Ancient Greek
Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-24
Not analysed yet
Τί λέγεις; οἱ Χριστὸν κηρύττοντες, οἱ χρήματα μὴ λαμβάνοντες, οἱ Εὐαγγέλιον ἕτερον μὴ ἐπεισάγοντες, ψευδαπόστολοι; Ναὶ, φησί· καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα, ὅτι ταῦτα ὑποκρίνονται πάντα, ἵνα ἀπατήσωσιν. Ἐργάται δόλιοι. Ἐργάζονται μὲν γὰρ, ἀλλ' ἀνασπῶσι τὰ πεφυτευμένα. Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο εὐπαράδεκτοι, τὸ προσωπεῖον λαβόντες τῆς ἀληθείας, οὕτω τὸ δρᾶμα τῆς πλάνης ὑποκρίνονται. Καὶ μέντοι χρήματα, φησὶν, οὐ λαμβάνουσιν. Ἵνα πλείονα λάβωσιν, ἵνα ψυχὴν ἀπολέσωσι. Μᾶλλον δὲ καὶ τοῦτο ψεῦδος· καὶ ἐλάμβανον, ἀλλ' ἐλάνθανον· καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἐπιοῦσι. Καὶ ἤδη μὲν γὰρ ᾐνίξατο αὐτὸ εἰπὼν, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν ὡς καὶ ἡμεῖς· πλὴν ἀλλ' ὕστερον αὐτὸ σαφέστερον ᾐνίξατο εἰπὼν, ὅτι Εἴ τις ὑμᾶς κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, τούτου ἀνέχεσθε. Νῦν δὲ ἑτέρωθεν αὐτοὺς διαβάλλει λέγων, Μετασχηματιζόμενοι. Σχῆμα μόνον αὐτοῖς, ἡ δορὰ τοῦ προβάτου ἐπίκειται. Καὶ οὐδὲν θαυμαστόν. Εἰ γὰρ αὐτὸς ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτὸς, τί μέγα, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης; Ὥστε εἰ δεῖ θαυμάζειν, τοῦτο δεῖ θαυμάζειν, τὸ δὲ τούτων, οὐκέτι. Ὅταν γὰρ ὁ διδάσκαλος αὐτῶν πάντα τολμᾷ, οὐδὲν θαυμαστὸν καὶ τοὺς μαθητὰς ἕπεσθαι. Τί δέ ἐστιν, Ἄγγελον φωτός; Τὸν παῤῥησίαν ἔχοντα λέγειν, τὸν τῷ Θεῷ παρεστῶτα. Εἰσὶ γὰρ καὶ ἄγγελοι σκότους οὗτοι οἱ τοῦ διαβόλου, οἱ σκοτεινοὶ καὶ ἄγριοι. Καὶ πολλοὺς ὁ διάβολος οὕτως ἠπάτησε, μετασχηματιζόμενος, οὐ γινόμενος ἄγγελος φωτός. Οὕτω καὶ οὗτοι σχῆμα ἀποστόλου περιφέρουσιν, οὐκ αὐτὴν τὴν δύναμιν· οὐδὲ γὰρ ἰσχύουσιν. Οὐδὲν δὲ οὕτω διαβολικὸν, ὡς τὸ πρὸς ἐπίδειξίν τι ποιεῖν. Τί δέ ἐστι, Διάκονοι δικαιοσύνης; Ὅπερ ἡμεῖς ἐσμεν, Εὐαγγέλιον κηρύσσοντες ὑμῖν δικαιοσύνην ἔχον. Ἢ γὰρ τοῦτό φησιν, ἢ ὅτι δικαίων ἀνδρῶν ἑαυτοῖς περιτιθέασι δόξαν. Πῶς οὖν αὐτοὺς ἐπιγνωσόμεθα; Ἀπὸ τῶν ἔργων αὐτῶν, καθὼς ὁ Χριστὸς εἶπε. Διὸ ἀναγκάζεται τὰ ἑαυτοῦ θεῖναι κατορθώματα καὶ τὴν ἐκείνων κακίαν παράλληλα, ἵνα ἀπὸ τῆς συγκρίσεως φανῶσιν οἱ νόθοι. Καὶ μέλλων πάλιν ἐμβαίνειν εἰς τὰ ἐγκώμια τὰ ἑαυτοῦ, κατηγορεῖ πρῶτον ἐκείνων, ἵνα δείξῃ ἀναγκαίαν οὖσαν αὐτοῦ τὴν ὑπόθεσιν, ἵνα μή τις ἐγκαλέσῃ ὡς περὶ ἑαυτοῦ λέγοντι, καί φησι, Πάλιν λέγω. Καὶ γὰρ ἤδη πολλῇ προδιορθώσει