Ancient Greek · ~23 min
Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 3.1-7
Not analysed yet
Ἐπειδὴ τοίνυν ὁ Χριστὸς ὑπὲρ ἐθνῶν ἔπαθε, καὶ ἐγὼ διδάσκαλος ἐθνῶν ἀφωρίσθην, τίνος ἕνεκεν σὺ οὐκ εὔχῃ ὑπὲρ αὐτῶν; Καλῶς ἐνταῦθα τὸ ἑαυτοῦ ἀξιόπιστον δεικνὺς, τὸ, Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ, φησὶ, τουτέστιν, Ἀφωρίσθην· πάνυ γὰρ ἐνάρκων πρὸς τοῦτο οἱ ἀπόστολοι. Εἶτα ἐπήγαγε, Διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. Ἐν πίστει πάλιν· ἀλλὰ μὴ νομίσῃς, ἐπειδὴ, Ἐν πίστει, ἤκουσας, ὅτι ἀπάτη τὸ πρᾶγμά ἐστι· καὶ γὰρ, Ἐν ἀληθείᾳ, φησίν· εἰ δὲ ἀλήθεια, οὐκ ἔστι ψεῦδος. Ὁρᾷς τὴν χάριν ἐκτεταμένην; τοῖς γὰρ Ἰουδαίοις αἱ εὐχαὶ οὐχ ὑπὲρ τοιούτων ἐγίνοντο, νῦν δὲ ἡ χάρις ἐκτέταται. Διὰ τοῦτο καὶ διδάσκαλον ἐθνῶν ἑαυτὸν εἶπεν ἀφωρίσθαι, τὴν πανταχοῦ τῆς οἰκουμένης χυθεῖσαν αἰνιττόμενος χάριν. Ὁ δοὺς, φησὶν, ἑαυτὸν ἀντίλυτρον. Πῶς οὖν παρεδόθη ὑπὸ τοῦ Πατρός; ἄρα οὖν τῆς αὐτοῦ ἀγαθότητος γέγονεν. Ἀντίλυτρον, τί ἐστιν· Ἔμελλε τιμωρεῖσθαι αὐτούς· τοῦτο οὐκ ἐποίησεν. Ἀπόλλυσθαι ἔμελλον· ἀλλ' ἀντ' ἐκείνων τὸν αὑτοῦ ἔδωκεν Υἱὸν, καὶ κήρυκας ἡμᾶς ἔπεμψεν, ὥστε κηρύττειν τὸν σταυρόν. Ἱκανὰ ταῦτα ἐπισπάσασθαι πάντας, καὶ τὴν ἀγάπην ἐνδείξασθαι τοῦ Χριστοῦ. Ὄντως γὰρ μεγάλα καὶ ἀνεκδιήγητα τὰ παρὰ Θεοῦ εἰς ἡμᾶς ἐπιδεδειγμένα. Κατέθυσεν ἑαυτὸν ὑπὲρ τῶν ἐχθρῶν, τῶν μισούντων, τῶν ἀποστρεφομένων αὐτόν. Ὃ οὐδὲ ὑπὲρ φίλων, οὐδὲ ὑπὲρ παίδων ποιήσειεν ἄν τις, οὐδὲ ὑπὲρ ἀδελφῶν, Δεσπότης ὑπὲρ δούλων ἐποίησε, δεσπότης οὐ τοιοῦτος, οἷος οἱ δοῦλοι, ἀλλὰ Θεὸς ὑπὲρ ἀνθρώπων, καὶ ἀνθρώπων οὐδὲ εὐδοκιμούντων. Εἰ γὰρ εὐδοκιμηκότες ἦσαν, εἰ γὰρ εὐηρεστηκότες, οὐ τοσοῦτον ἦν θαυμαστόν· νῦν δὲ τοῦτό ἐστι τὸ πᾶσαν διάνοιαν ἐκπλῆττον, τὸ ὑπὲρ τοιούτων ἀχαρίστων καὶ ἀγνωμόνων ἀποθανεῖν. Ὃ γὰρ ἀπὸ ἀνθρώπων πρὸς ὁμοφύλους οὐ γίνεται, τοῦτο ἐγένετο ἀπὸ Θεοῦ εἰς ἡμᾶς· καὶ τοσαύτης ἀπολαύσαντες ἀγάπης, ἀκκιζόμεθα ἔτι, καὶ οὐ φιλοῦμεν τὸν Χριστόν. Αὐτὸς κατέθυσεν ἑαυτὸν ὑπὲρ ἡμῶν· ἡμεῖς δὲ αὐτὸν καὶ τῆς ἀναγκαίας τροφῆς