Ancient Greek
Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-13
Not analysed yet
Καὶ Ἑβραίοις δὲ πολλὰ ἕτερα τοιαῦτα γράφει, καὶ οὐ παύεται παρακαλῶν, καὶ λέγων, Ἔτι μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· καθάπερ παῖδας δυσχεραίνοντας μήτηρ. Οὕτω καὶ αὐτοῖς, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, φησίν. Οὐ λέγει δὲ μόνον ὅτι φιλεῖ, ἀλλ' ὅτι καὶ φιλεῖται παρ' αὐτῶν, ἵνα καὶ ταύτῃ μᾶλλον αὐτοὺς ἐπισπάσηται. Καίτοι τοῖς μὲν τοῦτο μαρτυρῶν φησιν, ὅτι Ἦλθε Τίτος ἀπαγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον· καὶ Γαλάταις, Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι· καὶ Θεσσαλονικεῦσιν, Ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς· καὶ Τιμοθέῳ δὲ, Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Καὶ πανταχοῦ δὲ τῶν Ἐπιστολῶν εὕροι τις ἂν αὐτὸν τοῦτο μαρτυροῦντα τοῖς μαθηταῖς, καὶ ὅτι ἐφίλησε καὶ ὅτι φιλεῖται· οὐ μὴν ὁμοίως. Καὶ ἐνταῦθά φησιν, Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Ἀλλὰ τοῦτο μὲν πρὸς τῷ τέλει, τέως δὲ σφοδρότερον, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Ὑμεῖς ἕνα δέχεσθε, φησὶν, ἐγὼ δὲ πόλιν ὁλόκληρον, καὶ δῆμον τοσοῦτον. Καὶ οὐκ εἶπεν, Οὐ δέχεσθε ἡμᾶς, ἀλλ' ὅτι Στενοχωρεῖσθε· τὸ αὐτὸ μὲν αἰνιττόμενος, μετὰ φειδοῦς δὲ, καὶ τοῦ μὴ σφόδρα καθάψασθαι. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. Καίτοι οὐκ ἔστιν ἴσον, πρότερον ἀγαπηθῆναι, εἶτα ἀγαπῆσαι. Κἂν γὰρ τὸ ἴσον τις εἰσενέγκῃ μέτρον, ἠλάττωται τῷ δεύτερος ἐπανελθεῖν. Ἀλλ' ὅμως οὐδὲν ἀκριβολογοῦμαι, φησὶ, κἂν παρ' ἐμοῦ λαβόντες τὰς ἀρχὰς τὸ αὐτὸ μέτρον ἐπιδείξησθε, ἀγαπῶ καὶ στέργω. Εἶτα ἵνα δείξῃ, ὅτι καὶ ὀφειλὴ τὸ πρᾶγμα ἦν, καὶ ὅτι κολακείας ἐκτὸς τὰ εἰρημένα, Ὡς τέκνοις λέγω, φησί. Τί ἐστιν, Ὡς τέκνοις; Οὐδὲν μέγα αἰτῶ, εἰ πατὴρ ὢν βούλομαι φιλεῖσθαι παρ' ὑμῶν. Καὶ ὅρα σύνεσιν καὶ μετριοφροσύνην. Οὐ τίθησιν ἐνταῦθα τοὺς κινδύνους τοὺς ὑπὲρ αὐτῶν καὶ τοὺς πόνους καὶ τοὺς θανάτους, καίτοι πολλὰ ἔχων εἰπεῖν· οὕτως ἐστὶν ἄτυφος· ἀλλὰ τὸ φιλεῖν· καὶ διὰ τοῦτο ἀξιοῖ φιλεῖσθαι, Ὅτι πατὴρ ὑμῶν ἐγενόμην, φησὶν, ὅτι σφόδρα ὑμῶν περικαίομαι· ὃ μάλιστα προσίσταται τῷ φιλουμένῳ πολλάκις, ὅταν τις αὐτῷ τὰς εὐεργεσίας προσφέρῃ· δοκεῖ γὰρ ὀνειδίζειν. Διὸ οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλ', Ὡς τέκνα πατέρα ἀγαπήσατε, φησίν· ὃ τῆς φύσεως μᾶλλόν ἐστι, καὶ ὀφειλόμενον ἑκάστῳ πατρί. Εἶτα ἵνα μὴ δόξῃ δι' ἑαυτὸν ταῦτα λέγειν, δείκνυσιν ὅτι διὰ τὸ ἐκείνων κέρδος καὶ τὴν παρ' αὐτῶν ἐπισπᾶται φιλίαν· διὸ καὶ ἐπήγαγε, Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Καὶ οὐκ εἶπε, Μὴ ἀναμίγνυσθε ἀπίστοις, ἀλλὰ μᾶλλον αὐτῶν καθαπτόμενος ἅτε ἀδικούντων τὸ δίκαιον, Μὴ ἐκκλίνητε ἑαυτοὺς, φησί. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Ἐνταῦθα λοιπὸν σύγκρισιν ποιεῖται οὐχὶ τῆς ἑαυτοῦ ἀγάπης, καὶ τῆς ἐκείνων τῶν διαφθειρόντων αὐτοὺς, ἀλλὰ τῆς αὐτῶν εὐγενείας, καὶ τῆς ἐκείνων ἀτιμίας· οὕτω γὰρ καὶ σεμνότερος ὁ λόγος γέγονε, καὶ αὐτῷ πρεπωδέστερος, καὶ μᾶλλον αὐτοὺς ἐπεσπᾶτο. Ὡς ἂν εἴ τις παιδὶ τῶν γεγεννηκότων ὑπερορῶντι καὶ μιαροῖς ἑαυτὸν ἐκδιδόντι λέγοι, Τί ποιεῖς, ὦ παιδίον; τοῦ μὲν πατρὸς καταφρονεῖ, προτιμᾷς δὲ τοὺς μιαροὺς ἄνδρας, καὶ μυρίας γέμοντας κακίας; οὐκ οἶσθα πόσον αὐτῶν βελτίων εἶ καὶ σεμνότερος; Οὕτω γὰρ μᾶλλον αὐτὸν ἀφίστησι τῆς ἐκείνων συνουσίας, ἢ εἰ τὸν πατέρα θαυμάζοι. Ἂν μὲν γὰρ λέγῃ, Οὐκ οἶσθα πόσον ἐστὶν ὁ πατήρ σου βελτίων ἐκείνων; οὐδὲν τοσοῦτον ἐργάσεται· ἂν δὲ τὸν πατέρα ἀφεὶς, αὐτὸν αὐτῶν προκρίνῃ, λέγων, Οὐκ οἶσθα τίς μὲν σὺ, τίνες δὲ ἐκεῖνοι; οὐκ ἐννοεῖς σου τὴν εὐγένειαν καὶ τὴν ἐλευθερίαν, καὶ τὴν ἀτιμίαν τὴν ἐκείνων; τίς γὰρ κοινωνία σοι κἀκείνοις τοῖς κλέπταις, τοῖς μοιχοῖς, τοῖς γόησι; ταχέως αὐτὸν τοῖς ἐγκωμίοις τοῖς αὐτοῦ πτερώσας, ἀποῤῥαγῆναι ἐκείνων παρασκευάσει. Τὸν μὲν γὰρ πρότερον οὐ σφόδρα δέξεται λόγον, ὅτι κατηγορία αὐτοῦ ἐστιν ἡ προτίμησις τοῦ πατρὸς, ὅταν μὴ μόνον πατέρα φαίνηται λυπῶν, ἀλλὰ καὶ πατέρα τοιοῦτον· ἐνταῦθα δὲ οὐκέτι οὐδὲν τοιοῦτον πείσεται. Οὐδεὶς γὰρ ἂν ἕλοιτο μὴ ἐγκωμιάζεσθαι· καὶ δι' αὐτοῦ δὴ, μετὰ τῶν ἐπαίνων τοῦ ἀκούοντος, ὁ ἔλεγχος γίνεται εὐπαράδεκτος. Χαλᾶται γὰρ ὁ ἀκροατὴς, καὶ φρονήματος πληροῦται μεγάλου, καὶ διαπτύει τὴν ἐκείνων συνουσίαν. Οὐ τοῦτο δὲ μόνον αὐτοῦ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτω προήγαγε τὴν σύγκρισιν, ἀλλ' ὅτι καὶ ἕτερόν τι μεῖζον ἐπενόησε, καὶ ἐκπληκτικώτερον· πρῶτον μὲν κατ' ἐρώτησιν προαγαγὼν τὸν λόγον, ὅπερ τῶν σαφῶν καὶ ὁμολογουμένων ἐστίν· ἔπειτα δὲ πλατύνων τῇ πυκνότητι καὶ τῷ πλήθει τῶν ὀνομάτων. Οὐ γὰρ ἓν καὶ δύο καὶ τρία, ἀλλὰ πλείονα πρὸς τούτοις ἀντὶ τῶν προσώπων τὰ ὀνόματα τῶν πραγμάτων τίθησι, καὶ ἄκραν ἐνταῦθα ἀρετὴν, καὶ ἐσχάτην ἐκεῖ κακίαν ὑπογράφει· καὶ πολὺ τὸ μέσον καὶ ἄπειρον δείκνυσιν, ὡς μηδὲ δεηθῆναι κατασκευῆς. Τίς γὰρ, φησὶ, μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;