# In epistulam i ad Timotheum (homiliae 1-18) 4.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18), Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-i-ad-timotheum-homiliae-1-18/4.1-2

Εἰπὲ γάρ μοι, πόθεν σὺ πλουτεῖς; παρὰ τίνος λαβών; τί δὲ ἕτερος πόθεν; Παρὰ τοῦ πάππου, φησὶ, παρὰ τοῦ πατρός. Δυνήσῃ οὖν μέχρι πολλοῦ τοῦ γένους ἀνιὼν, οὕτω δεῖξαι τὴν κτῆσιν δικαίαν οὖσαν; Ἀλλ' οὐκ ἂν ἔχοις, ἀλλ' ἀνάγκη τὴν ἀρχὴν αὐτῆς καὶ τὴν ῥίζαν ἀπὸ ἀδικίας εἶναί τινος. Πόθεν; Ὅτι ὁ Θεὸς ἐξ ἀρχῆς οὐ τὸν μὲν πλούσιον ἐποίησε, τὸν δὲ πένητα, οὐδὲ παραγαγὼν, τούτῳ μὲν ἔδειξε χρυσίου θησαυροὺς πολλοὺς, ἐκεῖνον δὲ ἀπεστέρησε τῆς ἐρεύνης, ἀλλὰ τὴν αὐτὴν πᾶσιν ἀνῆκε γῆν. Πόθεν οὖν κοινῆς οὔσης, σὺ μὲν ἔχεις πλέθρα τόσα καὶ τόσα, ὁ δὲ πλησίον οὐδὲ κύαθον γῆς; Ὁ πατήρ μοι, φησὶ, παρέδωκεν. Ἐκεῖνος δὲ παρὰ τίνος παρέλαβε; Παρὰ τῶν προγόνων. Ἀλλὰ ἀνάγκη πάντως ἀνιόντα εὑρεῖν τὴν ἀρχήν. Ἐγένετο πλούσιος ὁ Ἰακὼβ, ἀλλὰ τῶν πόνων λαβὼν τὸν μισθόν. Πλὴν ἀλλ' οὐδὲ ὑπὲρ τούτων ἀκριβολογοῦμαι· ἔστω δίκαιος ὁ πλοῦτος, καὶ πάσης ἁρπαγῆς ἀπηλλάχθω· οὐ γὰρ δὴ σὺ ὑπεύθυνος περὶ ὧν ὁ πατὴρ ἐπλεονέκτησεν· ἔχεις μὲν γὰρ τὰ ἐκ τῆς ἁρπαγῆς, ἀλλ' οὐχ ἥρπασας σύ. Πλὴν ἀλλὰ συγκεχωρήσθω μηδὲ ἐκεῖνον ἡρπακέναι, ἀλλά ποθεν ἀπὸ γῆς ἀναβλυσθέντα τὸν χρυσὸν ἔχειν· τί οὖν; παρὰ τοῦτο ἀγαθὸς ὁ πλοῦτος; Οὐδαμῶς. Ἀλλ' οὐδὲ πονηρὸς, φησίν. Ἐὰν μὴ πλεονεκτῇ, οὐ πονηρὸς, ἐὰν μεταδιδῷ τοῖς δεομένοις· ἐὰν δὲ μὴ μεταδιδῷ, πονηρὸς καὶ ἐπίβουλος. Ἕως ἂν μὴ ποιῇ, φησὶ, κακὸν, οὐ κακὸς, κἂν ἀγαθὸν μὴ ἐργάζηται. Καλῶς· τοῦτο δὲ οὐ κακὸν τὸ μόνον ἔχειν τὰ Δεσποτικὰ, τὸ μόνον ἀπολαύειν τῶν κοινῶν; ἢ οὐχὶ τοῦ Θεοῦ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς; Εἰ τοίνυν τοῦ Δεσπότου τοῦ κοινοῦ τὰ ἡμέτερα, ἄρα καὶ τῶν συνδούλων τῶν ἡμετέρων· τὰ γὰρ τοῦ Δεσπότου πάντα κοινά. Ἢ οὐχ ὁρῶμεν καὶ ἐν ταῖς μεγάλαις οἰκίαις οὕτω ταῦτα διατεταγμένα; οἷον, πᾶσιν ἐξ ἴσου τὸ σιτομέτριον δίδοται· ἀπὸ τῶν δεσποτικῶν γὰρ ἔξεισι θησαυρῶν· ἡ οἰκία ἡ δεσποτικὴ πᾶσιν ἀνεῖται. Κοινὰ καὶ τὰ βασιλικὰ πάντα, αἱ πόλεις, αἱ ἀγοραὶ, οἱ περίπατοι πᾶσίν εἰσι κοινοὶ, πάντες τὸ ἴσον μετέχομεν. Θέα γάρ μοι Θεοῦ οἰκονομίαν· Ἐποίησεν εἶναί τινα κοινὰ, ἵνα κἂν ἀπ' ἐκείνων καταιδέσῃ τὸ ἀνθρώπινον γένος, οἷον τὸν ἀέρα, τὸν ἥλιον, τὸ ὕδωρ, τὴν γῆν, τὸν οὐρανὸν, τὴν θάλατταν, τὸ φῶς, τοὺς ἀστέρας, καθάπερ ἀδελφοῖς πάντα