ἀποροῦντα περιορῶμεν, καὶ νοσοῦντα καὶ γυμνητεύοντα οὐκ ἐπισκεπτόμεθα. Πόσης ὀργῆς ταῦτα ἄξια, πόσης κολάσεως, πόσης γεέννης; Εἰ γὰρ μηδὲν ἕτερον, τοῦτο γοῦν αὐτὸ μόνον, ὅτι κατηξίωσε τὰ τῶν ἀνθρώπων πάθη οἰκειοῦσθαι, καὶ λέγειν, ὅτι Πεινῶ καὶ διψῶ, οὐχ ἱκανὸν ἦν πάντας προτρέψαι; Ἀλλ', ὢ τῆς τῶν χρημάτων τυραννίδος. μᾶλλον δὲ, ὢ τῆς τῶν ἑκοντὶ δεδουλωμένων αὐτοῖς μοχθηρίας. Οὐκ ἐκεῖνα ἔχει μεγάλην τὴν ἰσχὺν, ἀλλ' ἡμεῖς σφόδρα ἐσμὲν ἔκλυτοι καὶ δεδουλωμένοι, ἡμεῖς ταπεινοὶ καὶ γεώδεις, ἡμεῖς σαρκικοὶ, ἡμεῖς ἀνόητοι· οὐ γὰρ ἐκείνων μεγάλη ἡ ἰσχύς. Τί γὰρ δύναται, εἰπέ μοι; κωφά ἐστι καὶ ἀναίσθητα. Εἰ ὁ διάβολος οὐδέν ἐστιν, ὁ μιαρὸς δαίμων, ὁ οὕτω πονηρὸς καὶ πάντα κυκῶν, τὰ χρήματα τίνα ἔχει ἰσχύν; Ἐὰν ἴδῃς ἄργυρον, νόμισον εἶναι κασσίτερον. Ἀλλ' οὐ δύνασαι; Οὐκοῦν, ὅπερ ἐστὶν ἀληθὲς, τοῦτο νόμισον, ὅτι γῆ ἐστι· γῆ γάρ ἐστιν. Ἀλλ' οὐδὲ τοῦτον δέχῃ τὸν λογισμόν; Ἐννόησον ὅτι ἀπολούμεθα καὶ ἡμεῖς, ὅτι πολλοὶ τῶν κεκτημένων οὐδὲν σχεδὸν αὐτῶν ἀπώναντο, ὅτι μυρίοι κομπάσαντες ἐν αὐτῷ, τέφρα ἐγένοντο καὶ κόνις, ὅτι καὶ νῦν δίκην τίνουσι τὴν ἐσχάτην, τῶν ἐν ὀστράκῳ καὶ ὑέλῳ διαιτηθέντων πολλῷ τυγχάνοντες πτωχότεροι, τῶν ἐν κοπρίᾳ πολλάκις οἱ ἐπὶ τῶν κλινῶν τῶν ἐλεφαντίνων ἀπορώτεροι. Ἀλλὰ τέρπει τὰς ὄψεις; Ἀλλὰ τούτων ἕτερα πολλὰ τέρπειν δύναται μᾶλλον. Καὶ γὰρ καὶ τὰ ἄνθη, καὶ ὁ ἀὴρ καθαρὸς ὢν, καὶ ὁ οὐρανὸς, καὶ ὁ ἥλιος πολλῷ μᾶλλον τέρπει. Οὗτος μὲν γὰρ καὶ ἰὸν ἔχει πολὺν, ὅθεν πολλοὶ καὶ μέλανα αὐτὸν εἶναι ἀπεφήναντο· καὶ δῆλον ἀπὸ τῶν ἐκμαγείων τῶν μελαινομένων· ἐν δὲ ἡλίῳ μέλαν οὐδὲν, ἐν οὐρανῷ, ἐν ἄστροις. Πολλὴ ἐν τούτοις τοῖς ἄνθεσιν ἡ ἀπόλαυσις, ἢ ἐν ἐκείνῳ τῷ χρώματι. Οὐ τὸ ἄνθος τοίνυν ἐστὶ τὸ τέρπον, ἀλλ' ἡ πλεονεξία, ἡ ἀδικία· τοῦτο τέρπει τὰς ψυχὰς, οὐχ ὁ ἄργυρος. Ἔκβαλε ταύτην ἀπὸ τῆς ψυχῆς, καὶ ὄψει πηλοῦ τὸ δοκοῦν εἶναι τίμιον ἀτιμότερον· ἔκβαλε τὸ πάθος· ἐπεὶ καὶ οἱ πυρέττοντες, κἂν βόρβορον ἴδωσιν, ὡς πηγὰς ἐπιποθοῦσιν· οἱ ὑγιαίνοντες δὲ ὡς χρὴ, οὐδὲ ὕδατος ἐπιθυμοῦσι πολλάκις. Ἔκβαλε τὴν