Ancient Greek
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ·
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-7
Not analysed yet
Εἶπεν, ὅτι λίθιναι αἱ πλάκες αἱ Μωϋσέως, ὡς ὅτι γράμματα εἶχον, καὶ ὅτι σάρκιναι αὗται, αἱ καρδίαι τῶν ἀποστόλων, καὶ πνεύματι ἦσαν ἐγγεγραμμέναι· καὶ ὅτι τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ· ἐλείπετο λοιπὸν τῇ συγκρίσει ταύτῃ προσθεῖναι καὶ ἕτερον οὐ μικρὸν, τὸ τῆς δόξης Μωϋσέως· ὅπερ ἐνταῦθα οὐδεὶς εἶδεν ἐπὶ τῆς Καινῆς τοῖς τοῦ σώματος ὀφθαλμοῖς. Διὸ καὶ μέγα ἐδόκει εἶναι, ἐπειδὴ αἰσθητὴ ἦν δόξα· ὀφθαλμοῖς γὰρ ἑωρᾶτο σώματος, εἰ καὶ ἀπρόσιτος ἦν· ἡ δὲ τῆς Καινῆς νοητή. Οὐ γὰρ σαφὴς τοῖς ἀσθενεστέροις τῆς τοιαύτης ὑπεροχῆς ἡ κατάληψις· ἀλλ' ἐκείνη μᾶλλον αὐτοὺς ἦρε, καὶ ἐπέστρεφε πρὸς ἑαυτήν. Ἐπεὶ οὖν εἰς ταύτην ἐνέπεσε τὴν σύγκρισιν, καὶ σπουδάζει δεῖξαι τὴν ὑπεροχὴν, σφόδρα δὲ δύσκολον ἦν διὰ τὸ παχὺ τῶν ἀκροατῶν· ὅρα τί ποιεῖ, καὶ πῶς αὐτὸ μεθοδεύει, πρῶτον ἀπὸ λογισμῶν τὴν διαφορὰν εἰσάγων, καὶ πλέκων αὐτοὺς ἀπὸ τῶν ἔμπροσθεν εἰρημένων. Εἰ γὰρ ἐκείνη μὲν θανάτου, αὕτη δὲ ζωῆς ἡ διακονία, ἀναμφίβολον ὅτι καὶ ἡ δόξα αὕτη μείζων ἐκείνης, φησίν. Ἐπειδὴ γὰρ οὐκ εἶχεν αὐτὴν δεῖξαι τοῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς, τῷ συλλογισμῷ παρέστησεν αὐτῆς τὸ ὑπερέχον, λέγων· Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐγενήθη ἐν δόξῃ, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; Διακονίαν δὲ θανάτου τὸν νόμον λέγει. Καὶ σκόπει πῶς καὶ ἐν τῇ συγκρίσει πολλὴν ποιεῖται τὴν ἀσφάλειαν, ὥστε μηδεμίαν δοῦναι τοῖς αἱρετικοῖς λαβήν. Οὐ γὰρ εἶπεν, Ὁ ποιητικὸς τοῦ θανάτου, ἀλλ', Ἡ διακονία τοῦ θανάτου· διακονεῖ γὰρ εἰς θάνατον, οὐκ ἔτικτε θάνατον. Ἡ γὰρ τοῦ θανάτου ποιητικὴ, ἡ ἁμαρτία ἦν· οὗτος δὲ τὴν κόλασιν ἐπῆγε, καὶ τῆς ἁμαρτίας δεικτικὸς ἦν, οὐ ποιητικός· ἀπεκάλυπτε γὰρ σαφέστερον τὸ κακὸν καὶ ἐκόλαζεν, οὐκ ὤθει εἰς τὸ κακόν· καὶ διηκόνει, οὐ πρὸς τὸ γενέσθαι ἁμαρτίαν ἢ θάνατον, ἀλλὰ πρὸς τὸ δοῦναι δίκην τὸν ἁμαρτόντα· ὥστε καὶ ἀναιρετικὸς ἦν ταύτῃ τῆς ἁμαρτίας. Ὁ γὰρ οὕτω φοβερὰν αὐτὴν δεικνὺς, εὔδηλον ὅτι καὶ φευκτὴν ποιεῖ. Ὥσπερ οὖν ὁ τὸ ξίφος μεταχειρίζων, καὶ τὸν κατάδικον ἀποτέμνων, διακονεῖ τῷ δικαστῇ ἀποφαινομένῳ, καὶ οὐκ αὐτός ἐστιν ὁ ἀναιρῶν, καίτοι γε αὐτὸς ἀποτέμνων, ἀλλ' οὐδὲ ὁ ἀποφαινόμενος καὶ καταδικάζων, ἀλλ' ἡ τοῦ κολαζομένου πονηρία· οὕτω δὴ καὶ ἐνταῦθα οὐκ αὐτὸς ἀναιρεῖ, ἀλλ' ἡ ἁμαρτία· αὕτη καὶ ἀνῄρει καὶ κατεδίκαζε· τιμωρούμενος δὲ οὗτος, ἐκείνης ὑπετέμνετο τὴν ἰσχὺν, τῷ φόβῳ τῆς