# In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-19

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/1.1-19

Τοσαῦτα περὶ αὐτῆς εἰπὼν, ἐνταῦθά φησι, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν. Καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτοῦ τὸ συνετὸν, ὅτι τοσαῦτα εἰπὼν, λέγει, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν, ἀλλ' ὅτι καὶ πάλιν λέγει περὶ αὐτῆς. Ταῦτα μὲν γὰρ ἃ μικρὸν ἔμπροσθεν εἴρηκε, περὶ τῶν τὰ χρήματα ὑποδεξαμένων εἶπεν, ὥστε τιμῆς ἀπολαῦσαι πολλῆς· τὰ δὲ πρὸ ἐκείνων, ἃ περὶ Μακεδόνων διελέγετο, ὅτι ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, καὶ τὰ ἄλλα πάντα, περὶ φιλανθρωπίας καὶ ἐλεημοσύνης. Ἀλλ' ὅμως, καὶ ἔμπροσθεν τοσαῦτα εἰπὼν, καὶ πάλιν μέλλων ἐρεῖν, Περιττόν μοί ἐστι, φησὶ, τὸ γράφειν ὑμῖν. Ποιεῖ δὲ τοῦτο, ὥστε μᾶλλον αὐτοὺς ἐπισπάσασθαι. Αἰσχύνεται γὰρ ἄνθρωπος δόξαν τοιαύτην ἔχων, ὡς μηδὲ δεῖσθαι συμβουλῆς, ἐλάττων φανῆναι τῆς ὑπολήψεως καὶ ὑστερεῖσθαι. Οὕτω καὶ ἐπὶ τῆς κατηγορίας ποιεῖ πολλάκις, κατὰ παράλειψιν λέγων· καὶ γὰρ μεγάλην ἔχει τὴν ἰσχύν. Ὁ γὰρ δικαστὴς ὁρῶν τὴν μεγαλοψυχίαν τοῦ κατηγόρου, οὐδὲ ὑποπτεύει λοιπόν. Λογίζεται γὰρ, ὅτι ὁ πολλὰ ἐξὸν εἰπεῖν οὐκ εἰπὼν, πῶς ἂν τὰ οὐκ ὄντα πλάσειε; καὶ δίδωσι καὶ μεῖζον ὑποπτεύειν, ἢ εἰπεῖν, καὶ ἤθους χρηστοῦ ὑπόνοιαν περιτίθησιν ἑαυτῷ. Τοῦτο καὶ ἐπὶ τῆς συμβουλῆς καὶ ἐπὶ τῶν ἐγκωμίων ποιεῖ. Εἰπὼν γὰρ, Περιττόν ἐστι τὸ γράφειν, ὅρα πῶς συμβουλεύει· Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἢν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσι. Μέγα μὲν οὖν καὶ τὸ αὐτὸν εἰδέναι· πολλῷ δὲ πλέον καὶ τὸ εἰς ἑτέρους ἐξενεγκεῖν· μείζονα γὰρ ἔχει τὴν ἰσχύν· οὐ γὰρ ἂν ἠθέλησαν ἐπὶ τοσοῦτον καταισχυνθῆναι. Εἶδες σύνεσιν προαιρέσεως; Ἀπὸ ἄλλων, τῶν Μακεδόνων, προέτρεψε. Γνωρίζω γὰρ ὑμῖν, φησὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Προέτρεψεν ἀπ' αὐτῶν· Οἵτινες γὰρ, φησὶν, οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Προέτρεψεν ἀπὸ τοῦ Κυρίου· Γινώσκετε γὰρ, φησὶ, τὴν χάριν τοῦ Κυρίου ἡμῶν, ὅτι δι' ἡμᾶς ἐπτώχευσε, πλούσιος ὤν. Πάλιν ἐπὶ τὸ ἰσχυρὸν κεφάλαιον καταφεύγει, τὸ ἀφ' ἑτέρων. Ζηλότυπον γὰρ τὸ τῶν ἀνθρώπων γένος. Καὶ ἔδει μὲν τὸ τοῦ Κυρίου ὑπόδειγμα μᾶλλον αὐτοὺς ἐφελκύσασθαι, καὶ μετ' ἐκεῖνο, τὸ τῆς ἀντιδόσεως· ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἦσαν, τούτῳ μᾶλλον ἐφέλκεται. Οὐδὲν γὰρ τοσοῦτον, ὅσον ὁ ζῆλος ποιεῖ. Σκόπει δὲ πῶς