Ancient Greek
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 3.1-6
Not analysed yet
Ταῦτα οὐκ ἀκούειν ὑμᾶς μόνον βούλομαι, ἀλλὰ καὶ φυλάττειν. Νῦν δὲ μέχρι ῥημάτων ἡ μνήμη μόνον, τάχα δὲ οὐδὲ μέχρι τούτων· ἀλλὰ διαλυθέντων ἡμῶν, ἂν ἐρωτήσῃ τις τῶν μὴ παραγεγονότων, τί διελέχθημεν, οἱ μὲν οὐδὲ ἐροῦσιν, οἱ δὲ εἰδότες ἐροῦσι τὴν ὑπόθεσιν, εἰς ἣν εἰρήκαμεν μόνον, ὅτι ὡμίλησεν εἰς τὸ μὴ δεῖν μνησικακεῖν, ἀλλὰ καὶ ὑπερεύχεσθαι, εἶτα ἀφέντες εἰπεῖν τὰ λεχθέντα πάντα (οὐ γὰρ οἷόν τε μεμνῆσθαι), οἱ δὲ μικρῶν μέμνηνται, ἀλλ' ἐνίων. Διὸ παρακαλῶ, εἰ μηδὲν κερδαίνετε ἐκ τῶν λεγομένων, μηδὲ προσέχειν τῇ ἀκροάσει. Τί γὰρ τὸ ὄφελος; μεῖζον τὸ κρῖμα γίνεται, χαλεπωτέρα ἡ τιμωρία, ὅτι μετὰ μυρίας παραινέσεις τοῖς αὐτοῖς ἐπιμένομεν. Διὰ τοῦτο εὐχὴν ἡμῖν ὥρισεν ὁ Θεὸς, ἵνα μηδὲν βιωτικὸν μηδὲ ἀνθρώπινον αἰτῶμεν. Ἴστε δὴ οἱ πιστοὶ τίνα δεῖ εὔχεσθαι, πῶς πᾶσα κοινή ἐστιν ἡ εὐχή. Ἀλλ' οὐκ εἴρηται, φησὶν, ὑπὲρ τῶν ἀπίστων εὔχεσθαι ἐκεῖ. Ἐπειδὴ μὴ ἴστε τῆς εὐχῆς τὴν δύναμιν, μηδὲ τὸ βάθος καὶ τὸν θησαυρὸν αὐτῆς ἐπιγινώσκετε· εἰ γάρ τις αὐτὴν ἀναπτύξειεν, εὑρήσει καὶ τοῦτο κείμενον ἐν αὐτῇ. Ὅταν γὰρ λέγῃ ὁ εὐχόμενος, Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, οὐδὲν ἄλλο ἢ τοῦτο αἰνίττεται. Πῶς; Ὅτι ἐν οὐρανῷ οὐδεὶς ἄπιστος, οὐδεὶς προσκρούων. Εἰ τοίνυν περὶ τῶν πιστῶν μόνων ἦν, οὐκ εἶχε λόγον τὸ λεγόμενον. Εἰ γὰρ οἱ πιστοὶ ἔμελλον τὸ θέλημα αὐτοῦ ποιεῖν, οἱ δὲ ἄπιστοι οὐχὶ, οὐκέτι ὡς ἐν οὐρανῷ τὸ θέλημα αὐτοῦ ἦν, ἀλλὰ τί; Ὥσπερ ἐν οὐρανῷ, φησὶν, οὐδεὶς πονηρὸς, οὕτω μηδὲ ἐπὶ τῆς γῆς ἔστω· ἀλλὰ πάντας, φησὶν, εἰς τὸν φόβον ἕλκυσον τὸν σαυτοῦ, πάντας ἀγγέλους ποίησον τοὺς ἀνθρώπους, κἂν ἐχθροὶ ἡμῶν ὦσι, κἂν πολέμιοι. Οὐχ ὁρᾷς πόσα καθ' ἑκάστην ἡμέραν ὁ Θεὸς βλασφημεῖται; πόσα ὑβρίζεται καὶ παρὰ τῶν ἀπίστων, καὶ παρὰ τῶν πιστῶν; καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων; Τί οὖν; ἔσβεσε διὰ τοῦτο τὸν ἥλιον; ἐκοίμισε τὴν σελήνην; κατέῤῥαξε τὸν οὐρανόν; ἀνετάραξε τὴν γῆν; ἐξήρανε τὴν θάλασσαν; ἠφάνισε τῶν ὑδάτων τὰς πηγάς; συνέχεε τὸν ἀέρα; Οὐδαμῶς, ἀλλὰ πᾶν τοὐναντίον· ἀνατέλλει τὸν ἥλιον, βρέχει τὸν ὑετὸν, δίδωσι καρποὺς, δίδωσι τροφὰς ἐτησίους τοῖς βλασφήμοις, τοῖς ἀνοήτοις, τοῖς μιαροῖς, τοῖς διώκταις, οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν οὐδὲ τρίτην, ἀλλὰ πάντα τὸν βίον. Τοῦτον μίμησαι καὶ σὺ, τοῦτον ζήλωσον κατὰ δύναμιν ἀνθρωπίνην. Οὐ δύνασαι τὸν ἥλιον ἀνατεῖλαι; μὴ κακηγορήσῃς. Οὐ δύνασαι ὑετὸν δοῦναι; μὴ λοιδορήσῃς. Οὐ δύνασαι θρέψαι; μὴ παροινήσῃς. Ἀρκεῖ ταῦτα παρὰ σοῦ δῶρα· παρὰ τοῦ Θεοῦ δι' ἔργων γίνεται εἰς τοὺς ἐχθροὺς ἡ εὐεργεσία· σὺ κἂν διὰ λόγων ποίησον, ὑπέρευξαι τοῦ ἐχθροῦ· οὕτως ἔσῃ ὅμοιος τῷ Πατρί σου τῷ ἐν οὐρανοῖς. Μυριάκις ὑπὲρ τούτων διελέχθημεν, καὶ διαλεγόμενοι οὐ παυόμεθα· μόνον γινέσθω τι πλέον. Ἡμεῖς οὐ ναρκῶμεν οὐδὲ ἀποκάμνομεν, ἡμεῖς οὐ περικακοῦμεν λέγοντες· μόνον ὑμεῖς μὴ ἀκούοντες δόξητε ἐνοχλεῖσθαι. Δοκεῖ δέ τις ἐνοχλεῖσθαι, ὅταν μὴ ποιῇ τὰ λεγόμενα· ὁ γὰρ ποιῶν, συνεχῶς βούλεται τὰ αὐτὰ ἀκούειν, ὥσπερ οὐκ ἐνοχλούμενος, ἀλλ' ἐγκωμιαζόμενος. Ὥστε οὐδαμόθεν ἄλλοθεν τοῦτο γίνεται, ἀλλ' ἐκ τοῦ μὴ ποιεῖν τὰ λεγόμενα· ἐκεῖθεν καὶ ὁ λέγων φορτικός ἐστιν. Ἐάν τις ἐλεημοσύνην, εἰπέ μοι, ποιῇ, εἶτα ἄλλος περὶ ἐλεημοσύνης διαλέγηται, οὐ μόνον οὐκ ἀποκναίει πρὸς τὴν ἀκρόασιν, ἀλλὰ καὶ γάννυται, ἀκούων τῶν οἰκείων κατορθωμάτων λεγομένων καὶ ἀνακηρυττομένων. Οὕτως οὖν καὶ ἡμεῖς, ἐπειδὴ οὐδὲν πρὸς ἀνεξικακίαν ἔχομεν κοινὸν, οὐδὲ κατώρθωται ἡμῖν τοῦτο, διὰ τοῦτο δοκοῦμεν εἶναι καὶ πρὸς τὰ ῥήματα δυσχερεῖς· εἰ δὲ τὰ πράγματα ἦν, οὐκ ἂν λόγος ἡμᾶς ἐλύπησεν. Εἰ τοίνυν μὴ βούλεσθε ἡμᾶς φορτικοὺς εἶναι μηδὲ ἐπαχθεῖς, οὕτω ποιήσατε, δι' ἔργων ἐπιδείξασθε τὸ πρᾶγμα· ὡς οὐδέποτε παυσόμεθα ὑπὲρ τῶν αὐτῶν ὑμῖν διαλεγόμενοι, ἕως ἂν κατορθωθῇ ἐν ὑμῖν. Μάλιστα μὲν γὰρ καὶ κηδεμονίᾳ καὶ φιλοστοργίᾳ τῇ πρὸς ὑμᾶς τοῦτο πράττομεν· ἔπειτα δὲ καὶ διὰ τὸν ἐπικείμενον ἡμῖν κίνδυνον. Τὸν γὰρ σαλπίζοντα, κἂν μηδεὶς εἰς πόλεμον ἐξίῃ, σαλπίζειν δεῖ, τὸ αὑτοῦ πληροῦντα. Οὐ τοίνυν μείζονα ὑμῖν τὴν κόλασιν ἐργάσασθαι βουλόμενοι, τοῦτο πράττομεν, ἀλλὰ τὸ καθ' ἑαυτοὺς ἀποδύσασθαι. Μετὰ δὲ τούτου, καὶ ἡ ὑμετέρα ἡμᾶς ἀγάπη κατέχει· ἀποσπώμεθα γὰρ τὰ σπλάγχνα καὶ δακνόμεθα, εἴ τι τοιοῦτο συμβαίη. Ἀλλὰ μὴ γένοιτο. Οὐκ ἔστι δαπάνης, ὅπερ εἴπομεν νῦν, οὐκ ἔστιν ἐπιζημίας χρημάτων, οὐκ ἔστιν ὁδοῦ μακρᾶς· θελῆσαι δεῖ μόνον, ῥῆμά ἐστι, προαίρεσίς ἐστι. Φυλάττωμεν ἡμῶν τὸ στόμα, θύραν καὶ μοχλὸν ἐπιθῶμεν, ἵνα μηδὲν τῶν μὴ δοκούντων τῷ Θεῷ φθεγγώμεθα. Ὑπὲρ ἡμῶν αὐτῶν γίνεται τοῦτο, οὐχ ὑπὲρ ὧν εὐχόμεθα. Τοῦτο ἀεὶ λογιζώμεθα, ὅτι καὶ ὁ εὐλογῶν τὸν ἐχθρὸν, ἑαυτὸν εὐλογεῖ, καὶ ὁ καταρώμενος, ἑαυτὸν καταρᾶται, καὶ ὁ εὐχόμενος ὑπὲρ τοῦ ἐχθροῦ, ὑπὲρ ἑαυτοῦ εὔχεται, οὐχ ὑπὲρ ἐκείνου. Ἂν οὕτω ταῦτα ποιῶμεν, δυνησόμεθα τὸ κατόρθωμα τοῦτο εἰς ἔργον ἀγαγεῖν, καὶ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.