# In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-28

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ἔστω δὲ, αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν, ἀλλ' ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέστειλα πρὸς ὑμᾶς, δι' αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/1.1-28

Ἀσαφῶς σφόδρα εἴρηται ταυτὶ τῷ Παύλῳ τὰ ῥήματα, ἀλλ' οὐ μάτην οὐδὲ εἰκῆ. Ἐπειδὴ γὰρ περὶ χρημάτων ὁ λόγος καὶ ἀπολογίας τῆς ὑπὲρ τούτων, εἰκότως συνεσκίασται τὰ εἰρημένα. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Εἶπεν, ὅτι Οὐκ ἔλαβον, ἀλλ' ἕτοιμός εἰμι καὶ προσδοῦναι καὶ δαπανῆσαι· καὶ πολλὰ περὶ τούτου καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν ταύτῃ διελέχθη τῇ Ἐπιστολῇ. Νῦν δὲ ἕτερόν τι λέγει, ὥσπερ ἐξ ἀντιθέσεως εἰσάγων τὸν λόγον, καὶ λύων προηγουμένως. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν ὑμᾶς οὐκ ἐπλεονέκτησα· ἔχει δέ τις ἴσως εἰπεῖν, ὅτι Αὐτὸς μὲν οὐκ ἔλαβον, πανοῦργος δὲ ὢν παρεσκεύασα τοὺς ὑπ' ἐμοῦ ἀποσταλέντας εἰς οἰκεῖον πρόσωπον αἰτῆσαί τι παρ' ὑμῶν, καὶ δι' ἐκείνων αὐτὸς ἐδεξάμην, τοῦ δοκεῖν εἰληφέναι ἐμαυτὸν ἔξω τιθεὶς, δι' ἑτέρων λαμβάνων. Ἀλλ' οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν· καὶ μάρτυρες ὑμεῖς. Διὸ καὶ κατ' ἐρώτησιν προάγει τὸν λόγον, λέγων· Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐχ ὁμοίως καὶ αὐτὸς ἐμοὶ περιεπάτησε; Τουτέστιν, οὐδὲ αὐτὸς ἔλαβεν. Εἶδες πόση ἐπίτασις ἀκριβείας, τῷ μὴ μόνον ἑαυτὸν καθαρὸν τηρεῖν τοῦ λήμματος, ἀλλὰ καὶ τοὺς ὑπ' αὐτοῦ πεμπομένους οὕτω ῥυθμίζειν, ἵνα μηδὲ μικρὰν δῷ πρόφασιν τοῖς ἐπιλαμβάνεσθαι βουλομένοις. Τοῦτο γὰρ πολλῷ μεῖζον οὗ πεποίηκεν ὁ πατριάρχης. Ἐκεῖνος μὲν γὰρ ἀπὸ τῆς νίκης ἐπανελθὼν, τοῦ βασιλέως διδόντος λάφυρα, οὐκ ἔφη λήψεσθαι, πλὴν ὧν ἔφαγον ἐκεῖνοι· οὗτος δὲ οὔτε τῆς ἀναγκαίας τροφῆς οὔτε αὐτὸς ἀπήλαυσεν, οὔτε τοὺς κοινωνοὺς ἀφῆκε μετασχεῖν, ἐκ πολλοῦ τοῦ περιόντος ἐπιστομίζων τῶν ἀναισχύντων τὰ στόματα. Διὰ τοῦτο οὐδὲ ἀποφαίνεται, οὐδὲ λέγει ὅτι οὐδὲ ἐκεῖνοι ἔλαβον, ἀλλ' ὃ πολλῷ τούτου μεῖζον ἦν, αὐτοὺς παράγει μάρτυρας τοὺς Κορινθίους τοῦ μηδὲν αὐτοὺς εἰληφέναι, ἵνα μὴ ἐξ οἰκείου προσώπου δοκῇ μαρτυρεῖν, ἀλλ' ἀπὸ τῆς ἐκείνων ψήφου· ὅπερ εἰώθαμεν ἐπὶ τῶν σφόδρα ὡμολογημένων, καὶ ὑπὲρ ὧν θαῤῥοῦμεν, ποιεῖν. Εἴπατε γὰρ, φησὶ, μή τις τῶν παρ' ὑμῶν ἀποσταλέντων ἐπλεονέκτησεν ὑμᾶς; Οὐκ εἶπε, Μή τις ἔλαβέ τι παρ' ὑμῶν; ἀλλὰ πλεονεξίαν τὸ πρᾶγμα καλεῖ, καθαπτόμενος αὐτῶν, καὶ σφόδρα ἐντρέπων, καὶ δεικνὺς ὅτι τὸ παρὰ ἄκοντος λαβεῖν, πλεονεξία. Καὶ οὐκ εἶπε, Μὴ Τίτος; ἀλλὰ, Μή τις; Οὐδὲ γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι ὁ δεῖνα μὲν οὐκ ἔλαβεν, ἕτερος δὲ ἔλαβεν. Οὐδὲ εἷς τῶν ἀφικομένων. Παρεκάλεσα Τίτον. Καὶ τοῦτο πληκτικῶς. Οὐ γὰρ εἶπεν, Ἔπεμψα Τίτον, ἀλλὰ, Παρεκάλεσα, δεικνὺς ὅτι καὶ εἰ ἔλαβε, δικαίως ἂν ἔλαβεν, ἀλλ' ὅμως