# In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/1.1-4

Τί φὴς, ὦ μακάριε Παῦλε; φειδόμενος αὐτῶν οὐκ ἦλθες εἰς Κόρινθον; Οὐκοῦν ἐναντιολογίαν τινὰ ἡμῖν εἰσάγεις ἐνταῦθα. Ἀνωτέρω μὲν γὰρ ἔλεγες, ὅτι διὰ τοῦτο οὐκ ἦλθες, ἐπειδὴ οὐ κατὰ σάρκα βουλεύῃ, οὐδὲ κύριος εἶ σαυτοῦ, ἀλλ' ὑπὸ τῆς τοῦ Πνεύματος ἐξουσίας πανταχοῦ περιάγῃ, καὶ τὰς θλίψεις εἰς μέσον ἦγες· ἐνταῦθα δὲ σὸν φὴς εἶναι τὸ μὴ ἐλθεῖν, οὐκέτι τῆς τοῦ Πνεύματος ἐξουσίας· καὶ γάρ φησιν, ὅτι Φειδόμενος ὑμῶν, οὐκ ἦλθον εἰς Κόρινθον. Τί οὖν ἔστιν εἰπεῖν; Ἢ ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Πνεύματος ἦν, καὶ ἠθέλησε μὲν αὐτὸς ἐλθεῖν, ὑπέβαλε δὲ τὸ Πνεῦμα μὴ παραγενέσθαι, τὴν φειδὼ τὴν αὐτῶν προβαλλόμενον· ἢ περὶ ἑτέρας λέγει παρουσίας, δηλῶν ὅτι πρὶν ἢ γράψαι τὴν προτέραν ἐπιστολὴν, ἠθέλησεν ἐλθεῖν, καὶ κατέσχεν ἑαυτὸν δι' ἀγάπην, ὥστε μὴ ἀδιορθώτοις ἐπιστῆναι. Εἰκὸς δὲ καὶ μετὰ τὴν δευτέραν Ἐπιστολὴν, τοῦ Πνεύματος μηκέτι κωλύοντος αὐτὸν, ἑκόντα διὰ τὴν αἰτίαν ταύτην μεῖναι. Ὁ καὶ μᾶλλόν ἐστιν ὑποπτεῦσαι, ὅτι παρὰ μὲν τὴν ἀρχὴν τὸ Πνεῦμα ἐκώλυεν· ὕστερον δὲ καὶ αὐτὸς ἐπιλογισάμενος ὅτι τοῦτο βέλτιον, ἔμεινε. Σὺ δέ μοι σκόπει πῶς πάλιν ἑαυτοῦ μέμνηται, ὃ συνεχῶς λέγειν οὐ παύσομαι, ἀπὸ τῶν ἐναντίων ἑαυτῷ συνιστάμενος. Ἐπειδὴ γὰρ καὶ τοῦτο εἰκὸς ἦν ὑποπτεύειν αὐτοὺς, καὶ λέγειν, ὅτι Διὰ τοῦτο οὐκ ἠθέλησας ἐλθεῖν· ἐμίσησας γὰρ ἡμᾶς· δείκνυσι τοὐναντίον, ὅτι διὰ τοῦτο οὐκ ἠθέλησεν, ἐπειδὴ ἐφίλει αὐτούς. Τί δέ ἐστι τὸ, Φειδόμενος; Ἤκουσα, φησὶν, ὅτι ἐπόρνευσάν τινες παρ' ὑμῖν· οὐκ ἤθελον οὖν ἐλθὼν λυπῆσαι ὑμᾶς. Καὶ γὰρ ἀνάγκη παρόντα ἐξετάσαι τὸ πρᾶγμα, καὶ ἐπεξελθεῖν καὶ κολάσαι, καὶ πολλοὺς ἀπαιτῆσαι δίκην. Βέλτιον οὖν εἶναι ἐνόμισα ἀπεῖναι, καὶ ἐνδοῦναι μετανοῆσαι, ἢ παρὼν ἐπεξελθεῖν, καὶ παροξυνθῆναι μειζόνως. Καὶ γὰρ πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς σαφῶς αὐτὸ παρεδήλωσεν εἰπών· Φοβοῦμαι μή πως ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ, ᾗ ἔπραξαν. Τοῦτο τοίνυν καὶ ἐνταῦθα ἐνδείκνυται, καὶ λέγει μὲν αὐτὸς ὡς ἀπολογούμενος, ἐπιστύφει δὲ αὐτοὺς σφοδρότατα, καὶ φοβεῖ. Καὶ γὰρ ᾐνίξατο τιμωρίας ὄντας αὐτοὺς ὑπευθύνους, καί τι καὶ πεισομένους, εἰ μὴ ταχέως διορθωθεῖεν. Ὃ καὶ αὐτὸ πάλιν ἐν τῷ τέλει τῆς Ἐπιστολῆς φησιν, ὅτι Ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Πλὴν ἀλλ' ἐκεῖ μὲν σαφέστερον, ἐνταῦθα δὲ, ἐπειδὴ προοίμιον ἦν, οὐχ οὕτως αὐτὸ λέγει, ἀλλ' ὑπεσταλμένως· καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ αὐτὸ τοῦτο πάλιν θεραπεύει, ἐπιδιορθώσει κεχρημένος. Ἐπειδὴ γὰρ ὥσπερ ἐξουσίαν πολλὴν ἐνδεικνυμένου τὸ ῥῆμα ἦν· (φείδεται γάρ τις ἐκείνων, οὓς καὶ κολάσαι κύριός ἐστι), τοῦτο αὐτὸ παραμυθούμενος, καὶ τὸ δοκοῦν εἶναι τραχὺ συσκιάζων φησίν· Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως. Τουτέστι, Οὐ διὰ τοῦτο εἶπον, ὅτι φειδόμενος ὑμῶν οὐκ ἦλθον, ὡς κυριεύων ὑμῶν. Καὶ οὐκ εἶπεν, Ὑμῶν, ἀλλὰ, Τῆς πίστεως· ὃ καὶ πραότερον ἦν καὶ ἀληθέστερον. Τὸν γὰρ μὴ βουλόμενον πιστεῦσαι τίς κύριος ἀναγκάσαι; Ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν. Ἐπειδὴ γὰρ, φησὶν, ἡ χαρὰ ὑμῶν ἡμετέρα ἐστὶν, οὐκ ἦλθον, ἵνα μὴ ἐμβάλω εἰς λύπην ὑμᾶς, καὶ αὐξήσω τὴν ἀθυμίαν τὴν ἐμήν· ἀλλ' ἔμεινα, ἵνα διορθωθέντες ἀπὸ τῆς ἀπειλῆς, εὐφρανθῆτε. Πάντα γὰρ ποιοῦμεν ὑπὲρ τῆς χαρᾶς τῆς ὑμετέρας, καὶ ὑπὲρ τούτου σπεύδομεν, ἐπειδὴ καὶ αὐτοὶ κοινωνοῦμεν αὐτῇ. Τῇ γὰρ πίστει ἑστήκατε. Ὅρα πάλιν ὑπεσταλμένως διαλεγόμενον. Δέδοικε γὰρ αὐτῶν καθάψασθαι πάλιν, ἐπειδὴ σφοδρῶς αὐτῶν ἐν τῇ προτέρᾳ καθίκετο Ἐπιστολῇ, καί τινα μεταβολὴν ἐπεδείξαντο· καὶ ἔμελλεν αὐτοὺς τοῦτο ἀνατρέπειν, εἰ μεταβαλλόμενοι πάλιν τὴν αὐτὴν ἐπιτίμησιν ὑπέμενον. Διὸ πολλῷ τῆς προτέρας ἡμερωτέρα αὕτη. Ἔκρινα δὲ ἐμαυτῷ τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. Τὸ, Πάλιν, δείκνυσι καὶ ἤδη λυπηθέντα ἐκεῖθεν· καὶ δοκῶν ἀπολογεῖσθαι, λεληθότως αὐτῶν καθάπτεται. Εἰ δὲ καὶ ἤδη ἐλύπησαν, καὶ πάλιν ἔμελλον λυπεῖν, ἐννόησον ὅσην εἰκὸς γενέσθαι τὴν ἀηδίαν. Ἀλλὰ τοῦτο μὲν οὐ λέγει, ὅτι Ἐλυπήσατε· ἑτέρως δὲ μεθοδεύει τὸν λόγον τὸ αὐτὸ τοῦτο αἰνιττόμενος, καὶ λέγων, ὅτι Διὰ τοῦτο οὐκ ἦλθον, ἵνα μὴ λυπήσω ὑμᾶς· ὃ τὴν αὐτὴν μὲν ἰσχὺν ἔχει τούτῳ ᾧ εἶπον, εὐπαράδεκτον δὲ μᾶλλόν ἐστι. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Ποία αὕτη ἀκολουθία; Μεγίστη μὲν οὖν. Σκόπει δέ· Οὐκ ἠθέλησα, φησὶν, ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα μὴ λυπήσω ὑμᾶς πλέον, ἐπιτιμῶν, ἀγανακτῶν, ἀποστρεφόμενος. Εἶτα ἐπειδὴ καὶ αὐτὸ σφοδρὸν ἦν, καὶ κατηγορίαν αὐτῶν εἶχεν, εἴ γε οὕτως ἔζων ὡς Παῦλον λυπεῖν, ἐπιδιορθώσει χρώμενος, φησίν· Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ δὲ καὶ ἐν λύπῃ ἔμελλον εἶναι, ἀναγκαζόμενος ὑμῖν ἐπιτιμᾷν καὶ ὁρᾷν λυπουμένους, ἀλλ' ὅμως καὶ αὐτὸ τοῦτο ηὔφραινέ με. Μεγίστης γὰρ τοῦτο ἀγάπης τεκμήριον, τὸ τοσούτου παρ' ὑμῖν ἄξιον εἶναί με, ὡς δύνασθαι δάκνειν ὑμᾶς ἀποστρεφόμενον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