αὐτὸ καὶ καινοτέρως εἰσάγει. Οὐ γὰρ εἶπε, Τούσδε μιμήσασθε· ἀλλὰ τί; Ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Τί λέγεις; πρὸ μικροῦ ἔλεγες, ὅτι αὐτεπάγγελτοι, μετὰ πολλῆς τῆς παρακλήσεως δεόμενοι ἡμῶν· πῶς οὖν Ὁ ἐξ ὑμῶν ζῆλος; Ναὶ, φησίν· οὐ συνεβουλεύσαμεν, οὐ παρεκαλέσαμεν, ἀλλ' ἐπῃνέσαμεν μόνον ὑμᾶς, ἐκαυχησάμεθα μόνον, καὶ τοῦτο ἤρκεσεν αὐτοῖς εἰς προτροπήν. Εἶδες πῶς δι' ἀλλήλων αὐτοὺς διεγείρει, τούτους μὲν δι' ἐκείνων, ἐκείνους δὲ διὰ τούτων, καὶ τῷ ζήλῳ καὶ ἐγκώμιον ἀνέμιξε μέγιστον; Εἶτα ἵνα μὴ αὐτοὺς ἐπαίρῃ, κεκολασμένως μεθοδεύει, λέγων· Ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἐννόησον τοίνυν ὅσον ἐστὶν ἑτέροις γενομένους αἰτίους τῆς φιλοτιμίας ταύτης, αὐτοὺς ὑστερεῖσθαι κατὰ τὴν εἰσφορὰν ταύτην. Διὰ τοῦτο οὐκ εἶπε, Μιμήσασθε ἐκείνους· οὐ γὰρ τοσοῦτον εἶχε τὸν ζῆλον· ἀλλὰ πῶς; Ἐκεῖνοι ὑμᾶς ἐμιμήσαντο· μηδὲ φανῆτε τῶν μαθητῶν ἐλάττους οἱ διδάσκαλοι. Καὶ ὅρα πῶς διεγείρων αὐτοὺς καὶ ἀνάπτων μειζόνως, ὑποκρίνεται μετ' αὐτῶν ἑστάναι, καθάπερ ἐν φιλονεικίᾳ τινὶ καὶ ἁμίλλῃ τὸ μέρος αὐτῶν ἐπιλεγόμενος. Καθάπερ γὰρ ἀνωτέρω ἔλεγεν, ὅτι Αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως προσῆλθον ἡμῖν, εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως ἐπιτελέσηται τὴν χάριν ταύτην· οὕτω καὶ ἐνταῦθά φησιν, ὅτι Διὰ τοῦτο ἔπεμψα τοὺς ἀδελφοὺς, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν. Εἶδες αὐτὸν ἀγωνιῶντα καὶ τρέμοντα, ἵνα μὴ δόξῃ προτροπῆς ἕνεκεν εἰρηκέναι μόνον ἃ εἶπεν, ἀλλὰ, Τῷ οὕτως ἔχειν, φησὶν, ἔπεμψα τοὺς ἀδελφούς· τοσαύτην ὑπὲρ ὑμῶν ποιοῦμαι σπουδὴν, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν. Καὶ δοκεῖ τοῦ μέρους ἑαυτὸν ποιεῖν τῶν Κορινθίων διὰ πάντων, καίτοι πάντων ὁμοίως κηδόμενος. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πάνυ σεμνύνομαι ἐφ' ὑμῖν, καλλωπίζομαι παρὰ πᾶσιν, ἐκαυχησάμην καὶ παρ' ἐκείνοις· ὥστε, ἂν ὑστερήσητε, κοινὰ τὰ τῆς αἰσχύνης. Καὶ τοῦτο δὲ μεμετρημένως· προσέθηκε γὰρ, Ἐν τούτῳ τῷ μέρει· οὐ πανταχοῦ· ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε. Οὐδὲ γὰρ εἶπον, ὅτι μέλλουσιν, ἀλλ' ὅτι πάντα ηὐτρέπισται, καὶ οὐδὲν αὐτοῖς ἐνδεῖ λοιπόν. Τοῦτο οὖν βούλομαι διὰ τῶν ἔργων δειχθῆναι, φησίν. Εἶτα καὶ αὔξει τὴν ἀγωνίαν, λέγων· Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες, καταισχυνθῶμεν ἡμεῖς (ἵνα μὴ λέγωμεν, ὑμεῖς), ἐν ταύτῃ τῇ ἀποστάσει τῆς καυχήσεως.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