ἐχρήσατο· Ἀλλ' ὅμως οὐκ ἀρκοῦμαι τοῖς εἰρημένοις, ἀλλὰ καὶ πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι. Τοῦτο γὰρ ἐκείνων ἦν ἔργον, τὸ, αἰτίας μὴ οὔσης, καυχᾶσθαι. Σὺ δέ μοι σκόπει ὅτι, ὁσάκις ἐμβαίνειν μέλλει εἰς τοὺς οἰκείους ἐπαίνους, προανακρούεται. Τὸ μὲν γὰρ πρᾶγμα ἀφροσύνης ἐστὶ, φησὶ, τὸ καυχᾶσθαι· ἐγὼ δὲ οὐχ ὡς ἀνοηταίνων αὐτὸ ποιῶ, ἀλλὰ ἀναγκαζόμενος. Εἰ δὲ οὐ πείθεσθε, ἀλλὰ καὶ ἀνάγκην οὖσαν ὁρῶντες, καταγνώσεσθε, οὐδὲ οὕτω παραιτήσομαι. Εἶδες πῶς ἔδειξε πολλὴν οὖσαν τὴν ἀνάγκην τοῦ λέγειν; Ὁ γὰρ μηδὲ ταύτην ὑποστελλόμενος τὴν ὑποψίαν, ἐννόησον ὅσην βίαν ὑπέμεινεν εἰς τὸ λέγειν, καὶ πῶς ὤδινε καὶ ἐβιάζετο εἰπεῖν. Ἀλλ' ὅμως καὶ οὕτω μετρίως τῷ πράγματι κέχρηται. Οὐ γὰρ εἶπεν, Ἵνα καυχήσωμαι. Καὶ μικρὸν μέλλων καυχᾶσθαι, πάλιν καὶ ἑτέρᾳ κέχρηται παραιτήσει, λέγων, Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Ὁρᾷς πῶς τὸ καυχᾶσθαι οὐκ ἔστι κατὰ Κύριον; Ὅταν γὰρ πάντα ποιήσητε, φησὶ, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Ἀλλ' αὐτὸ μὲν καθ' ἑαυτὸ οὐκ ἔστι κατὰ Κύριον· ἀπὸ δὲ τῆς διανοίας τοῦτο γίνεται. Διὰ τοῦτο εἶπεν, Ὃ λαλῶ· οὐ τὴν αἰτίαν διαβάλλων, ἀλλὰ τὰ ῥήματα. Ἐπεὶ ὁ σκοπὸς οὕτω θαυμαστὸς, ὡς καὶ τὰ ῥήματα σεμνύνειν. Ὥσπερ γὰρ ὁ φονεὺς τῶν σφόδρα κεκωλυμένων ὢν, ἀπὸ διανοίας πολλάκις ηὐδοκίμησε, καὶ τὸ περιτέμνεσθαι οὐκ ὂν κατὰ Κύριον, ἀπὸ τῆς διανοίας τοῦτο γέγονεν· οὕτω καὶ τὸ καυχᾶσθαι. Καὶ τί δήποτε οὐ κέχρηται ἀκριβολογίᾳ τοσαύτῃ; Ὅτι πρὸς ἕτερον ἐπείγεται, καὶ ἐκ περιουσίας καὶ τοῖς ἐπιλαμβάνεσθαι βουλομένοις χαρίζεται μόνον, ἵνα εἴπῃ τὰ ὠφελοῦντα· καὶ γὰρ ἱκανὰ ἦν πᾶσαν ἀνελεῖν τὴν ὑποψίαν λεχθέντα. Ἀλλ' ὡς ἐν ἀφροσύνῃ. Πρότερόν φησιν, Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· νυνὶ δὲ, Ὡς ἐν ἀφροσύνῃ. Ὅσῳ γὰρ πρόεισι, τοσούτῳ μᾶλλον ἐκκαθαίρει τὸν λόγον. Εἶτα, ἵνα μὴ νομίσῃς πανταχοῦ ἀνοηταίνειν αὐτὸν, προσέθηκεν, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Κατὰ τοῦτο τὸ μέρος, φησίν· ὥσπερ καὶ ἀλλαχοῦ ἔλεγεν, Ἵνα μὴ καταισχυνθῶμεν· καὶ προσετίθει, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Καὶ ἀλλαχοῦ πάλιν εἰπὼν, Ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ' ἐμοὶ τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ; καὶ δείξας, ὅτι οὐ δύναται πανταχοῦ ἅπερ ἐπαγγέλλεται καὶ πληροῦν, ἐπειδὴ οὐ κατὰ σάρκα βουλεύεται, ἵνα μὴ τὴν ὑπόνοιαν ταύτην καὶ ἐπὶ τοῦ δόγματος ἑλκύσωσί τινες, φησί· Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ.