# In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/1.1-13

Διηγησάμενος περὶ τῶν ἑαυτοῦ πειρασμῶν καὶ θλίψεων· Ἐν ὑπομονῇ γὰρ, φησὶν, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις· καὶ δείξας ὅτι μέγα ἀγαθὸν τὸ πρᾶγμα· Ὡς λυπούμενοι γὰρ, φησὶν, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· καὶ ὅπλα αὐτὰ εἰπών· Ὡς παιδευόμενοι γὰρ, φησὶ, καὶ μὴ θανατούμενοι· καὶ τοῦ Θεοῦ τὴν πολλὴν κηδεμονίαν διὰ τούτων ἐμφήνας καὶ τὴν δύναμιν· Ἵνα γὰρ ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, φησὶ, καὶ μὴ ἐξ ἡμῶν· καὶ τοὺς ἄθλους αὐτοῦ καταλέξας· Πάντοτε γὰρ τὴν νέκρωσιν αὐτοῦ, φησὶ, περιφέρομεν· καὶ ὅτι ἀναστάσεως τοῦτο ἀπόδειξις σαφής· Ἵνα γὰρ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν, φησί· καὶ ὧν γέγονε κοινωνὸς, καὶ τίνα ἐπιστεύθη· Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· καὶ τίνων ἐστὶ διάκονος, ὅτι οὐ γράμματος, ἀλλὰ πνεύματος· καὶ ὅτι οὐ τούτῳ μόνον αἰδέσιμος, ἀλλὰ καὶ τοῖς πειρασμοῖς· Τῷ Θεῷ γὰρ, φησὶ, χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι· μέλλει λοιπὸν αὐτοῖς καὶ ἐπιτιμᾷν, ὡς οὐ σφόδρα περὶ αὐτὸν διακειμένοις. Ἀλλὰ μέλλων, οὐκ εὐθέως ἐπὶ τοῦτο ἔρχεται, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἀγάπης εἰπὼν, ἣν περὶ αὐτοὺς ἐπεδείκνυτο, τότε ἐμβαίνει καὶ εἰς τὸν περὶ τούτων λόγον. Εἰ γὰρ καὶ ἀπὸ τῶν οἰκείων κατορθωμάτων αἰδέσιμος ὁ ἐπιτιμῶν εἴη, ἀλλ' ὅμως ὅταν καὶ τὴν φιλίαν, ἣν ἔχει πρὸς τοὺς ἐγκαλουμένους, ἐπιδείξηται, ἀνεπαχθέστερον ποιεῖ τὸν λόγον. Διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν πειρασμῶν καὶ τῶν ἱδρώτων τῶν ἑαυτοῦ καὶ τῶν ἀγώνων ἐκβὰς, εἰς τὸν περὶ τῆς ἀγάπης μεταβαίνει λόγον, καὶ οὕτως αὐτῶν καθάπτεται. Τίνα οὖν ἐστι τὰ τῆς ἀγάπης ἐνδεικτικά; Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ ποῖον τοῦτο σημεῖον ἀγάπης; τί δὲ καὶ ἔστιν ὅλως τὸ εἰρημένον; Οὐκ ἀνεχόμεθα, φησὶ, σιγᾷν πρὸς ὑμᾶς, ἀλλ' ἀεὶ βουλόμεθα καὶ ἐπιθυμοῦμεν φθέγγεσθαι καὶ διαλέγεσθαι ὑμῖν· ὅπερ ἔθος τῶν ἀγαπώντων ἐστί. Καὶ γὰρ ὅπερ εἰσὶν ἐπὶ σώματος περιπλοκαὶ χειρῶν, τοῦτο ἐπὶ ψυχῆς συνουσία λόγου Μετὰ δὲ τούτου καὶ ἕτερον αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι πάντα μετὰ παῤῥησίας ὑμῖν διαλεγόμεθα, ὡς ἀγαπητοῖς, καὶ οὐδὲν ὑποστελλόμενοι οὐδὲ ταμιευόμενοι. Ἐπειδὴ γὰρ λοιπὸν μέλλει ἐπιτιμᾷν, συγγνώμην αἰτεῖ, αὐτὸ τὸ ἐπιτιμᾷν μετὰ παῤῥησίας ἀπόδειξιν ποιούμενος τοῦ σφόδρα αὐτοὺς φιλεῖν. Καὶ ἡ προσθήκη δὲ τοῦ ὀνόματος φιλίας πολλῆς καὶ διαθέσεως καὶ θερμότητος· καὶ γὰρ εἰώθαμεν τῶν ἀγαπωμένων συνεχῶς γυμνὰ τὰ ὀνόματα περιστρέφειν. Ἡ καρδία ἡμῶν πεπλάτυνται. Καθάπερ γὰρ τὸ θερμαῖνον εὐρύνειν εἴωθεν· οὕτω καὶ τῆς ἀγάπης ἔργον τὸ πλατύνειν ἐστί. Θερμὴ γάρ ἐστιν ἡ ἀρετὴ καὶ ζέουσα. Αὕτη καὶ τὸ στόμα ἀνεπέτασε Παύλου, καὶ τὴν καρδίαν ἐπλάτυνεν. Οὐδὲ γὰρ τῷ στόματι μόνον φιλῶ, φησὶν, ἀλλὰ καὶ τὴν καρδίαν συνᾴδουσαν ἔχω. Διὰ τοῦτο μετὰ παῤῥησίας φθέγγομαι, ὅλῳ τῷ στόματι, ὅλῃ τῇ διανοίᾳ. Οὐδὲν γὰρ τῆς Παύλου καρδίας πλατύτερον, ἣ τοὺς πιστοὺς ἅπαντας, καθάπερ ἄν τις ἐρώμενον, οὕτω σφοδρῶς ἠγάπα, οὐ σχιζομένης αὐτοῦ τῆς φιλίας καὶ ἀσθενεστέρας γινομένης, ἀλλ' ὁλοκλήρου ἐν ἑκάστῳ μενούσης. Καὶ τί θαυμαστὸν ἐπὶ πιστῶν, ὅπου γε καὶ ἐπὶ τῶν ἀπίστων τὴν οἰκουμένην πᾶσαν ἐδέχετο ἡ καρδία Παύλου; Διὰ τοῦτο οὐκ εἶπε, Φιλῶ ὑμᾶς, ἀλλ' ἐμφαντικώτερον, Τὸ στόμα ἡμῶν ἀνέῳγεν, ἡ καρδία ἡμῶν πεπλάτυνται· πάντας ἔνδον ἔχομεν· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ μετ' εὐρυχωρίας πολλῆς. Ὁ γὰρ φιλούμενος, μετὰ πολλῆς ἔνδον ἐν τῇ καρδίᾳ τοῦ φιλοῦντος βαδίζει τῆς ἀδείας· διό φησιν, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Καὶ τὴν ἐπιτίμησιν ὅρα μετὰ φειδοῦς γινομένην· ὃ τῶν σφόδρα φιλούντων ἐστίν. Οὐκ εἶπεν, Οὐ φιλεῖτε ἡμᾶς, ἀλλ', Οὐ μετὰ τοῦ αὐτοῦ μέτρου· οὐ γὰρ βούλεται αὐτῶν σφόδρα καθάψασθαι. Καὶ πανταχοῦ δὲ ἴδοι τις ἂν πῶς ἐκκαίεται τῶν πιστῶν, ἐκλέγων ἑκάστης ἐπιστολῆς αὐτοῦ τὰ ῥήματα. Ῥωμαίοις μὲν γάρ φησιν, Ἐπιποθῶ δὲ ἰδεῖν ὑμᾶς· καὶ, Πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς· καὶ, Εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐλθεῖν πρὸς ὑμᾶς. Γαλάταις δέ φησι, Τεκνία μου, οὓς πάλιν ὠδίνω· Ἐφεσίοις πάλιν, Τούτου χάριν κάμπτω τὰ γόνατά μου ὑπὲρ ὑμῶν. Φιλιππησίοις δὲ, Τίς γάρ μοί ἐστιν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; καὶ ἐν τῇ καρδίᾳ καὶ ἐν τοῖς δεσμοῖς αὐτοὺς περιφέρειν ἔλεγε· Κολασσαεῦσι δὲ, Θέλω δὲ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν, καὶ ὅσοι οὐχ ἑωράκασί με ἐν σαρκὶ, ἵνα παρακληθῶσιν αἱ καρδίαι ὑμῶν· Θεσσαλονικεῦσι δὲ, Ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν εὐδο κοῦμεν ὑμῖν μεταδοῦναι οὐ μόνον τὸ Εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς· Τιμοθέῳ δὲ, Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ· Τίτῳ δὲ, Τῷ ἀγαπητῷ τέκνῳ· καὶ Φιλήμονι ὁμοίως.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
