# In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/1.1-5

Ταῦτα δοκεῖ μὲν ἀνάξια εἶναι Παύλου τὰ ῥήματα, εἰ δι' ἀπουσίαν ἀδελφοῦ τοσαύτην προήκατο σωτηρίαν· δοκεῖ δὲ καὶ τῆς ἀκολουθίας ἀπηρτῆσθαι. Τί οὖν; βούλεσθε πρότερον ἀποδείξωμεν, ὅτι τῆς ἀκολουθίας ἤρτηται, ἢ ὅτι οὐδὲν ἀνάξιον εἴρηκεν ἑαυτοῦ; Ἐμοὶ δοκεῖ τὸ δεύτερον· οὕτω γὰρ κἀκεῖνο ἡμῖν εὐκολώτερον ἔσται καὶ σαφέστερον. Πῶς οὖν ἤρτηται τῶν προτέρων ταῦτα; Ἀναμνησθῶμεν αὐτῶν ἐκείνων, καὶ οὕτως εἰσόμεθα τοῦτο. Τίνα οὖν ἦν τὰ πρότερα; Ἅπερ ἔλεγεν ἀρχόμενος· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως, φησὶ, τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν· καὶ δείξας πῶς ἀπηλλάγη, καὶ τὰ ἐν μέσῳ παρενθεὶς, ἀναγκαίως διδάσκει πάλιν ὅτι καὶ ἑτέρως ἐθλίβη. Πῶς καὶ τίνι τρόπῳ; Τῷ μὴ εὑρεῖν Τίτον. Δεινὸν μὲν γὰρ καὶ ἱκανὸν καταβαλεῖν ψυχὴν, καὶ τὸ πειρασμοὺς ὑπομένειν· ὅταν δὲ καὶ ὁ παραμυθούμενος μὴ ᾖ, καὶ δυνάμενος τὸ φορτίον συνδιενεγκεῖν, μείζων γίνεται ὁ χειμών. Τίτος δὲ αὐτός ἐστιν, ὅν φησι προϊὼν παρ' αὐτῶν ἀφῖχθαι πρὸς αὐτὸν, καὶ περὶ οὗ πολλὰ καὶ μεγάλα διεξέρχεται ἐγκώμια, καὶ ὃν ἔφησεν ἀπεσταλκέναι. Δεῖξαι τοίνυν βουλόμενος ὅτι καὶ ταύτῃ δι' αὐτοὺς ἐθλίβη, ταῦτα εἴρηκεν. Ὅτι μὲν οὖν ἤρτηται τῶν προτέρων τὰ εἰρημένα, δῆλον ἐκ τούτων· ὅτι δὲ οὐδὲ ἀνάξια Παύλου, καὶ τοῦτο δεῖξαι πειράσομαι. Οὐ γὰρ λέγει, ὅτι ἐνεπόδισε τῇ σωτηρίᾳ τῶν προσιέναι μελλόντων ἡ ἀπουσία Τίτου, οὐδ' ὅτι παρεῖδε τοὺς πιστεύσαντας διὰ τοῦτο, ἀλλ' ὅτι οὐκ ἔσχηκεν ἄνεσιν, τουτέστιν ἐθλίβη, ὠδυνήθη διὰ τὴν ἀπουσίαν τοῦ ἀδελφοῦ, δεικνὺς ὅσον ἐστὶν ἀδελφοῦ ἀπουσία· καὶ διὰ τοῦτο ἀπῆλθεν ἐκεῖθεν. Τί δέ ἐστιν, Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον; Οὐχ ἁπλῶς, φησὶν, ἐπεδήμησα, ἀλλ' ὥστε κηρῦξαι. Ἀλλ' ὅμως καὶ διὰ τοῦτο ἐλθὼν, καὶ εὑρὼν ἔργον μέγιστον· Θύρας γάρ μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν, φησίν· οὐ μὴν διὰ τοῦτο ἐνεπόδισε τὸ ἔργον. Πῶς οὖν φησιν, ὅτι Ἀποταξάμενος αὐτοῖς ἐξῆλθον; Τουτέστιν, οὐ διέτριψα πλείονα χρόνον, στενοχωρούμενος, ὀδυνώμενος. Ἴσως δὲ καὶ ἐνεποδίζετο τὸ ἔργον, ἐκείνου ἀπόντος. Τοῦτο δὲ οὐ μικρὰ καὶ τούτοις παραμυθία. Εἰ γὰρ ἐκεῖ θύρας ἀνεῳγμένης, καὶ εἰς τοῦτο ἐλθὼν, ἐπειδὴ τὸν ἀδελφὸν οὐχ εὗρεν, ἀπεπήδησε ταχέως, πολλῷ μᾶλλον ὑμᾶς, φησὶ, συγγινώσκειν χρὴ ταῖς τῶν πραγμάτων ἀνάγκαις ἀγούσαις καὶ περιαγούσαις ἡμᾶς πανταχοῦ, καὶ οὐκ ἐώσαις, ὡς βουλόμεθα, οὔτε ἀποδημεῖν οὔτε ἐνδιατρίβειν οἷς ἂν ἐθέλωμεν ἐπιπλέον. Διὸ καὶ ἐπάγει πάλιν, ὥσπερ ἄνω τῷ Πνεύματι, οὕτω καὶ ἐνταῦθα τῷ Θεῷ τὰς ἀποδημίας ἀνατιθεὶς, καὶ λέγων· Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὑτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ. Ἵνα γὰρ μὴ δόξῃ ὡς θρηνῶν ταῦτα ἀποδύρεσθαι, χάριν ἀναπέμπει τῷ Θεῷ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· πανταχοῦ θλῖψις, πανταχοῦ στενοχωρία· ἦλθον εἰς τὴν Ἀσίαν, ἐβαρήθην ὑπὲρ δύναμιν· ἦλθον εἰς τὴν Τρωάδα, οὐχ εὗρον τὸν ἀδελφόν· οὐκ ἦλθον πρὸς ὑμᾶς· οὐ μικράν μοι καὶ τοῦτο ἀθυμίαν ἐνεποίησεν, ἀλλὰ καὶ σφόδρα μεγάλην, καὶ τῷ πολλοὺς ἡμαρτηκέναι παρ' ὑμῖν, καὶ τῷ διὰ τοῦτο ὑμᾶς μὴ ὁρᾷν· Φειδόμενος γὰρ ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον, φησίν. Ἵν' οὖν μὴ δόξῃ ὀλοφύρεσθαι ταῦτα λέγων, ἐπάγει, ὅτι Οὐ μόνον οὐκ ἀλγοῦμεν ἐν ταῖς θλίψεσι ταύταις, ἀλλὰ καὶ χαίρομεν· καὶ τὸ μεῖζον, οὐ τῶν μελλόντων ἕνεκεν μόνον ἐπάθλων, ἀλλὰ καὶ αὐτῶν τῶν παρόντων· καὶ γὰρ ἐνταῦθά ἐσμεν λαμπροὶ ἐκ τούτων καὶ περιφανεῖς. Τοσοῦτον τοίνυν ἀπέχομεν τοῦ θρηνεῖν, ὅτι καὶ θρίαμβον τὸ πρᾶγμα καλοῦμεν, καὶ ἐγκαλλωπιζόμεθα τοῖς γινομένοις. Διὸ καὶ ἔλεγε, Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι· τουτέστι, τῷ πᾶσι ποιοῦντι περιφανεῖς. Ὃ γὰρ δοκεῖ εἶναι ἀτιμίας, τὸ πάντοθεν ἐλαύνεσθαι, τοῦτο τιμῆς ἡμῖν εἶναι φαίνεται μεγίστης. Διὸ οὐκ εἶπε, Τῷ καταδήλους ποιοῦντι, ἀλλὰ, Τῷ θριαμβεύοντι· δεικνὺς, ὅτι οἱ διωγμοὶ οὗτοι τρόπαια συνεχῆ κατὰ τοῦ διαβόλου πανταχοῦ τῆς γῆς ἀνιστῶσιν. Εἶτα μετὰ τοῦ θριαμβεύοντος θεὶς καὶ τὴν ὑπόθεσιν, ἀνίστησι κἀντεῦθεν τὸν ἀκροατήν. Οὐ γὰρ μόνον ὑπὸ τοῦ Θεοῦ θριαμβευόμεθα, ἀλλὰ καὶ ἐν Χριστῷ· τουτέστι, διὰ τὸν Χριστὸν καὶ τὸ κήρυγμα. Ἐπειδὰν γὰρ θριαμβεῦσαι δέῃ, ἀνάγκη πᾶσα καὶ ἡμᾶς τοὺς φέροντας τὸ τρόπαιον καταδήλους εἶναι, ἐπειδὴ αὐτὸν βαστάζομεν. Διὰ τοῦτο περίβλεπτοί ἐσμεν, καὶ περιφανεῖς. Καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
