# In epistulam i ad Timotheum (homiliae 1-18) 3.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18), Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-timotheum-homiliae-1-18/3.1-8

Χριστὸν ἔχεις νυμφίον· τί ἐραστὰς ἀνθρώπους ἐπισπᾶσαι; Μοιχείας σε τότε κρινεῖ. Διὰ τί μὴ κοσμῇ τὸν κόσμον τὸν αὐτῷ ἀρέσκοντα, τὸν αὐτῷ φίλον, τὴν αἰδὼ, τὴν σωφροσύνην, τὴν κοσμιότητα, τὴν σώφρονα καταστολήν; αὕτη πορνική τίς ἐστι καὶ αἰσχρά. Οὐκέτι διαγινώσκομεν τὰς πόρνας καὶ τὰς παρθένους. Ὅρα εἰς πόσην ἀσχημοσύνην ἐξήγαγον ἑαυτάς. Ἀνεπιτήδευτον εἶναι χρὴ τὴν παρθένον, ἁπλῶς καὶ εἰκῆ διεσκευασμένην· ἡ δὲ μυρία ἐπιτηδεύει πρὸς τὴν φαινομένην διασκευήν. Παῦσαι τῆς μανίας, γύναι, ἐπὶ τὴν ψυχὴν μετάγαγε τὴν τοιαύτην σπουδὴν, ἐπὶ τὴν ἔσω ἐμπρέπειαν· οὗτος γὰρ ὁ κόσμος ὁ ἔξωθεν περικείμενος οὐκ ἀφίησι τὸν ἔνδον γενέσθαι καλόν. Ὁ περὶ τοῦτον ἠσχολημένος, τοῦ ἔνδον καταφρονεῖ, ὥσπερ ὁ τούτου καταφρονῶν, πᾶσαν τὴν σπουδὴν περὶ τὸν ἔνδον ἐνδείκνυται. Μή μοι εἴπῃς, Οἴμοι, ἱμάτιον ἐκτετριμμένον φορῶ, ὑπόδημα εὐτελὲς, κάλυμμα οὐδαμινόν· ποῖος ταῦτα κόσμος; Μὴ ἀπάτα σαυτήν. Ἔνεστιν, ὅπερ ἔφην, διὰ τούτων μειζόνως καλλωπίζεσθαι, ἢ δι' ἐκείνων, μάλιστα διὰ τῶν ἐκτετριμμένων ἱματίων, ἢ τῶν προσπεπλασμένων τῷ σώματι, καὶ ἐκτετυπωμένων καλῶς πρὸς τὸ σχῆμα τὸ ἀναιδὲς, καὶ στιλβόντων λαμπρόν. Ἐμοὶ ταῦτα λέγεις· τί δὲ τῷ Θεῷ ἐρεῖς τῷ τὴν διάνοιαν εἰδότι, μεθ' ἧς ταῦτα ποιεῖς; Ἀλλ' οὐχ ὥστε πορνεῦσαι ποιεῖς; Ἀλλὰ τί; ὥστε θαυμασθῆναι; καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς ἐπὶ τούτοις βουλομένη θαυμάζεσθαι; Ἀλλ' ἁπλῶς, φησὶ, ταῦτα περίκειμαι, οὐδὲ ἐπὶ τούτῳ. Οἶδεν ὁ Θεὸς ἃ φθέγγῃ πρὸς ἡμᾶς. Μὴ γὰρ ἐμοὶ δίδως λόγον; Ἐκείνῳ τῷ παρόντι τοῖς γινομένοις, καὶ τότε ἐξετάζοντι ταῦτα, ἐκείνῳ ᾧ γυμνὰ καὶ τετραχηλισμένα πάντα. Διὰ τοῦτο καὶ ἡμεῖς ταῦτα λέγομεν νῦν, ἵνα ὑμᾶς τῶν εὐθυνῶν ἐκείνων μὴ ποιήσωμεν ἐνόχους. Φοβηθῶμεν μὴ καὶ ὑμῖν ὀνειδίσῃ, ἃ διὰ τοῦ προφήτου ταῖς Ἰουδαίων