ἐγὼ εἴποιμι ἂν τὴν ἀληθῆ, ὅταν μὴ ᾖ ἐν πάθει ἡ ψυχὴ κατατεινομένη ὑπὸ τοῦ σώματος καὶ διασπωμένη. Ποία γὰρ αὕτη ἡδονὴ, τρίζειν ὀδόντας, διαστρέφειν ὀφθαλμοὺς, γαργαλίζεσθαι καὶ θερμαίνεσθαι πέρα τοῦ δέοντος; Οὕτω δὲ οὐκ ἔστιν ἡδονὴ, ὅτι σπεύδομεν αὐτῆς ἀπαλλαγῆναι ταχέως, καὶ ἀπαλλαγέντες ἀλγοῦμεν. Εἰ ἡδονή ἐστι, μὴ ἀπαλλάττου αὐτῆς, ἀλλὰ μένε ἐν τῇ ἡδονῇ. Ὁρᾷς ὅτι ὄνομά ἐστι μόνον ἡδονῆς; Ἀλλ' οὐ τὰ παρ' ἡμῖν τοιαῦτα, ἀλλ' ὄντως ἐστὶν ἡδέα, οὐ μετὰ φλογὸς ἔχοντα τὴν ἡδονὴν, ἀλλ' ἐλευθέραν ἀφιέντα τὴν ψυχὴν, καὶ εὐφραίνοντα καὶ διαχέοντα. Τοιαύτη ἦν ἡ Παύλου ἡδονὴ λέγοντος, Ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι· καὶ, Χαίρετε ἐν Κυρίῳ πάντοτε. Ἐκείνη γὰρ καὶ αἰσχύνην ἔχει καὶ κατάγνωσιν, ἐκείνη καὶ λάθρα γίνεται, καὶ μυρίων ἐμπέπλησται ἀηδιῶν· αὕτη δὲ πάντων τούτων ἀπήλλακται. Ταύτην οὖν μεταδιώκωμεν, ἵνα τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg164.local001/.
