Ancient Greek · ~21 min
Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πάροικον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ' ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 3.1-9
Not analysed yet
Οὕτω τοίνυν ζῶμεν, ὥστε μὴ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ. Μήτε οὖν πρὸς δόξαν ἀνθρωπίνην βλέπωμεν, μήτε ὥστε πονηρὰν λαμβάνειν δόξαν, ἀλλ' ἐν ἑκατέρῳ τὴν συμμετρίαν τιμῶμεν. Ἐν οἷς φαίνεσθε, φησὶ, ὡς φωστῆρες ἐν κόσμῳ. Διὰ τοῦτο γὰρ ἡμᾶς εἴασεν, ἵν' ὡς φωστῆρες ὦμεν, ἵνα διδάσκαλοι τῶν ἄλλων καταστῶμεν, ἵν' ὡς ζύμη γενώμεθα, ἵν' ὡς ἄγγελοι μετὰ τῶν ἀνθρώπων περιπολῶμεν, ἵν' ὡς ἄνδρες μετὰ τῶν παίδων τῶν μικρῶν, ὡς πνευματικοὶ μετὰ τῶν ψυχικῶν, ἵνα κερδαίνωσιν ἐκεῖνοι, ἵνα σπέρματα ὦμεν, ἵνα καρπὸν πολὺν φέρωμεν. Οὐκ ἔδει λόγων, εἰ τοσοῦτον ἡμῶν ὁ βίος ἔλαμπεν· οὐκ ἔδει διδασκάλων, εἰ ἔργα ἐπεδεικνύμεθα. Οὐδεὶς ἂν ἦν Ἕλλην, εἰ ἡμεῖς ἦμεν Χριστιανοὶ, ὡς δεῖ· εἰ τὰ τοῦ Χριστοῦ ἐφυλάττομεν, εἰ ἠδικούμεθα, εἰ ἐπλεονεκτούμεθα, εἰ λοιδορούμενοι εὐλογοῦμεν, εἰ κακῶς πάσχοντες εὐηργετοῦμεν, οὐδεὶς οὕτω θηρίον ἦν, ὡς μὴ ἐπιδραμεῖν τῇ εὐσεβείᾳ, εἰ παρὰ πάντων ταῦτα ἐγίνετο. Καὶ ἵνα μάθητε, εἷς ἦν ὁ Παῦλος, καὶ τοσούτους ἐπεσπάσατο. Εἰ πάντες ἦμεν τοιοῦτοι, πόσας οἰκουμένας οὐκ ἂν ἐπεσπασάμεθα; Ἰδοὺ πλείους εἰσὶν οἱ Χριστιανοὶ τῶν ἐθνικῶν. Καὶ ἐν μὲν ταῖς ἄλλαις τέχναις εἷς ἑκατὸν ὁμοῦ παῖδας διδάξαι δύναται· ἐνταῦθα δὲ τῶν διδασκάλων πλειόνων ὄντων, καὶ τῶν μαθητῶν πολλῷ πλειόνων, οὐδεὶς πρόσεισιν. Οἱ γὰρ διδασκόμενοι πρὸς τὴν τῶν διδασκάλων ἀρετὴν ὁρῶσι· καὶ ὅταν ἴδωσι καὶ ἡμᾶς τῶν αὐτῶν ἐπιθυμοῦντας, τῶν αὐτῶν ἐφιεμένους, τοῦ ἄρχειν, τοῦ τιμᾶσθαι, πῶς δυνήσονται θαυμάσαι τὸν Χριστιανισμόν; Ὁρῶσι βίους ἐπιληψίμους, ψυχὰς γηΐνας· τὰ χρήματα ὁμοίως αὐτοῖς θαυμάζομεν, πολλῷ δὲ καὶ πλέον· τὸν θάνατον ὁμοίως αὐτοῖς πεφρίκαμεν, πενίαν ὁμοίως φοβούμεθα, πρὸς νόσους ὁμοίως