γυναιξὶν, Ἦλθον ὀφθῆναί μοι θρυπτόμεναι καὶ τοῖς ποσὶν ἅμα παίζουσαι. Ἀνεδέξασθε ἀγῶνα μέγαν, ἔνθα ἀθλήσεως, οὐ καλλωπισμοῦ δεῖ, πυκτεύειν δεῖ, οὐ βλακεύειν. Οὐχ ὁρᾷς τοὺς πυκτεύοντας, τοὺς ἀθλοῦντας; ἆρα βαδίσεως αὐτοῖς μέλει καὶ σχήματος; Οὐδαμῶς· ἀλλὰ ταῦτα πάντα ἀφέντες, ἱμάτιον ἐλαίῳ διάβροχον ἀναβαλλόμενοι, πρὸς ἓν μόνον ὁρῶσι, τὸ πλῆξαι, καὶ μὴ πληγῆναι. Ἕστηκεν ὁ διάβολος τρίζων τοὺς ὀδόντας, πάντοθέν σε βουλόμενος καθελεῖν· σὺ δὲ μένεις ἀπησχολημένη περὶ τὸν κόσμον τοῦτον τὸν σατανικόν; Οὐδὲν βούλομαι λέγειν περὶ φωνῆς, πῶς πολλαὶ καὶ τοῦτο ἐπιτηδεύουσι, περὶ μύρων καὶ τῆς ἄλλης βλακείας. Διὰ ταῦτα γελῶσιν ἡμᾶς αἱ κοσμικαί. Τὸ σεμνὸν τῆς παρθενίας ἀπόλωλεν· οὐδεὶς τιμᾷ παρθένον, ὡς τιμᾷν χρή· ἑαυτὰς γὰρ ἀτιμάζεσθαι πεποιήκασιν. Οὐκ ἔδει, ὥσπερ ἐξ οὐρανοῦ παραγενομένας, οὕτως εἶναι περιβλέπτους ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ; νῦν δὲ καταπεφρόνηνται δι' ἑαυτὰς, οὐ διὰ τὰς φρονίμους. Ὅταν γὰρ ἴδῃ σε, τὴν ἐσταυρωμένην εἶναι ὀφείλουσαν, ἡ ἄνδρα ἔχουσα καὶ παιδία καὶ οἰκίας προεστῶσα, μᾶλλον αὐτῆς τὸν κόσμον τοῦτον διώκουσαν, πῶς οὐ καταγελάσεται; πῶς οὐ καταφρονήσει; Ὁρᾷς πόση ἡ σπουδή; πόση ἡ μελέτη; δι' εὐτελείας νικᾷς τὴν κοσμουμένην τὰ πολυτελῆ, μᾶλλον αὐτῆς καλλωπιζομένη τῆς τὰ χρυσία περικειμένης. Ἃ πρέπει σοι οὐ ζητεῖς, ἃ οὐ πρέπει σοι, ἐκεῖνα μετέρχῃ, δέον σε τὰ ἀγαθὰ ἔργα μετιέναι. Διὰ τοῦτο τῶν κοσμικῶν ἀτιμότεραι αἱ παρθένοι· οὐ γὰρ ἄξια τῆς παρθενίας τὰ ἔργα ἐπιδείκνυνται. Ταῦτα εἰρήκαμεν οὐ πρὸς πάσας, μᾶλλον δὲ πρὸς πάσας, τὰς μὲν ὑπευθύνους, ἵνα σωφρονῶσι, τὰς δὲ ἀνευθύνους, ἵνα ἐκείνας σωφρονίζωσιν. Ἀλλ' ὁρᾶτε ὅπως μὴ εἰς ἔργον ἡ ἐπιτίμησις ἔλθῃ. Οὐ γὰρ ἵνα λυπήσωμεν, εἴπομεν, ἀλλ' ἵνα διορθωσώμεθα, ἵνα καυχησώμεθα ἐν ὑμῖν. Γένοιτο δὲ πάντας ἡμᾶς τὰ τῷ Θεῷ δοκοῦντα ποιεῖν, καὶ εἰς δόξαν αὐτοῦ ζῇν, ὥστε καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ. ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg164.local001/.
