# In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ἔχοντες οὖν τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν, ἀλλ' ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/1.1-8

Ἐπειδὴ μεγάλα ἐφθέγξατο, καὶ Μωϋσέως ἑαυτὸν προὔθηκε, καὶ τοὺς πιστοὺς πάντας, αἰσθόμενος τῆς ὑπερβολῆς καὶ τοῦ μεγέθους τῶν εἰρημένων, ὅρα πῶς μετριάζει πάλιν. Καὶ γὰρ ἐπαίρειν ἔδει διὰ τοὺς ψευδαποστόλους καὶ τοὺς ἀκροατὰς, καὶ πάλιν παραμυθεῖσθαι τὸν ὄγκον, οὐχὶ καθαιρεῖν, ἐπεὶ τοῦτο παίζοντος ἦν. Διόπερ ἑτέρως αὐτὸ μεθοδεύει, τῷ δεικνύναι, ὅτι οὐκ ἐκ τῶν οἰκείων κατορθωμάτων γέγονεν, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸ πᾶν· διὸ καί φησιν, Ἔχοντες οὖν τὴν διακονίαν ταύτην. Οὐδὲν γὰρ πλέον ἡμεῖς εἰσηνέγκαμεν, ἀλλ' ἢ διάκονοι μόνον ἐγενόμεθα, καὶ τοῖς παρὰ τοῦ Θεοῦ δοθεῖσιν ὑπηρετήσαμεν. Διόπερ οὐκ εἶπε παροχὴν, οὐδὲ χορηγίαν, ἀλλὰ Διακονίαν, καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε, Καθὼς ἠλεήθημεν. Καὶ γὰρ τοῦτο αὐτὸ, φησὶ, τὸ διακονήσασθαι τούτοις, ἀπὸ ἐλέου καὶ φιλανθρωπίας. Καίτοι γε ἐλέους ἐστὶ τὸ κακῶν ἀπαλλάξαι, οὐχὶ τὸ καὶ τοσαῦτα δοῦναι ἀγαθά· ἀλλ' ὁ τοῦ Θεοῦ ἔλεος καὶ τοῦτο ἔχει. Οὐκ ἐκκακοῦμεν. Καὶ τοῦτο δὲ αὐτοῦ τῇ φιλανθρωπίᾳ λογιστέον. Τὸ γὰρ, Καθὼς ἠλεήθημεν, καὶ ὑπὲρ τῆς διακονίας, καὶ ὑπὲρ τοῦ, Οὐκ ἐκκακοῦμεν, εἰρῆσθαι νόμιζε. Καὶ σκόπει πῶς σπουδάζει τὰ καθ' ἑαυτὸν καθαιρεῖν. Τὸν γὰρ τοιούτων ἀξιωθέντα, φησὶ, καὶ τηλικούτων, καὶ ταῦτα ἀπὸ ἐλέου μόνον καὶ φιλανθρωπίας, οὐδὲν μέγα τοιούτους ἐπιδείκνυσθαι πόνους, καὶ κινδυνεύειν καὶ πειρασμοὺς ὑπομένειν. Διὰ τοῦτο οὐ μόνον οὐ καταπίπτομεν, ἀλλὰ καὶ χαίρομεν, καὶ παῤῥησιαζόμεθα. Εἰπὼν γοῦν, Οὐκ ἐκκακοῦμεν, ἐπήγαγεν· Ἀλλ' ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ. Καὶ τί ἐστι, Τὰ κρυπτὰ τῆς αἰσχύνης; Οὐκ ἐπαγγελλόμεθα, φησὶ, καὶ ὑπισχνούμεθα μεγάλα, καὶ ἕτερα δὲ ἐπὶ τῶν ἔργων δείκνυμεν, καθάπερ ἐκεῖνοι· διὸ καὶ ἔλεγε, Τὰ κατὰ πρόσωπον, βλέπετε· ἀλλὰ τοιοῦτοί ἐσμεν, οἷοι ὁρώμεθα, οὐχὶ διπλόην τινὰ ἔχοντες, οὔτε τοιαῦτα λέγοντες καὶ ποιοῦντες ἃ κρύπτειν δεῖ καὶ συσκιάζειν αἰσχυνομένους καὶ ἐρυθριῶντας. Καὶ τοῦτο ἑρμηνεύων, ἐπήγαγε, Μὴ περιπατοῦντες ἐν πανουργίᾳ. Ὃ γὰρ ἐνόμιζον ἐγκώμιον εἶναι ἐκεῖνοι, τοῦτο αἰσχρὸν καὶ καταγέλαστον ἀποφαίνει. Τί δέ ἐστιν, Ἐν πανουργίᾳ; Δόξαν εἶχον μὴ λαμβανόντων ἐκεῖνοι, ἐλάμβανον δὲ καὶ ἔκρυπτον· δόξαν εἶχον ἁγίων καὶ ἀποστόλων δοκίμων, ἦσαν δὲ μυρίων γέμοντες κακῶν. Ἀλλ' ἡμεῖς, φησὶ, τούτοις ἀπειπάμεθα (ταῦτα γὰρ καὶ κρυπτὰ αἰσχύνης καλεῖ), τοιοῦτοι ὄντες οἷοι φαινόμεθα, καὶ οὐδὲν ἔχοντες συνεσκιασμένον, καὶ οὐκ ἐν τῷ βίῳ μόνον τούτῳ, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κηρύγματι· τοῦτο γάρ ἐστιν, Οὐδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας· οὐ τῷ προσώπῳ καὶ τῇ ἐπιδείξει, ἀλλ' αὐτῇ τῇ τῶν πραγμάτων ἀποδείξει. Συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων. Οὐ γὰρ πιστοῖς μόνον, ἀλλὰ καὶ ἀπίστοις ἐσμὲν κατάδηλοι, προκείμενοι πᾶσιν εἰς τὸ βασανίσαι τὰ ἡμέτερα, ὡς ἂν ἐθέλοιεν· καὶ ἀπὸ τούτου συνίσταμεν ἑαυτοὺς, οὐκ ἀπὸ τοῦ ὑποκρίνεσθαι, καὶ προσωπεῖον περιφέρειν φαιδρόν. Λέγομεν οὖν μηδὲν λαμβάνειν, καὶ μάρτυρας ὑμᾶς καλοῦμεν· λέγομεν μηδὲν συνειδέναι ἑαυτοῖς πονηρὸν, καὶ τούτου πάλιν τὴν μαρτυρίαν παρ' ὑμῶν ἕλκομεν, οὐ καθάπερ ἐκεῖνοι, συσκιάζοντες τὰ καθ' ἑαυτοὺς, πολλοὺς ἀπατῶσιν. Ἡμεῖς δὲ καὶ τὸν βίον ἡμῶν πᾶσιν εἰς μέσον προτίθεμεν, καὶ τὸ κήρυγμα ἀπογυμνοῦμεν, ὥστε πάντας αὐτὸ καταμανθάνειν. Εἶτα ἐπειδὴ οἱ ἄπιστοι ἠγνόουν αὐτοῦ τὴν ἰσχὺν, ἐπήγαγεν, ὅτι οὐχ ἡμῶν τοῦτο ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀναισθησίας. Διὸ καί φησιν· Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων. Ὅπερ καὶ ἔμπροσθεν εἶπεν, Οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωὴν, τοῦτο καὶ ἐνταῦθά φησι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