ἐξ ἴσης διανέμει. Ὀφθαλμοὺς πᾶσι τοὺς αὐτοὺς ἐδημιούργησε, σῶμα τὸ αὐτὸ, ψυχὴν τὴν αὐτὴν, ὁμοίαν τὴν κατασκευὴν ἐν πᾶσιν, ἀπὸ γῆς τὰ πάντα, καὶ ἀπὸ ἑνὸς ἀνδρὸς πάντας, ἐν τῇ αὐτῇ οἰκίᾳ πάντας. Ἀλλ' οὐδὲν τούτων ἡμᾶς ἐνέτρεψεν. Ἐποίησε καὶ ἄλλα κοινὰ, οἷον λουτρὰ, πόλεις, ἀγορὰς, περιπάτους. Καὶ θέα πῶς ἐν τοῖς κοινοῖς οὐδεμία μάχη, ἀλλὰ πάντα εἰρηνικά. Ὅταν δέ τις παρασπάσαι τι ἐπιχειρήσῃ, καὶ ἴδιον ποιήσῃ, τότε ἡ ἔρις ἐπεισέρχεται, ὥσπερ αὐτῆς τῆς φύσεως ἀγανακτούσης, ὅτι δὴ, πάντοθεν ἡμᾶς συνάγοντος τοῦ Θεοῦ, ἡμεῖς φιλονεικοῦμεν διαιρεῖν ἑαυτοὺς, καὶ ἀποσπᾷν ἐν τῷ ἰδιοποιεῖσθαι, καὶ λέγειν, Τὸ σὸν, καὶ Τὸ ἐμὸν, τὸ ψυχρὸν τοῦτο ῥῆμα· τότε γὰρ μάχη, τότε ἀηδία. Ἔνθα δὲ τοῦτο οὐκ ἔστιν, οὐδὲ μάχη οὐδὲ φιλονεικία τίκτεται· ὥστε τοῦτο μᾶλλον ἐκείνου συγκεκλήρωται ἡμῖν, καὶ κατὰ φύσιν ἐστί. Διὰ τί μηδεὶς ὑπὲρ ἀγορᾶς ποτε δικάζεται; ἆρα οὐχ ὅτι κοινὴ πάντων ἐστίν; Ὑπὲρ δὲ οἰκίας πάντας ὁρῶμεν δικαζομένους, ὑπὲρ χρημάτων. Καὶ τὰ μὲν ἀναγκαῖα κοινὰ ἡμῖν πρόκειται· ἡμεῖς δὲ οὐδὲ ἐν τοῖς ἐλαχίστοις τὸ κοινὸν φυλάττομεν. Καὶ μὴν διὰ τοῦτο ἡμῖν ἐκεῖνα ἀνῆκεν, ἵνα παιδευθῶμεν ἀπ' ἐκείνων καὶ ταῦτα ἔχειν κοινῶς· ἡμεῖς δὲ οὐδὲ οὕτω παιδευόμεθα. Ἀλλ' ὅπερ ἔφην, πῶς ὁ τὸν πλοῦτον ἔχων ἀγαθός; Οὐκ ἔνι τοῦτο, ἀλλ' ἀγαθὸς, ἐὰν ἑτέροις μεταδῷ· ὅταν μὴ ἔχῃ, τότε ἀγαθός· ὅταν ἑτέροις αὐτὸν δῷ, τότε ἀγαθός· ἕως δ' ἂν ἔχῃ, οὐκ ἂν εἴη ἀγαθός. Τοῦτο οὖν ἀγαθὸν, ὃ κατεχόμενον μὲν πονηροὺς δείκνυσιν, ἡ ἀπόκτησις δὲ ἀγαθούς; Οὐκ ἄρα τὸ ἔχειν χρήματα ἀγαθὸν, ἀλλὰ τὸ μὴ ἔχειν ἀγαθὸν ποιεῖ φαίνεσθαι. Οὐκ ἄρα ὁ πλοῦτος ἀγαθόν. Ἂν δὲ καὶ παρὸν λαβεῖν, μὴ λάβῃς, πάλιν ἀγαθός. Εἰ τοίνυν καὶ ἔχοντες τοῦτον, ἂν τοῖς ἄλλοις μεταδοίημεν, ἢ διδόμενον οὐ λαμβάνοντες, τότε ἐσμὲν ἀγαθοὶ, ἂν δὲ λάβωμεν ἢ κτησώμεθα, οὐκ ἀγαθοὶ, πῶς ἀγαθὸν ἂν γένηται ὁ πλοῦτος; Μὴ τοίνυν κάλει τοῦτο ἀγαθόν. Διὰ τοῦτο αὐτὸν οὐκ ἔχεις, ἐπειδὴ ἀγαθὸν αὐτὸν νομίζεις, ἐπειδὴ, ἐπτόησαι περὶ αὐτόν. Κάθαρόν σου τὴν διάνοιαν, τὴν κρίσιν ἔχε διηκριβωμένην, καὶ τότε ἔσῃ ἀγαθός· μάθε τίνα ἐστὶ τὰ ὄντως ἀγαθά. Τίνα δὲ ταῦτά ἐστιν; Ἀρετὴ, φιλανθρωπία· ταῦτα ἀγαθὰ, οὐκ ἐκεῖνος. Κατὰ τοῦτον τὸν κανόνα ἐὰν ᾖς ἐλεήμων, ὅσῳ ἂν ᾖς πλέον, τοσούτῳ ἀγαθὸς καὶ εἶ καὶ νομίζῃ· ἂν δὲ πλούσιος ᾖς, οὐκέτι. Οὕτω γενώμεθα οὖν ἀγαθοὶ, ἵνα καὶ ὦμεν ἀγαθοὶ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg164.local001/.