τιμωρίας ἀναστέλλων αὐτήν. Οὐκ ἠρκέσθη δὲ τούτῳ μόνῳ εἰς τὴν παράστασιν τῆς ὑπεροχῆς, ἀλλὰ καὶ ἕτερον προστίθησι, λέγων· Ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις. Ὅρα πῶς πάλιν ὑποτέμνεται τὸ φρόνημα τὸ Ἰουδαϊκόν. Οὐδὲν γὰρ ἕτερον ἦν ἢ γράμματα ὁ νόμος· οὐ βοήθειά τις ἀπὸ τῶν γραμμάτων ἐκπηδῶσα, καὶ ἐμπνέουσα τοῖς ἀγωνιζομένοις, καθάπερ ἐπὶ τοῦ βαπτίσματος, ἀλλὰ στῆλαι καὶ γραφαὶ θάνατον φέρουσαι τοῖς τὰ γράμματα παραβαίνουσιν. Εἶδες πῶς διορθούμενος τὴν Ἰουδαϊκὴν φιλονεικίαν, καὶ διὰ τῶν ὀνομάτων αὐτῶν καθαιρεῖ τὸ ἀξίωμα λίθον εἰπὼν, καὶ γράμματα, καὶ διακονίαν θανάτου, καὶ προσθεὶς ὅτι ἐντετυπωμένη; Ἐντεῦθεν γὰρ οὐδὲν ἄλλο ἐμφαίνει, ἢ ὅτι ἐν ἑνὶ χωρίῳ ὁ νόμος ἵδρυτο, οὐ καθάπερ τὸ πνεῦμα πανταχοῦ παρῆν πολλὴν ἐμπνέον τὴν ἰσχὺν ἅπασιν· ἢ ὅτι πολλὴν ἐμπνεῖ τὴν ἀπειλὴν τὰ γράμματα, καὶ ἀπειλὴν οὐδὲ ἀφανισθῆναι δυναμένην, ἀλλὰ διαπαντὸς μένουσαν, ἅτε λίθοις ἐγκεκολαμμένην. Εἶτα καὶ δοκῶν ἐγκωμιάζειν τὰ παλαιὰ, κατηγορίαν πάλιν ἀναμίγνυσιν Ἰουδαίων. Εἰπὼν γὰρ, Ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ, ἐπήγαγεν, Ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως· ὃ πολλῆς ἦν αὐτῶν ἀσθενείας καὶ χαμαιζηλίας. Καὶ πάλιν, οὐ, Διὰ τὴν δόξαν τῶν πλακῶν· ἀλλὰ, Διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, φησί. Δείκνυσι γὰρ τὸν φέροντα δοξαζόμενον, οὐκ ἐκείνας. Οὐ γὰρ εἶπε, Διὰ τὸ μὴ δύνασθαι ἀτενίσαι εἰς τὰς πλάκας, ἀλλ', Εἰς τὸ πρόσωπον Μωϋσέως· καὶ πάλιν, οὐ, Διὰ τὴν δόξαν τῶν πλακῶν, ἀλλὰ, Διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ. Εἶτα ἐπειδὴ ἐπῆρεν αὐτὴν, ὅρα πῶς πάλιν καθαιρεῖ λέγων, Τὴν καταργουμένην. Οὐ μὴν τοῦτο κατηγορίας ἐστὶν, ἀλλὰ ἐλαττώσεως· οὐδὲ γὰρ εἶπε, Τὴν διεφθαρμένην, τὴν πονηρὰν, ἀλλὰ, Τὴν παυομένην, καὶ τέλος λαμβάνουσαν. Πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; Τεθαῤῥηκὼς γὰρ λοιπὸν τὰ τῆς Καινῆς αἴρει, ὡς ἀναμφισβήτητα. Καὶ σκόπει τί ποιεῖ· ἀντέστησε λίθον καρδίᾳ, καὶ γράμμα πνεύματι. Εἶτα δείξας τὰ ἐξ ἀμφοτέρων, οὐκέτι τίθησι τὰ ἐξ ἀμφοτέρων· ἀλλὰ τὸ ἀπὸ τοῦ γράμματος θεὶς, τὸν θάνατον καὶ τὴν κατάκρισιν, τὸ ἀπὸ τοῦ πνεύματος οὐκέτι τίθησι, τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἀλλ' αὐτὸ τὸ πνεῦμα· ὅπερ μείζονα ἐποίει τὸν λόγον. Ἡ γὰρ καινὴ Διαθήκη οὐ ζωὴν ἐδίδου μόνον, ἀλλὰ καὶ πνεῦμα ἐχορήγει τὸ τὴν ζωὴν παρέχον· ὃ πολλῷ μεῖζον τῆς ζωῆς ἦν· διόπερ εἶπεν, Ἡ διακονία τοῦ πνεύματος. Εἶτα πάλιν τὸ αὐτὸ περιστρέφει, λέγων, Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως, δόξα.