# In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-17

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/1.1-17

Ὅρα πάλιν μετ' ἐγκωμίων τὴν προτροπὴν γινομένην ἐγκωμίων μειζόνων. Καὶ οὐκ εἶπεν, Ἵνα δῶτε, ἀλλ', Ἵνα περισσεύητε πίστει τῇ τῶν χαρισμάτων, καὶ λόγῳ τῷ τῆς σοφίας, καὶ γνώσει τῇ τῶν δογμάτων, καὶ πάσῃ σπουδῇ πρὸς τὴν ἄλλην ἀρετὴν, καὶ τῇ ἐξ ὑμῶν ἀγάπῃ· ταύτῃ ᾗ προεῖπον, ἧς καὶ τὴν ἀπόδειξιν ἐποιησάμην. Ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. Εἶδες ὅτι διὰ τοῦτο ἐκεῖθεν ἤρξατο ἀπὸ τῶν ἐπαίνων ἐκείνων, ἵνα ὁδῷ προβαίνων, εἰς τὴν αὐτὴν αὐτοὺς καὶ ἐν τούτοις ἑλκύσῃ σπουδήν. Οὐ κατ' ἐπιταγὴν λέγω. Ὅρα πῶς συνεχῶς αὐτοῖς χαρίζεται, πῶς ἀνεπαχθὴς γίνεται, καὶ οὐ βίαις οὐδὲ ἀναγκαστικός· μᾶλλον δὲ ἀμφότερα ὁ λόγος ἔχει, καὶ τὸ ἀνεπαχθὲς, καὶ τὸ ἀκατανάγκαστον. Ἐπειδὴ γὰρ συνεχῶς παρῄνεσε, καὶ σφόδρα Μακεδόνας ἐνεκωμίασεν, ἵνα μὴ δόξῃ τοῦτο ἀνάγκη εἶναι, φησὶν, Οὐ κατ' ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς, καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων. Οὐχ ὡς ἀμφισβητῶν· οὐ γὰρ τοῦτο ἐνταῦθα δηλοῖ· ἀλλὰ δόκιμον αὐτὸ ποιῶν, καὶ ἀποφαίνων, καὶ ἰσχυρότερον κατασκευάζων. Διὰ γὰρ τοῦτο ταῦτά φημι, ἵνα ὑμᾶς παροξύνω πρὸς τὴν αὐτὴν προθυμίαν· καὶ μέμνηται τῆς ἐκείνων σπουδῆς, λαμπρύνων, φαιδρύνων, ἐρεθίζων τὴν ὑμετέραν διάθεσιν. Εἶτα ἀπὸ τούτου εἰς ἕτερον μεῖζον κατήντησε· καὶ γὰρ οὐδένα παρίησι τρόπον συμβουλῆς, ἀλλὰ πάντα κινεῖ καὶ μεταχειρίζει τὸν λόγον· καὶ γὰρ ἀπὸ τῶν ἀλλοτρίων ἐγκωμίων προέτρεψε λέγων, Γινώσκετε τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· καὶ ἀπὸ τῶν οἰκείων, Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, λόγῳ, καὶ γνώσει. Μειζόνως γὰρ δύναται τοῦτο δακεῖν, ὅταν ὑφ' ἑαυτοῦ τις ἡττᾶται, ἢ ὅταν ὑφ' ἑτέρων. Εἶτα λοιπὸν ἐπὶ τὸ κεφάλαιον καὶ τὴν κορωνίδα τῆς συμβουλῆς ἵεται· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν, ὅτι δι' ἡμᾶς ἐπτώχευσε, πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Ἐννοήσατε γὰρ, φησὶν, ἐνθυμήθητε καὶ λογίσασθε τὴν χάριν τοῦ Θεοῦ, καὶ μὴ ἁπλῶς αὐτὴν παραδράμητε, ἀλλὰ στοχάσασθε αὐτῆς τὸ μέγεθος, ὅση ἐστὶ καὶ ἡλίκη, καὶ οὐδενὸς φείσεσθε τῶν ὑμετέρων. Ἐκεῖνος δόξαν ἐκένωσεν, οὐχ ἵνα ὑμεῖς τῷ πλούτῳ αὐτοῦ, ἀλλὰ τῇ πτωχείᾳ πλουτήσητε. Εἰ μὴ πιστεύεις, ὅτι ἡ πτωχεία πλούτου ἐστὶ ποιητικὴ, ἐννόησόν σου τὸν Δεσπότην, καὶ οὐκέτι ἀμφιβάλῃς. Εἰ μὴ γὰρ ἐκεῖνος ἐγένετο πτωχὸς, οὐκ ἂν ἐγένου σὺ πλούσιος. Τὸ γὰρ θαυμαστὸν τοῦτο ὅτι πτωχεία ἐπλούτησε πλοῦτον. Πλοῦτον δὲ ἐνταῦθά φησι τὴν γνῶσιν τῆς εὐσεβείας, τὸν