καὶ οὕτω καθαρὸς ἔμεινε. Διὸ πάλιν αὐτοὺς ἐρωτᾷ λέγων, Μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Τί ἐστι, Τῷ αὐτῷ πνεύματι; Τῇ χάριτι τὸ πᾶν ἀνατίθησι, καὶ δείκνυσιν, ὅτι ὅλον τὸ ἐγκώμιον τοῦτο, οὐ τῶν ἡμετέρων πόνων, ἀλλὰ τῆς τοῦ Πνεύματος δωρεᾶς κατόρθωμα ἦν, καὶ τῆς χάριτος. Καὶ γὰρ χάρις ἦν μεγίστη, τὸ καὶ ὑστεροῦντας καὶ λιμώττοντας μὴ λαμβάνειν διὰ τὴν τῶν μαθητευομένων οἰκοδομήν. Οὐ τοῖς αὐτοῖς ἴχνεσιν; Τουτέστιν, οὐδὲ μικρὸν παρήλλαξαν ἐκεῖνοι ταύτην τὴν ἀκρίβειαν, ἀλλὰ τὸν αὐτὸν κανόνα διετήρησαν. Πάλιν δοκεῖτε, ὅτι ὑμῖν ἀπολογούμεθα; Εἶδες πῶς πανταχοῦ δέδοικε μὴ κολακείας δόξαν λάβῃ; εἶδες φρόνησιν ἀποστολικὴν, πῶς συνεχῶς αὐτὸ τίθησι; Καὶ γὰρ ἔμπροσθεν ἔλεγεν, Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος· καὶ ἐν προοιμίοις τῆς Ἐπιστολῆς, Μὴ χρῄζομεν συστατικῶν ἐπιστολῶν; Τὰ δὲ πάντα ὑπὲρ τῆς οἰκοδομῆς ὑμῶν. Πάλιν αὐτοὺς θεραπεύει. Καὶ οὐδὲ ἐνταῦθα σαφῶς φησιν, ὅτι Διὰ τοῦτο οὐ λαμβάνομεν, διὰ τὴν ἀσθένειαν ὑμῶν, ἀλλ' ἵνα οἰκοδομήσωμεν ὑμᾶς· σαφέστερον μὲν ἢ πρότερον εἰπὼν, καὶ ἐκκαλύψας ὅπερ ὤδινεν, οὐ μὴν πληκτικῶς. Οὐ γὰρ εἶπε, Διὰ τὴν ἀσθένειαν ὑμῶν, ἀλλ', Ἵνα οἰκοδομηθῆτε. Φοβοῦμαι γὰρ μή πως ἐλθὼν, οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε. Μέλλει μέγα τι καὶ φορτικὸν λέγειν. Διὰ τοῦτο καὶ τὴν ἀπολογίαν τίθησι, τῷ τε εἰπεῖν, ὅτι Πάντα ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, καὶ τῷ προσθεῖναι, ὅτι Φοβοῦμαι, τὸ τραχὺ καταστέλλων τῶν μελλόντων λεχθήσεσθαι. Τοῦτο γὰρ οὐκέτι αὐθαδείας ἦν οὐδὲ ἐξουσίας διδασκαλικῆς, ἀλλὰ κηδεμονίας πατρικῆς, ὅταν τῶν ἡμαρτηκότων μᾶλλον φοβῆται, καὶ τρέμῃ τὸ μέλλον αὐτοὺς διορθοῦν. Ἀλλ' οὐδὲ οὕτως αὐτῶν κατατρέχει, οὐδὲ ἀποφαίνεται, ἀλλ' ἐνδοιάζων φησὶ, Μή πως ἐλθὼν οὐχ οἵους θέλω. Οὐκ εἶπεν, ἐναρέτους, ἀλλ', Οὐχ οἵους θέλω, διὰ πάντων τὰ τῆς φιλίας ἐνδεικνύμενος ὀνόματα. Καὶ τὸ Εὕρω δὲ, τὸ παρὰ προσδοκίαν δηλοῦντός ἐστιν, ὡσπεροῦν καὶ τὸ Εὑρεθῶ ὑμῖν. Οὐ γὰρ προαιρέσεως τὸ πρᾶγμα, ἀλλὰ ἀνάγκης τὴν αἰτίαν παρ' ὑμῶν λαμβανούσης. Διό φησιν, Εὑρεθῶ οἷον οὐ θέλετε. Ἐνταῦθα οὐκ εἶπεν, Οἷον οὐ θέλω· ἀλλὰ πληκτικώτερον, Οἷον οὐ βούλεσθε. Λοιπὸν γὰρ αὐτοῦ βούλημα ἦν, οὐχὶ προηγούμενον μὲν, βούλημα δ' οὖν ὅμως. Ἠδύνατο μὲν γὰρ πάλιν εἰπεῖν, Οἷον οὐ θέλω, καὶ οὕτω δεῖξαι τὴν ἀγάπην· ἀλλ' οὐ βούλεται ἐκλῦσαι τὸν ἀκροατήν. Μᾶλλον δὲ καὶ τραχύτερος ὁ λόγος οὕτως ἐγίνετο· νῦν δὲ καὶ ἔπληξε μειζόνως, καὶ ἡμερώτερον ἑαυτὸν ἔδειξε. Τοῦτο γὰρ αὐτοῦ τῆς σοφίας ἐστὶν ἴδιον, τὸ βαθύτερον τέμνοντα, ἡμερώτερον πλήττειν. Εἶτα ἐπειδὴ ἀσαφῶς εἶπεν, ἐκκαλύπτει αὐτὸ λέγων, Μή πως ἔρις, ζῆλοι, θυμοὶ, καταλαλιαὶ, ψιθυρισμοὶ, φυσιώσεις. Καὶ ὃ πρῶτον ἔμελλε τιθέναι, τοῦτο ὕστερον τίθησι· κατ' αὐτοῦ γὰρ ἀπενοοῦντο. Ἵνα οὖν μὴ δόξῃ προηγουμένως τὸ ἑαυτοῦ ζητεῖν, τὸ κοινὸν λέγει πρῶτον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
