# In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/1.1-18

Πάλιν ἐπαινεῖ τὸν Τίτον. Ἐπειδὴ γὰρ περὶ ἐλεημοσύνης διελέχθη, διαλέγεται λοιπὸν καὶ περὶ τῶν μελλόντων ὑποδέχεσθαι παρ' αὐτῶν τὰ χρήματα, καὶ ἀποκομίζειν αὐτά. Τοῦτο γὰρ συνεβάλλετο πρὸς τὴν συλλογὴν ταύτην, καὶ πρὸς τὸ μείζω ποιῆσαι τὴν προθυμίαν τῶν εἰσφερόντων. Ὁ γὰρ θαῤῥῶν ὑπὲρ τοῦ διακονουμένου, καὶ μὴ ὑποπτεύων τοὺς ὑποδεχομένους, μετὰ πλείονος τῆς δαψιλείας ἐπιδίδωσιν. Ὅπερ ἵνα καὶ τότε γένηται, ἄκουσον πῶς συνίστησι τοὺς ἐπὶ τοῦτο ἀφικομένους, ὧν ἦν πρῶτος Τίτος. Διὸ καί φησι, Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ἐν τῇ καρδίᾳ Τίτου. Τί ἐστι, Τὴν αὐτήν; Ἥνπερ καὶ ὑπὲρ Θεσσαλονικέων εἶχεν, ἢ τὴν αὐτὴν ἐμοί. Καὶ σκόπει σύνεσιν· τοῦ Θεοῦ δεικνὺς ἔργον τοῦτο ὂν, καὶ εὐχαριστεῖ τῷ δεδωκότι, ὥστε καὶ ταύτῃ προτρέψαι. Εἰ γὰρ ὁ Θεὸς αὐτὸν διήγειρε, καὶ ἀπέστειλε πρὸς ὑμᾶς, αὐτὸς αἰτεῖ δι' ἐκείνου. Μὴ τοίνυν νομίσητε ἀνθρώπινον εἶναι τὸ γεγενημένον. Καὶ πόθεν δῆλον ὅτι ὁ Θεὸς αὐτὸν προέτρεψεν; Ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν. Ὅρα πῶς καὶ αὐτὸν δείκνυσι τὰ αὑτοῦ πληροῦντα, ἑτέρων μὴ δεηθέντα. Καὶ εἰπὼν τοῦ Θεοῦ τὴν χάριν, οὐκ ἀφίησι τοῦ Θεοῦ τὸ πᾶν εἶναι, πάλιν ἵνα καὶ ταύτῃ εἰς πλείονα ἐπισπάσηται αὐτοὺς ἀγάπην, εἰπὼν ὅτι καὶ οἴκοθεν ἐγήγερται. Σπουδαιότερος γὰρ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν, ἥρπασε τὸ πρᾶγμα, ἐπεπήδησε τῷ θησαυρῷ, οἰκείαν ἐνόμισεν ὠφέλειαν τὴν ὑμετέραν διακονίαν καὶ τῷ σφόδρα ὑμᾶς φιλεῖν, οὐδὲ ἐδεήθη τῆς παρ' ἐμοῦ παρακλήσεως, ἀλλὰ παρεκλήθη μὲν καὶ ὑπ' ἐμοῦ, οὐ μέντοι ἐντεῦθεν διηγέρθη, ἀλλ' οἴκοθεν καὶ ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος. Συνεπέμψαμεν δὲ μετ' αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Καὶ τίς οὗτός ἐστιν ὁ ἀδελφός; Τινὲς μὲν τὸν Λουκᾶν· καί φασι, διὰ τὴν ἱστορίαν ἥνπερ ἔγραψε· τινὲς δὲ τὸν Βαρνάβαν· καὶ γὰρ τὸ ἄγραφον κήρυγμα εὐαγγέλιον καλεῖ. Καὶ τίνος ἕνεκεν οὐ τίθησιν αὐτῶν τὰ ὀνόματα, ἀλλὰ τὸν μὲν Τίτον καὶ ὀνομαστὶ γνωρίζει, καὶ ἀπὸ τῆς εἰς τὸ Εὐαγγέλιον συνεργίας καλεῖ (εἴ γε τοσοῦτον ἦν χρήσιμος, ὡς διὰ τὴν ἀπουσίαν αὐτοῦ μηδὲ δυνηθῆναι μέγα τι καὶ γενναῖον ποιῆσαι τὸν Παῦλον· Τῷ γὰρ μὴ εὑρεῖν Τίτον τὸν ἀδελφόν μου, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου)· καὶ ἀπὸ τῆς ἀγάπης τῆς εἰς αὐτοὺς (Τὰ γὰρ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶ, φησὶ, πρὸς ὑμᾶς), καὶ ἀπὸ τῆς περὶ τὸ πρᾶγμα σπουδῆς (Αὐθαίρετος γὰρ, φησὶν, ἐξῆλθε)· τούτους δὲ οὔτε ὁμοίως συνίστησιν, οὔτε ὀνομαστὶ τίθησι; τί οὖν ἔστιν εἰπεῖν; Ἴσως ἀγνοοῦντες ἦσαν αὐτούς· διόπερ οὐκ ἐμφιλοχωρεῖ τοῖς ἐγκωμίοις, ἐπειδὴ μηδέπω πεῖραν αὐτῶν εἰλήφεισαν, ἀλλὰ τοσοῦτον λέγει, ὅσον εἰς σύστασιν αὐτοῖς ἤρκει μόνον καὶ τὸ φυγεῖν τὴν πονηρὰν ὑποψίαν. Πλὴν ἀλλ' ἴδωμεν πόθεν καὶ αὐτὸν τοῦτον ἐγκωμιάζει. Πόθεν οὖν ἐγκωμιάζει; Πρῶτον ἀπὸ τοῦ κηρύγματος ἐπαινῶν, οὐχ ὅτι ἐκήρυττε μόνον, ἀλλ' ὅτι καὶ ὡς ἐχρῆν, καὶ μετὰ τῆς προσηκούσης σπουδῆς. Οὐ γὰρ εἶπεν, ὅτι κηρύττει καὶ εὐαγγελίζεται, ἀλλ' ὅτι, Οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ. Καὶ ἵνα μὴ δόξῃ κολακεύειν αὐτὸν, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς ἀνθρώπους, ἀλλ' ὁλοκλήρους Ἐκκλησίας ἄγει μαρτυρούσας αὐτῷ, λέγων· Διὰ πασῶν τῶν Ἐκκλησιῶν. Εἶτα καὶ ἀπὸ τῆς κρίσεως τῶν χειροτονησάντων αἰδέσιμον αὐτὸν ποιεῖ· οὐ μικρὸν δὲ καὶ τοῦτο. Διά τοι τοῦτο εἰπὼν, Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν, ἐπήγαγεν· Οὐ μόνον δέ. Τί ἐστιν, Οὐ μόνον δέ; Οὐ μόνον ἀπὸ τούτου, φησὶν, ἐστὶν αἰδέσιμος, ὅτι κηρύττων εὐδοκιμεῖ, καὶ ἐπαινεῖται παρὰ πάντων, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν σὺν ἡμῖν. Ὅθεν μοι δοκεῖ τὸν Βαρνάβαν αἰνίττεσθαι. Καὶ πολὺ τὸ ἀξίωμα αὐτοῦ σημαίνει· δείκνυσι γὰρ καὶ ἐπὶ τίνι κεχειροτόνητο. Συνέκδημος γὰρ ἡμῶν, φησὶ, σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. Εἶδες ὅσα αὐτοῦ τὰ ἐγκώμια; Εὐαγγελιζόμενος ἔλαμψε, καὶ τὰς Ἐκκλησίας ἔσχεν ἐπὶ τούτῳ μαρτυρούσας πάσας· ἐχειροτονήθη ὑφ' ἡμῶν, καὶ ἐφ' οἷς Παῦλος, καὶ πανταχοῦ κοινωνὸς αὐτῷ γέγονε, καὶ κατὰ τοὺς πειρασμοὺς καὶ κατὰ τοὺς κινδύνους· τὸ γὰρ ὄνομα τῆς ἐκδημίας τοῦτο αἰνίττεται. Τί δέ ἐστι, Σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν; Ὥστε τὸν λόγον καταγγέλλειν, φησὶ, καὶ τὸ Εὐαγγέλιον κηρύττειν· ἢ ὥστε καὶ πρὸς τὰ χρήματα ὑπηρετήσασθαι· μᾶλλον δὲ, πρὸς ἀμφότερά μοι δοκεῖ λέγειν. Εἶτα ἐπάγει· Πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἠξιώσαμεν, φησὶ, χειροτονηθῆναι αὐτὸν μεθ' ἡμῶν, καὶ εἰς τὸ ἔργον τοῦτο προχειρισθῆναι, ὥστε οἰκονόμον γενέσθαι τῶν ἱερῶν χρημάτων καὶ διάκονον (οὐδὲ γὰρ τοῦτο μικρὸν ἦν· Ἐπισκέψασθε γὰρ, φησὶν, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά)· καὶ ἐχειροτονήθη ὑπὸ τῶν Ἐκκλησιῶν, καὶ ψῆφος τοῦ δήμου παντὸς ἐγένετο. Τί ἐστιν, Εἰς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν; Ἵνα καὶ Θεὸς δοξάζηται, καὶ ὑμεῖς προθυμότεροι γίνησθε, τῶν ὑποδεχομένων τὰ χρήματα ταῦτα δοκίμων ὄντων, καὶ οὐδενὸς ψευδῆ τινα ὑποψίαν κατ' αὐτῶν τεκεῖν δυναμένου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