τῶν ἁμαρτημάτων καθαρισμὸν, τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὰ μυρία ἅπερ παρέσχεν ἡμῖν ἀγαθὰ, καὶ μέλλει παρέχειν. Καὶ ταῦτα ἅπαντα διὰ τῆς πτωχείας γέγονεν ἡμῖν. Ποίας πτωχείας; Διὰ τοῦ σάρκα ἀναλαβεῖν καὶ γενέσθαι ἄνθρωπον, καὶ παθεῖν ἅπερ ἔπαθε. Καίτοι γε ἐκεῖνος ταῦτα οὐκ ὤφειλε, σὺ δὲ ὀφείλεις αὐτῷ. Καὶ γνώμην ὑμῖν ἐν τούτῳ δίδωμι πρὸς τὸ συμφέρον. Ὅρα πῶς πάλιν τοῦ ἀνεπαχθὴς εἶναι φροντίζει, καὶ δύο τούτοις παραμυθεῖται τὸν λόγον, καὶ τῷ εἰπεῖν, Γνώμην δίδωμι, καὶ, Πρὸς τὸ ὑμῶν συμφέρον. Οὔτε γὰρ καταναγκάζω καὶ βιάζομαι, φησὶ, καὶ παρὰ ἀκόντων ἀπαιτῶ· οὔτε τὸ τῶν λαμβανόντων ὡς τὸ ὑμῖν λυσιτελὲς σκοπῶν, ταῦτα λέγω. Εἶτα καὶ τὸ παράδειγμα λοιπὸν ἐξ αὐτῶν, ἀλλὰ οὐκ ἐξ ἑτέρων. Οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Ὅρα πῶς δείκνυσι καὶ αὐτοὺς ἑκόντας καὶ χωρὶς προτροπῆς ἐπὶ τοῦτο ἐλθόντας. Ἐπειδὴ γὰρ τοῦτο ἐμαρτύρησε Θεσσαλωνικεῦσιν, ὅτι αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως ἥψαντο τῆς ἐλεημοσύνης, βούλεται καὶ τούτων δεῖξαι τὸ κατόρθωμα τοῦτο ὄν. Διὸ εἶπεν· Οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν· καὶ οὐχὶ, Ἐνήρξασθε, ἀλλὰ, Προενήρξασθε ἀπὸ πέρυσι. Ἐπὶ ταῦτα οὖν ὑμᾶς παρακαλῶ, ἐφ' ἃ ἑαυτοὺς φθάσαντες διηγείρατε μετὰ προθυμίας ἁπάσης. Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπετελέσατε. Οὐκ εἶπεν, Ἐποιήσατε, ἀλλ', ἐπεθήκατε τέλος. Ὅπως καθάπερ ἡ προθυμία ἐκ τοῦ θέλειν, οὕτω καὶ τὸ ποιῆσαι ἐκ τοῦ ἔχειν. Ἵνα μὴ μέχρι προθυμίας στῇ τὸ καλὸν τοῦτο κατόρθωμα, ἀλλὰ καὶ τὸν ἀπὸ τῶν ἔργων λάβῃ μισθόν· εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ' ὃ ἂν ἔχῃ τις, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Ὅρα σοφίαν ἄφατον. Δείξας τοὺς ὑπὲρ δύναμιν ποιοῦντας, τοὺς Θεσσαλονικέας λέγω, καὶ ἐπαινέσας αὐτοὺς ἐπὶ τούτῳ, καὶ εἰπὼν, ὅτι Μαρτυρῶ αὐτοῖς, ὅτι καὶ ὑπὲρ δύναμιν· ἐπειδὴ κατὰ δύναμιν παρακαλεῖ μόνον, ἀφεὶς τὸ ὑπόδειγμα ἐργάσασθαι τὸ ἑαυτοῦ· ᾔδει γὰρ, ὅτι οὐχ οὕτω παραίνεσις, ὡς ζῆλος ἐγείρει πρὸς τὴν τῶν ὁμοίων μίμησιν· διό φησιν· Εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ' ὃ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Μὴ φοβηθῇς, φησὶν, ἐπειδὴ ἐκεῖνα εἴρηκα· τῆς γὰρ ἐκείνων φιλοτιμίας ἐγκώμιον τὸ εἰρημένον· ὁ δὲ Θεὸς τὰ κατὰ δύναμιν ἀπαιτεῖ, καὶ καθ' ὃ ἔχει τις, οὐ καθ' ὃ οὐκ ἔχει. Τὸ γὰρ, Εὐπρόσδεκτος, ἐνταῦθα τὸ, Ἀπαιτεῖται, δηλοῖ. Καὶ σφόδρα λιπαίνει, τούτῳ θαῤῥῶν τῷ ὑποδείγματι, καὶ τῷ δοῦναι ἐξουσίαν μᾶλλον ἐφελκόμενος· διὸ καὶ ἐπήγαγεν, Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
