# In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-27

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. Ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμῶν συνίστασθαι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/1.1-27

Ἀπαρτίσας τὸν περὶ τῶν οἰκείων ἐγκωμίων λόγον, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ ἀπολογεῖται πάλιν, καὶ συγγνώμην ὑπὲρ τῶν εἰρημένων αἰτεῖ, ἀνάγκης εἶναι λέγων τὸ πρᾶγμα, οὐ προαιρέσεως. Ἀλλ' ὅμως καὶ ἀνάγκης οὔσης, ἄφρονα ἑαυτὸν καλεῖ. Ἀρχόμενος μὲν οὖν ἔλεγεν, Ὡς ἄφρονα δέξασθέ με, καὶ, Ὡς ἐν ἀφροσύνῃ· νυνὶ δὲ τὸ, ὡς, ἀνελὼν, ἄφρονα ἑαυτὸν καλεῖ. Μετὰ γὰρ τὸ κατασκευάσαι διὰ τῶν εἰρημένων ἅπερ ἤθελε, θαῤῥῶν λοιπὸν καὶ ἀφειδῶς ἐπιλαμβάνεται τοῦ τοιούτου ἐλαττώματος, παιδεύων ἅπαντας μηδέποτε ἀνάγκης οὐκ οὔσης, ἑαυτόν τινα ἐγκωμιάζειν, ὅπου γε καὶ αἰτίας ὑποκειμένης, ἄφρονα ἑαυτὸν ὁ Παῦλος ὠνόμασεν. Εἶτα καὶ τὴν αἰτίαν τῶν εἰρημένων οὐκ ἐπὶ τοὺς ψευδαποστόλους, ἀλλ' ἐπὶ τοὺς μαθητὰς ἅπασαν περιτρέπει. Ὑμεῖς γὰρ, φησὶν, ἠναγκάσατε. Εἰ μὲν γὰρ ἐκαυχῶντο, καὶ μὴ μετὰ τῆς ὑμετέρας τοῦτο ἐποίουν πλάνης, μηδὲ ὑμᾶς ἀπώλλυον, οὐκ ἂν οὕτω προήχθην εἰς τούτους ἐμαυτὸν καθεῖναι τοὺς λόγους· ἐπειδὴ δὲ ὁλόκληρον Ἐκκλησίαν διέφθειρον, πρὸς τὸ συμφέρον ὑμῖν ὁρῶν, ἠναγκάσθην ἄφρων γενέσθαι. Καὶ οὐκ εἶπεν· Ἔδεισα γὰρ μὴ τὰ πρωτεῖα παρ' ὑμῖν ἐνεγκάμενοι, τὰ παρ' ἑαυτῶν κατασπείρωσιν· ἀλλὰ τοῦτο μὲν οὖν ἀνωτέρω τέθεικεν εἰπὼν, Φοβοῦμαι μή πως, ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ αὐθεντικώτερον, καὶ μετὰ πλείονος ἐξουσίας, ἔχων ἐκ τῶν εἰρημένων τὴν παῤῥησίαν. Ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμῶν συνίστασθαι. Εἶτα καὶ τὴν αἰτίαν τίθησι· καὶ οὐ λέγει πάλιν τὰς ἀποκαλύψεις, οὐδὲ τὰ σημεῖα μόνον, ἀλλὰ καὶ τοὺς πειρασμούς. Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων. Ὅρα πῶς πάλιν καὶ ἐνταῦθα ἐξουσιαστικώτερον φθέγγεται. Ἔμπροσθεν μὲν γὰρ ἔλεγε· Λογίζομαι μηδὲν ὑστερηκέναι· ἐνταῦθα δὲ ἀποφαντικῶς οὕτως, ὅπερ εἶπον, μετὰ τὰς ἀποδείξεις, θαῤῥῶν φθέγγεται λοιπόν· οὐ μὴν δὲ οὕτως ἀφίσταται τοῦ μέτρου, οὐδὲ τοῦ οἰκείου ἤθους. Ὥσπερ γὰρ μέγα τι εἰρηκὼς καὶ τὴν ἀξίαν ὑπερβαῖνον τὴν ἑαυτοῦ, ὅτι μετὰ τῶν ἀποστόλων ἑαυτὸν ἠρίθμησεν, οὕτω μετριάζει πάλιν, καὶ ἐπάγει λέγων· Εἰ καὶ οὐδέν εἰμι, τὰ σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν. Μὴ τοῦτο ἴδῃς, φησὶν, εἰ εὐτελὴς ἐγὼ καὶ μικρὸς, ἀλλ' εἰ μὴ τούτων ἀπήλαυσας, ὧν παρ' ἀποστόλου ἀπολαῦσαι ἐχρῆν. Καὶ οὐκ εἶπεν, εὐτελὴς, ἀλλ', ὃ κατώτερον ἦν, Οὐδέν. Τί γὰρ ὄφελος μέγαν εἶναι, καὶ μηδένα ὠφελεῖν; ὥσπερ οὖν οὐδὲ ἰατροῦ κέρδος ἐμπείρου, μηδένα τῶν καμνόντων ἰωμένου. Μὴ τοίνυν, φησὶ, τοῦτο ἐξέταζε, ὅτι οὐδὲν ἐγὼ, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι ἐν οἷς ὑμᾶς εὖ παθεῖν ἔδει, οὐδὲν ὑστέρησα, ἀλλ' ἐγὼ τὴν πεῖραν ἔδωκα τῆς ἐμῆς ἀποστολῆς. Οὐ τοίνυν ἔδει λόγων τῶν παρ' ἐμοῦ. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦ συνίστασθαι χρῄζων· πῶς γὰρ, ὁ καὶ τὸν οὐρανὸν μικρὸν ἡγούμενος πρὸς τὸν τοῦ Χριστοῦ πόθον; ἀλλὰ τῆς σωτηρίας τῆς ἐκείνων ἐφιέμενος. Εἶτα ἵνα μὴ λέγωσι, Καὶ τί πρὸς ἡμᾶς, εἰ καὶ μηδὲν ὑστέρησας τῶν ὑπερλίαν ἀποστόλων; διὰ τοῦτο ἐπήγαγεν, ὅτι Ἐν ὑμῖν κατειργάσθη τὰ σημεῖα τοῦ ἀποστόλου, ἐν πάσῃ ὑπομονῇ καὶ σημείοις καὶ τέρασι. Βαβαὶ πηλίκον πέλαγος κατορθωμάτων ἐν ὀλίγοις ῥήμασι παρέδραμε. Καὶ θέα ποῖον πρῶτον τίθησι· τὴν ὑπομονήν. Τοῦτο γὰρ ἀποστόλου δεῖγμα, τὸ φέρειν πάντα γενναίως. Τοῦτο μὲν γὰρ ἐν βραχεῖ, διὰ μικρᾶς λέξεως· τὸ δὲ τῶν σημείων, ἅπερ οὐκ ἦν αὐτοῦ κατορθώματα, διὰ πλειόνων. Ἐννόησον γὰρ πόσα δεσμωτήρια, πόσας πληγὰς, πόσους κινδύνους, πόσας ἐπιβουλὰς, πόσας νιφάδας πειρασμῶν ἐνταῦθα ᾐνίξατο, πόσους πολέμους ἐμφυλίους, ἐξωτικοὺς, πόσας ὀδύνας, πόσας προσβολὰς διὰ τοῦ ὀνόματος τῆς ὑπομονῆς· διὰ τῶν σημείων πάλιν, πόσους νεκροὺς ἐγερθέντας, πόσους τυφλοὺς θεραπευθέντας, πόσους λεπροὺς καθαρισθέντας, πόσους δαίμονας ἐλαθέντας. Ταῦτα ἀκούοντες, μανθάνωμεν, εἰ εἰς ἀνάγκην ἐμπέσωμεν τοιούτων διηγημάτων, συντέμνειν ἡμῶν τὰ κατορθώματα· ὃ καὶ αὐτὸς ἐποίησεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