νόσον, καὶ ὄψει τὰ πράγματα ὡς ἔστι. Καὶ ἵνα μάθῃς, ὅτι οὐ ψεύδομαι, πολλοὺς ἔχω δεῖξαι τοῦτο πεποιηκότας. Σβέσον τὸ πῦρ, καὶ ὄψει ὅτι ἀνθέων ταῦτά ἐστιν εὐτελέστερα. Καλὸν τὸ χρυσίον; ἀλλ' εἰς ἐλεημοσύνην καλὸν, εἰς ἐπικουρίαν πενήτων καλὸν, οὐκ εἰς τὴν ἀνόνητον χρῆσιν, ἵνα ἔνδον ἀποκέηται, ἵνα εἰς γῆν κατορύττηται, ἵνα περὶ χεῖρας καὶ πόδας καὶ κεφαλὰς περικέηται. Διὰ τοῦτο εὑρέθη, οὐχ ἵνα τὴν εἰκόνα τοῦ Θεοῦ καταδεσμῶμεν τούτῳ, ἀλλ' ἵνα λύωμεν τοὺς δεδεμένους· εἰς τοῦτο κέχρησο τῷ χρυσῷ· λῦσον τὸν δεδεμένον, μὴ δήσῃς τὴν λελυμένην. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὴν οὐδαμινὴν πάντων προτίθης; μὴ γὰρ, ἐπειδὴ χρυσός ἐστιν, οὐκέτι δεσμὸν ποιεῖ; μὴ γὰρ ἡ ὕλη τὸν δεσμὸν ποιεῖ; Ἄν τε χρυσὸς ᾖ, ἄν τε σίδηρος, ταυτόν ἐστι· καίτοι τοῦτο ἐκείνου καὶ βαρύτερον. Ἀλλὰ τί ποιεῖ κοῦφον τὸ πρᾶγμα; Ἡ κενοδοξία, καὶ τὸ παρὰ πάντων ὁρᾶσθαι δεδεμένην, ἐφ' ᾧ ἐχρῆν μᾶλλον αἰσχύνεσθαι. Ὅτι γὰρ τοῦτο ἀληθές ἐστι, κατάδησον, καὶ ἄφες ἐν ἐρημίᾳ, ἔνθα οὐδεὶς ὁ θεωρῶν, καὶ βαρύνεται τὸν δεσμὸν καὶ ἐπαχθῆ νομίζει. Φοβηθῶμεν, ἀγαπητοὶ, μὴ ἀκούσωμεν ἐκεῖνα τὰ φοβερὰ ῥήματα, Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας. Τί ἤδη τοῦτο σαυτῇ ποιεῖς, γύναι; οὐδεὶς δεσμώτης χεῖρας καὶ πόδας δέδεται. Τί καὶ τὴν κεφαλὴν δεσμεῖς; οὐ γὰρ ἀρκεῖ χεῖρας καὶ πόδας; τί καὶ τὸν τράχηλον μυρίοις δεσμοῖς περιβάλλεις; Τὴν γὰρ ἀπὸ τούτων φροντίδα παρίημι, τὸ δέος, τὴν ἀγωνίαν, τὴν μάχην τὴν ὑπὲρ αὐτῶν πρὸς τὸν ἄνδρα, εἴ ποτε αὐτῶν δεηθείη, τὸν θάνατον ὃν ὑπομένουσιν, εἴ ποτε ἐκπέσοι τι τούτων. Ταῦτα οὖν ἡδονὴ, εἰπέ μοι; Ἵνα ἕτερος τέρπῃ τὰς ὄψεις, σαυτὴν καὶ δεσμοῖς καὶ φροντίσι καὶ κινδύνοις καὶ ἀηδίαις καὶ μάχαις καθημεριναῖς ὑποβάλλεις; ἆρ' οὐ πάσης κατηγορίας καὶ καταγνώσεως ἄξιον τοῦτο; Μὴ, παρακαλῶ, μὴ ταῦτα ποιῶμεν, ἀλλὰ λύωμεν πάντα σύνδεσμον ἀδικίας, διαθρύπτωμεν πεινῶντι τὸν ἄρτον· πάντα τὰ ἄλλα πράττωμεν, ἃ τὴν πρὸς τὸν Θεὸν ἡμῖν παῤῥησίαν προξενῆσαι δύναται, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.