δυσχεραίνομεν, ὁμοίως δόξης ἐρῶμεν καὶ δυναστείας, ὑπὲρ φιλαργυρίας κατακόπτοντες ἑαυτοὺς, τοὺς καιροὺς θεραπεύομεν. Πόθεν οὖν ἔχουσι πιστεῦσαι; ἀπὸ σημείων; ἀλλ' οὐ γίνεται ταῦτα· ἀλλ' ἀπὸ τῆς ἀναστροφῆς; ἀλλ' ἀπόλωλεν· ἀλλ' ἀπὸ τῆς ἀγάπης; ἀλλ' οὐδαμοῦ οὐδὲ ἴχνος αὐτῆς ὁρᾶται. Διὰ τοῦτο οὐ τῶν ἡμετέρων μόνον ἁμαρτημάτων, ἀλλὰ καὶ τῆς ἑτέρων βλάβης ἡμεῖς λόγον ὑφέξομεν. Ἀνανήψωμέν ποτε, γρηγορήσωμεν, δείξωμεν πολιτείαν ἐπὶ γῆς οὐράνιον, λέγωμεν, ὅτι Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρ χει, καὶ ἐπὶ γῆς τὴν ἄθλησιν ἐπιδειξώμεθα. Ἀλλ' ἐγένοντο, φησὶ, παρ' ἡμῖν ἄνδρες μεγάλοι. Πόθεν πιστεύσω, φησὶν ὁ Ἕλλην; οὐ γὰρ ὁρῶ ὑμᾶς τὰ αὐτὰ πράσσοντας ἐκείνοις. Ἐπεὶ εἰ δεῖ ταῦτα διηγεῖσθαι, ἔχομεν καὶ ἡμεῖς, φησὶ, μεγάλους φιλοσόφους, καὶ θαυμαστοὺς βίου ἕνεκεν. Ἀλλὰ δεῖξόν μοι Παῦλον ἕτερον καὶ Ἰωάννην· ἀλλ' οὐκ ἂν ἔχοις. Πῶς οὖν οὐχὶ καὶ γελάσειεν οὕτω διαλεγομένων ἡμῶν; πῶς οὐχὶ καὶ ἔτι καθῆσθαι ἐν ἀγνοίᾳ ἀνέξεται ὁρῶν οὐκ ἐν ἔργοις, ἀλλ' ἐν λόγοις φιλοσοφοῦντας, ἡμᾶς; Νῦν γὰρ ὑπὲρ ὀβολοῦ ἑνὸς καὶ ἀναιρεῖσθαι καὶ ἀναιρεῖν ἕτοιμοι ἕκαστος· ὑπὲρ κυάθου γῆς μυρία δικαστήρια συνιστᾷς· ὑπὲρ θανάτου παιδίου τὰ ἄνω κάτω ποιεῖς. Τὰ γὰρ ἄλλα ἀφίημι τὰ πολλοῦ πένθους ἄξια, οἷον οἰωνισμοὺς, καὶ κλῃδονισμοὺς, παρατηρήσεις, γενέσεις, σύμβολα, περιάμματα, μαντείας, ἐπῳδὰς, μαγείας. Ὄντως μεγάλα ταῦτα, καὶ ἱκανὰ τὴν ὀργὴν ἐκκαλέσασθαι τοῦ Θεοῦ, ὅτι καὶ μετὰ τὸ τὸν Υἱὸν ἀποστεῖλαι τὸν ἑαυτοῦ, τοιαῦτα τολμῶμεν. Τί ἐστιν ἄρα; Οὐδὲν ἕτερον, ἢ πενθεῖν χρή· τὸ γὰρ πολλοστὸν τοῦ κόσμου μόλις διασώζεται. Ἀλλ' οἱ ἀπολλύμενοι ἀκούοντες χαίρουσιν, ὡς οὐκ αὐτοὶ μόνοι τοῦτο ὑπομένοντες, ἀλλὰ μετὰ πλειόνων. Καὶ ποίας ταῦτα χαρᾶς; καὶ γὰρ αὐτῆς τῆς χαρᾶς τίσουσι δίκην. Μὴ γὰρ, ὡς ἐνταῦθα, νομίσῃς, τὸ κοινωνοὺς εἶναι τῶν συμφορῶν φέρειν παραμυθίαν, οὕτω κἀκεῖ. Πόθεν τοῦτο δῆλον; Ἐγὼ ποιήσω φανερόν. Εἰπὲ γάρ μοι· εἴ τις κελευσθείη καυθῆναι, εἶτα καὶ τὸν παῖδα συγκαιόμενον αὐτῷ ἴδοι, καὶ κνίσσαν ἀπὸ τῶν κρεῶν ἀνιοῦσαν, οὐκ ἀποθανεῖται; Σφόδρα γε· καὶ πῶς, ἐγὼ λέγω. Εἰ γὰρ οἱ μὴ πάσχοντες, ταῦτα ὁρῶντες γινόμενα, ναρκῶσι καὶ ἐκλύονται, πολλῷ μᾶλλον οἱ κακούμενοι τοῦτο πείσονται. Καὶ μὴ θαυμάσῃς· ἄκουε γάρ τινος σοφοῦ λέγοντος, Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. Ἔχει γάρ πως φύσει τὸ συμπαθὲς τὸ ἀνθρώπινον, καὶ ταῖς τῶν ἑτέρων κατακλώμεθα συμφοραῖς. Εἰπὲ δή μοι, ἆρα ὁ πατὴρ τὸν υἱὸν ὁρῶν ἐν τῇ αὐτῇ κείμενον δίκῃ, παραμυθίαν ἢ προσθήκην λήψεται τῶν δεινῶν; τί δὲ ἀνὴρ τὴν γυναῖκα; τί δὲ ἄνθρωπος τὸν ἄνθρωπον; οὐχὶ τότε μᾶλλον κατακλώμεθα; Ναὶ, φησίν· ἀλλ' οὐκ ἔστιν ἐκεῖ ταῦτα τὰ πάθη, Οἶδα κἀγὼ, ἀλλ' ἕτερα πολλῷ χαλεπώτερα· κλαυθμὸς γὰρ ἔσται ἀπαραμύθητος τότε, πάντων ἀλλήλους ὁρώντων, πάντων κοπτομένων. Οἱ ἐν λιμῷ ὄντες, εἰπὲ, ἆρα παραμυθίαν λαμβάνουσι τῶν οἰκείων κακῶν ἐκ τῆς ἑτέρων κοινωνίας; τί δὲ, ὅταν ἢ καὶ παῖς, ἢ καὶ πατὴρ, καὶ γυνὴ, καὶ ἔγγονα τὴν αὐτὴν τίννυνται δίκην; τί δὲ, ὅταν φίλους ὁρῶμεν, ἆρα παραμυθίαν ἔχομεν; Οὐκ ἔστιν, οὐκ ἔστιν, ἀλλὰ μᾶλλον ἐπιτείνεται ἡμῖν τὰ δεινά. Χωρὶς δὲ τούτων ἔστι κακὰ, ἃ μὴ ἔχει παραμυθίαν ἀπὸ τῶν κοινῶν διὰ τὴν χαλεπότητα· οἷόν τι λέγω· Ἔστω τις ἐν πυρὶ κείμενος, καὶ ἄλλος πάλιν· πῶς ἀλλήλους παραμυθήσονται; Εἰπέ μοι, παρακαλῶ, εἴ ποτε ἐν πυρετῷ γεγόναμεν σφοδρῷ, οὐχὶ πάντα τὰ τῆς παραμυθίας ἡμῖν ἐξέλιπεν; Εἰκότως· ὅταν γὰρ ἐπικρατῇ τὰ δεινὰ, οὐκέτι ἂν ἔχοι σχολὴν παραμυθεῖσθαι ἡ ψυχή. Ἢ οὐχ ὁρᾷς τὰς τοὺς ἄνδρας ἀποβαλούσας, πόσας ἔχουσιν ἀριθμεῖν ἑτέρας γυναῖκας τὸ αὐτὸ παθούσας; ἀλλ' οὐδὲν ἀπὸ τούτου τὸ πένθος ἔλαττον γίνεται. Μὴ δὴ ταύτῃ τρεφώμεθα τῇ ἐλπίδι, ἀλλὰ μίαν εὕρωμεν παραμυθίαν, τὸ μετανοεῖν ἐπὶ τοῖς ἡμαρτημένοις, καὶ ἔχεσθαι τῆς ἀγαθῆς ὁδοῦ τῆς ἐπὶ τὸν οὐρανὸν φερούσης, ἵνα τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.